Ancient Greek
Section 485
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 485
Not analysed yet
485. τῷ δὲ σπαργανίσασα. καλῶς τὸ σπαργανίσασα προσέθηκε. καὶ γὰρ τοῖς μὲν ἄλλοις τῶν ζώων ἀμυντήρια ὅπλα ἡ φύσις ἐπένειμε, τῷ ἀνθρώπῳ 6) δὲ μόνῳ οὐδὲν πρόβλημα ἐπιδέδωκε. πρῶτον γὰρ σπαργανίσασα, ἤτοι τὰ πρὸς διακόσμησιν ἐπιτιθέμενα χαρισαμένη, μέγαν λίθον ἠγγυάλιξε. παρέσχε τούτῳ μέγαν λίθον, ἤτοι ἄνθρωπον, ὃν λίθον εἶπε διὰ τὸ ἀνέκδοτον τούτου καὶ πρὸς τοὺς πόνους7) καρτερικὸν ἢ διὰ τὸ ἐναντιωθῆναι δίκην λίθου τῷ Κρόνῳ, ὃν λαβὼν ἐνέβαλε τῇ νηδύι, οὐδʼ ἐνόησεν, ὅτι ὁ υίὸς αὐτῆς οὐδὲν ἐλυμάνθη. εἰ γὰρ εἷς ἢ καὶ τυχὸν πολλοὶ8 )ἀποθάνωσιν, ἀλλʼ οὐκ ἤδη καὶ ἡ ἀνθρωπεία φύσις συντέθνηκεν ἅπασα.