Ancient Greek
Section 657
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 657
Not analysed yet
657. ἀλκτὴρ δʼ ἀθανάτοισιν. ἐπεί, φησίν, εἰς φῶς διὰ σοῦ παρήχθημεν (διὰ χρόνου γὰρ τοῦτο γίνεται, ὃν2) τρόπον προειρήκαμεν γίνεσθαί τε καὶ ἀπαρτίζεσθαι διὰ τῆς ιβ ζωδίων διελεύσεως), νῦν πάλιν φυλάξομεν τὸ σὸν κράτος, ἤτοι ὅπερ ἐξ ἀρχῆς εἶχες. ἐντεῦθεν τὰ τότε συμβαίνειν εἰωθότα διηγεῖται.