Ancient Greek
Section 492
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 492
Not analysed yet
492. καρπαλίμω ς δʼ ἔπειτα. ταχέως γοῦν ηὐξάνοντο οἱ καρποί. τελεσθέντων δὲ τῶν χρόνων ἤμεσε πάλιν τὸν ἴδιον1) γόνον ὁ Κρόνος. μετεμψυχώσεις γάρ τινας οἱ παλαιοὶ ἐδόξαζον, ὅτι εἰ μὲν ἡ ψυχὴ τοῦ ἀνθρώπου εὖ ζῶσα διατεθῇ, ἔστω, εἰ δὲ μή, ἀφʼ ἑνὸς σώματος εἰς ἕτερον2) μετεπήδησε καὶ εἶχε τοῦτο εἰς τιμωρίαν. νῦν γοῦν περὶ τούτων φησὶ τῶν μετεμψυχώσεων, ὅτι ὃν κατέπινε λίθον, ἤτοι ψυχὴν ἀνθρωπείαν, πάλιν ἐξήμεσεν, ὃν ἄνθρωπον ὁ Ζεύς, ἤτοι οἱ καρποί, ἐστήριξεν ἐν τῇ γῇ. ὑπὸ γὰρ τῶν καρπῶν στηριζόμεθα. ἐστήριξε δὲ Ζεὺς ἐν Πυθοῖ. πυθόμενος γὰρ ὁ σῖτος ἐν τῇ γῇ, ἤτοι σηπόμενος καὶ οἷον θνήσκων, πάλιν ἀναθάλλει, καὶ θάλλειν τοὺς ἀνθρώπους3) ποιεῖ. ταῦτα μὲν οὕτως. εἰ δʼ ὡς ἐν κεφαλαίῳ νοῆσαι θελήσειας, ἔστιν οὕτως. ἡ Ῥέα, ἤτοι ἡ φθορὰ τοῦ χρόνου, ἣν καλῶς τῷ χρόνῳ συνέμιξεν, ἔδωκε τῷ Κρόνῳ, ἤτοι τῷ χρόνῳ, λίθον ἀντὶ παιδός, ἤτοι τὴν γῆν, ἣν ἀφανίσαι οὗτος οὐκ ἠδυνήθη.