Ancient Greek · ~1 min
Section 639
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 639
Not analysed yet
639. ἀλλʼ ὅτε δή. τοῦτο πρὸς μὲν τὴν ἔννοιαν οὐ συνᾴδει, πρὸς δὲ ἀστεῖσμὸν εἰς τὸ μέσον ἐτέθη, ἵνα δηλώσῃ, ὅτι ὑδροποτοῦσι καὶ οἱ ἀστέρες. ἀλλʼ ὅτε, φησί, τοῖς ἄστρασι πρὸς συνοχὴν ἐδωρήσατο τὸ ὕδωρ, τότε ὁ Ζεύς, ἤτοι ὁ ἥλιος (ἀπὸ τοῦ ζέειν ἢ ἀπὸ τοῦ εὖ ζῆν ἡμῖν παρέχειν), καὶ οἱ ἀστέρες συνῆλθον1) τὸ εἰωθὸς ἡμῖν ἐργάσασθαι.