Ancient Greek
18
Anonymi In Acta Apostolorum, Ὑπόθεσις τῆς βίβλου τῶν Πράξεων 18
Unproofread scanNot analysed yet
Ἔστιν ὁ διηγούμενος τὰς Πράξεις τῶν ἀποστόλων, Λουκᾶς ὁ εὐαγγελιστής. Ἀντιοχεὺς γὰρ οὗτος ὑπάρχων τὸ γένος, ἰατρὸς δὲ τὴν ἐπιστήμην, συναπεδήμει τοῖς ἀποστόλοις, καὶ μάλιστα τῷ Παύλῳ, καὶ κἰδὼς ἀκριβῶς γράφει. Διηγεῖται δὲ ὡς ἀγγέλων ἀπολαβόντων ἀνελήφθη ὁ Κύριος. Καὶ τὴν τοῦ ἁγίου Πνεύματος ἔκχυσιν γενομένην ἐν τῇ πεντηκοστῇ ἐπί τε τοὺς ἀποστόλους, καὶ πάντας τοὺς τότε παρόντας. Τήν τε κατάστασιν τοῦ Ματθία, ἀντὶ Ἰούδα τοῦ προδότου, καὶ τὴν κατάστασιν τῶν ἑπτὰ διακόνων. Καὶ τὴν ἐκλογὴν τοῦ Παύλου, καὶ ὅσα ἔπαθεν, καὶ ὅσα οἱ ἀπόστολοι διὰ προσευχῆς καὶ τῆς εἰς αὐτὸν τὸν Χριστὸν πίστεως ἐθαυματούργησαν. Τῶν δὲ ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος καὶ Ἰωάννης, Φίλιππος καὶ Βαρθολομαῖος,, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἀλφαίου καὶ Σίμων ὁ Καναναῖος, καὶ Ἰούδας Ἰακώβου, καὶ Ματθίας ὁ συγκαταψηφισθεὶς μετὰ τῶν ἑνδεκα ἀντὶ τοῦ προδότου. Τῶν δὲ ἐγκατασταθέντων διακόνων τὰ ὀνόματα ἐστι ταῦτα· Στέφανος, Φίλιππος, Πρόχωρος, Νικάνωρ, Τίμων, Παρμενᾶς, καὶ Νικόλαος. Μετὰ ταῦτα ἐκλήθη καὶ Παῦλος σκεῦος ἐκλογῆς. Τούτων δὲ τῶν ἀποστόλων σημεῖα ἃ ἐποίησαν ἐστὶ ταῦτα· αʹ. Πέτρος καὶ Ἰωάννης ἐθεράπευσαν ἐν τῷ ὀνόματι τοῦ Κυρίου τὸν ἐκ γενετῆς χωλὸν, τὸν ἐν τῇ Ὡραίᾳ πύλῃ καθήμενον. βʹ. Πέτρος Ἀνανίαν καὶ Σάπφειραν τὴν γυναῖκα αὐτοῦ ἥλεγξε νοσφισαμένους ἀπὸ τῆς ἐπαγγελίας τῆς εἰς τὸν Θεὸν, καὶ γεγόνασι παραχρῆμα νεκροί. γʹ. Πέτρου ἡ σκιὰ ἐρχομένη ἐπὶ τοὺς ἀσθενοῦντας ἐθεράπευσεν αὐτούς. δʹ. Στέφανος ἐποίει τέρατα καὶ σημεῖα σʹ. Φλιππος τὸν εὐνοῦχον ἐπέστησεν ἀναγινώσκοντα τὸν προφήτην Ἡσαΐαν καὶ ἐβάπτισεν αὐτόν. τʹ. Ὁ αὐτὸς Φλιππος ἐν Σαμαρείᾳ πολλὰ πνεύ