Ancient Greek
Section 295a
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 295a
Not analysed yet
295. ἣ δʼ ἔτεκʼ ἄλλο πέλωρον. αὕτη δὲ ἡ Κητώ, ἤγουν ἡ ὑγρότης2 ),περιλειφθεῖσα τῷ βάθει, ἐγέννησεν ἄλλο μέγιστον θαῦμα, μήτε θεοῖς μήτʼ ἀνθρώποις ἐοικός, τὴν Ἔχιδνάν φησιν, ἤγουν3) τὰ δένδρα, ἃ οὔτε θεοῖς ὅμοια πέφυκε (φθείρεται γάρ), οὔτε ἀνθρώποις, πλείονα γὰρ χρόνον τῶν ἀνθρώπων4 )ἵστασθαι δύνανται ἐν τῇ γῇ. ἐγέννησε δὲ ταύτην ἡ ὑγρότης ἐν σπηλαίῳ γλαφυρῷ, ἤγουν τῷ κοιλώματι τῆς γῆς, ἥμισυ μὲν οὖσαν νύμφην, ἤτοι θρεπτικὴν καὶ νέους φαίνεσθαι ποιοῦσαν ἡμᾶς, συνεπινοουμένων τοῖς δένδρεσι τῶν καρπῶν, τὸ ἥμισυ δὲ ὄφιν διὰ τὰς τῶν ῥιζῶν ἐλίξεις. ὠμηστήν, ὠμὸν ἐσθιόμενον. οἱ γὰρ τῶν δένδρων καρποὶ ὠμοὶ ἐσθίονται.