Ancient Greek · ~2 min
Section 617
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 617
Not analysed yet
617. Βριάρεῳ δʼ ὡς πρῶτα. τινὲς μὲν ἐπειράθησαν τοὺς τρεῖς εἰς ἓν6) συναγαγεῖν καὶ λαβεῖν ἐπὶ τοῦ ὕδατος τοῦ ὑπὸ γῆς7 ),ὅτι ὁ Ζεύς, ἤτοι ὁ πρῶτος νοῦς, τὸν Χόττον, τὸν Βριάρεων καὶ τὸν Γύγην, ἤτοι τὰ ὑπὸ γῆς ὕδατα συνέκλεισεν ὑπὸ γῆν καὶ οἱονεί τινι δεσμῷ περιἐδησε, Βριάρεων μὲν διὰ τὸ ἰσχυρὸν καὶ Κόττον ὡσαύτως, Γύγην δὲ διὰ τὸ ὑπὸ γῆς εἶναι. ληπτέον δὲ τὸν μὲν ἔριάρεων ἐπὶ τοῦ ὕδατος (βριαρὸν γὰρ καὶ ἰσχυρὸν τὸ ὕδωρ), Κόττον δὲ καὶ Γύγην ἐπὶ τῶν πνευμάτων διὰ τὸ σφοδρὸν τούτων καὶ διὰ τὸ ἐκ τῆς γῆς ἀνάγεσθαι.