Ancient Greek
Volume 3b,368,F
Anonymi Historici (FGrH), De sacris Atheniensibus 2
Not analysed yet
HARPOKR. s. v. Ἀπατούρια· Δημοσθένης ἐν τῶι Πρὸς Βοιωτόν (39, 4). ἑορτή ἐστι παρ' Ἀθηναίοις, ἣν ἄγουσι Πυανεψιῶνι ἐφ' ἡμέρας δ, ὥς φασιν οἱ τὰ περὶ ἑορτῶν γράψαντες. πόθεν δὲ ἐκλήθη ἄλλοι τε πολλοὶ εἰρήκασιν καὶ Ἔφορος ἐν β (70 F 22), ὡς διὰ τὴν ὑπὲρ τῶν ὁρίων ἀπάτην γενομένην, ὅτι Ἀθηναίων πολεμούτων πρὸς Βοιωτοὺς ὑπὲρ τῆς Μελανίας χώρας Μέλανθος ὁ τῶν Ἀθηναίων βασιλεὺς Ξάνθον τὸν Θηβαῖον μονομαχῶν ἀπατήσας ἀπέκτεινεν.