Ancient Greek
22.22 to 22.45
Anonymi In Acta Apostolorum, Ἡ τῶν ἐπιστολῶν ὑπόθεσις διὰ ἰάμβων 22.22-45
Unproofread scanNot analysed yet
Κτείνας σύνεινον, εἶτα Χριστοῦ ποιμένος Τὸν ἄρνα Παῦλον γῆς ὅλης τὸν ποιμένα, Νῦν ἐστὶ βρῶμα τοῦ κυνὸς τοῦ Κερβέρου. Παῦλος τρυφᾷ, τρυφῇ δὲ τῆς ζωηφόρου Φῶς τριττὸν ἁπλοῦν ὡς ὁρῶν θεαρχίας, Ἕπαθλον εὐρὼν τὴν ἄνω σκηπτουχίαν. Ἀἰωνίᾳ μάστιγι συντηρουμένη. Παῦλος δὲ καὶ ζῇ καὶ λαλεῖ καθημέραν, Τὸ τοῦ Θεοῦ πρόσωπον ἐμφανῶς βλέπων Εφ´ οὓς μετελθεῖν βούλεται πόνου δίχα, Ὡς εὐθείᾳ πρὶν στάθμῃ προσχὼν ἐμπείρω Τοῖς ἐν πίνακι προσφυῶς γεγραμμένοις. Ἀλλ´, ὦ βλύσας ἄβυσσον ἐνθέων λόγων, Ὡς ἐκ κρήνης ῥεύσασαν σῶν μυστῶν γλώττης Ψυχὴν ἐμὴν ἄνικμον ἐν καιρῷ δίκης εἴης ποτίζων καινὸν ἄμβροτον πόμα, Ὁ τοὺς μαθητὰς εἶπας ἐκπίνειν τότε. ν τῶν ἐν ταύτῃ τῇ βίβλῳ περιεχομένων. ! Ἐπιστολὴ γραφεῖσα τοῖς Ἐφεσίοις. Ἐπιστολὴ γραφεῖσα Φιλιππησίοις. Κολοσσαεῦσιν ἔνθεος γραφὴ Παύλου. Τὰ Θετταλοῖς γραφέντα τὸ πρῶτον Παύλου. . Τὰ δεύτερον γραφέντα Θετταλοῖς Παύλου. Τῷ Τιμοθέῳ Παῦλος ἃ πρῶτον γράφει. Πρὸς Τιμόθεον δευτέρα γραφὴ Παύλου. Ἐπιστολὴ γραφεῖσα τῷ Τίτῳ Παύλου. Φιλήμονι γραφεῖσα ῥῆσις ἐκ Παύλου. Τοῖς εὐσεβοῦσι Παῦλος Ἑβραίοις τάδε. Ἰωάννου μύησις ἡ κεκρυμμένη. ΟΠΙΝ ΒΙΕΑΟΝ ΕΠΛΝΟΡΘΩΣΑ Ιστέον, ὧ ἀναγινώσκοντες, ὅτι ἐν ταύτῃ τῇ βίβλῳ οὐχὶ τὴν αὐτὴν τάξιν εὑρήσετε τῶν τοῦ ἁγίου Παύλου Ἐπιστολῶν, ἢν καὶ οἱ προγεγραμμένοι στίχοι σημαίνουσι, καὶ τὸ ἀντίγραφον περιεῖχεν, ἐξ οὗ πάντα ταυτὶ τὰ ἐντυπωθέντα ἐλήφθησαν. Ἀλλ´ ἡμεῖς γὰρ ἑτέροις δυσὶν ἀντιγράφοις οὐχ ἣττον ἐκείνου τῇ τε παλαιότητι καὶ τῇ ὁρθογραφίᾳ προθχουσι καὶ τιμίοις ἀκολουθήσαντες, ἔτι δὲ καὶ μηδαμοῦ τοὺς Ῥωμαίους ἰδόντες τὴν αὐτὴν τῇ προειρημένῃ τηρήσαντας σύνταξιν, ταύτην μάλιστα προειλόμεθα. καὶ τῇς νῦν ἐκδόσεως ἡξιώσαμεν. Ἐκεῖ μὲν γὰρ τὴν πρὸς Ἐβραίους ἐπιστολὴν πρὸ τῶν δύο τῶν πρὸς Τιμόθεον καὶ τῶν ἐφεξῆς τεταγμένην ἑωρῶμεν, ὥστε τὴν πρὸς Φιλήμονα τελευταίαν καθίστασθαι. Ἐνταῦθα δὲ τὴν αὐτὴν πρὸς Ἑβραίους ἐσχάτην πάντων γεγραμμένην ἐφυλάξαμεν. Ἔῤῥωσθε.