Ancient Greek · ~7 min
Volume 3b,479,F
Anonymi Historici (FGrH), De Lesbo 1
Not analysed yet
PARTHEN. Narr. am. 21: Περὶ Πεισιδίκης. λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺς πλέων τὰς προσεχεῖς τῆι ἠπείρωι νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβωι· ἔνθα δὴ καθ' ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραίζειν. (2) ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα κρατερῶς ἀντεῖχον, καὶ ἐν πολλῆι ἀμηχανίαι ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκην τινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασθῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῶι τὴν πόλιν, εἴγε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. (3) ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶ μέντοι ἐγκρατὴς <τῆς> πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῶι δρασθέντι προυτρέψατο τοὺς στρατιώτας καταλεῦσαι τὴν κόρην. (4) μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσιν ποιήσας ἐν τοῖσδε· »ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου, /ἐκ δ' Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου /υἱέα Μηθύμνης τε, καὶ ἀλκηέστατον ἄλλων /αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης /†τηλίκον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις. /ἣ γὰρ ἐπ' Αἰακίδηι κούρηι φρένας ἐκπτοίησεν /Πεισιδίκηι, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν /χάρμηι ἀγαλλόμενον θηέσκετο, πολλὰ δ' ἐς ὑγρὴν /ἠέρα χεῖρας ἔτεινεν ἐελδομένη φιλότητος». εἶτα μικρὸν ὑποβάς· »δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιικὸν ἔνδοθι πάτρης /παρθενικὴ κληῖδας ὑποχλίσσασα πυλάων· /ἔτλη δ' οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας /χαλκῶι ἐληλαμένους καὶ δούλια δεσμὰ γυναικῶν /ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίηισ' Ἀχιλῆος, /ὄφρα νυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν /πενθεροὶ Αἰακίδαι, Φθίηι δ' ἐνὶ δώματα ναίοι /ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ (οὐδ' ὅγ' ἔμελλεν /τὰ ῥέξειν), ὀλοῶι δ' ἐπαγάσσετο πατρίδος οἴτωι. /ἔνθ' ἥγ' αἰνότατον γάμον εἴσιδε Πηλείδαο /Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον /πανσυδίηι θαμινῆισιν ἀράσσοντες λιθάδεσσιν».