Ancient Greek
Section 621
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 621
Not analysed yet
621. ἔνθʼ οἵγ’ ἄλγεʼ ἔχοντες. ἐδόξαζον οἱ παλαιοὶ ὑπὸ τὸν Τάρταρον εἶναι τοὺς λεγομένους ἀντίποδας, τοὺς1) ἶσον ἡμῖν βαίνοντας· ὃν τρόπον γάρ, ἔλεγον, ἐνταῦθα διάγουσιν ἄνθρωποι, οὕτω καὶ ὑπὸ γῆν εἶναι. ἄλγεα δὲ ἔχοντας εἶπε διὰ τὸ μήτε τοιούτου ἀέρος μήτε ἡλίου ἀπολαύειν, οἵου περ ἡμεῖς.