Ancient Greek
Section 886
Anonymi Exegesis in Hesiodi Theogoniam, Exegesis in Hesiodi theogoniam 886
Not analysed yet
886. Ζεὺς δὲ θεῶν βασιλεὺς. ὁ δὲ Ζεύς, φησίν, ἤτοι ὁ νοῦς, πρῶτον5) συνῆλθε τῇ Μήτιδι. εἰ μὴ γὰρ ὁ νοῦς βουλεύσαιτο καὶ τὸ ἐπαμφοτερίζον εἰς ἒν περιστήσειεν, οὐκ ἄλλως τὸ ἴδιον ἐνεργές. ποίαν Μῆτιν; τὴν πολλὰ εἰδυῖαν. ἐκ γὰρ φρονήσεως καὶ πολυπειρίας τὰ πάντα γινώσκει τις. ἐπεὶ δὲ τὴν Ἀθηνᾶν γεννήσειν ἔμελλεν, ἤτοι τὴν φρόνησιν, τὴν Μῆτιν6 )κατέπιε, τουτέστι τὴν ἐπαμφοτερίζουσαν τούτου βουλὴν εἰς ἓν περιέστησε καὶ1) τὸ εὔνομον ἀπεγέννησε.