Ancient Greek · ~2 min
Section 881
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 881
Not analysed yet
881. αὐτὰρ ἐπεί ῥα πόνον. ἐντεῦθεν ἄλλως νοητέον τοὺς Τιτᾶνας. ἐκεῖ μὲν γὰρ εἰς τὰ ὑπὸ γῆν πνεύματά τε καὶ ὕδατα ἠλληγόρηντο, ἐνταῦθα δὲ εἰς τὸ χαλκοῦν γένος, περὶ οὗ καὶ ἐν τῷ περὶ ἔργων καὶ ἡμερῶν φησιν. ἐπεὶ γάρ, φησίν, οἱ μάχαις συζῶντες ἠφανίσθησαν ἄνθρωποι, (τότε, ἐπεὶ τῇ τετάρτῃ γενεᾷ, δηλαδὴ 4) τῇ τῶν ἡραώων, ὁ Ζεὺς ἐβασίλευεν, ἤτοι ὁ νοῦς), ἐγένοντο ἕτεροι, οἳ αὐτῶν βασιλέα τὸν Δία προεστήσαντο, οἵ τινες δὴ μετὰ φρονήσεως ἔζων καὶ βουλῆς.