Ancient Greek · ~1 min
Section 853
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 853
Not analysed yet
853. Ζεὺς δʼ ἐπεὶ οὖν. ἐπεὶ οὖν κατέστειλε τὸ τοιοῦτον πνεῦμα, οὕτως, ὥσπερ ὅταν τὸ ὄρος καίηται καὶ τὰ ἐν αὐτῷ τοῦ χαλκοῦ μέταλλα ἀναλύωσιν, ἔρριψεν αὐτό, ἤτοι διέλυσεν. ἀπʼ αὐτοῦ δὲ τοῦ Τυφῶνος γεννῶνται ἄνεμοι2) καταιγιδώδεις, βλαβεροὶ ὄντες τοῖς ἀνθρώποις.