Ancient Greek
25
Anonymi In Acta Apostolorum, Κεφάλαια τῶν Πράξεων τῶν ἀποστόλων 25
Unproofread scanNot analysed yet
τῆς ἐξαναστάσεως διδασκαλίας Χριστοῦ, καὶ ὀπτασίας πρὸς τοὺς μαθητὰς, καὶ περὶ ἐπαγγελίας της τοῦ ἀγίου Πιεύματος δωρεᾶς, θέας τε καὶ τρόπου τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας. Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποστολῆς Ἰούδα τοῦ προδότου· ἐν ᾧ περὶ ἀντεισαγωγῆς Ματθίου κᾶκρωθέντος χάριτι Θεοῦ διὰ προσευχῆς. Περὶ θείας τοῦ ἀγίου Πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστῆς γενομένης εἰς τοὺς πιστεύσαντας, ἐν ᾧ Πέτρου. κατήχησις περὶ τούτου ἐκ τῶν προφητῶν, περὶ πάθους καὶ ἀναστάσεως καὶ ἀναλήψεως Χριστοῦ, δωρεᾶς τε τοῦ ἁγίου Πνεύματος· περὶ πίστεως τῶν παρόντων, καὶ τῆς διὰ τοῦ ἕαπτίσματος αὐτῶν σωτηρίας, περὶ ὁμονοίας κοινωφελοῦς, καὶ προσθήκης τῶν πιστευόντων. Περὶ τῆς ἐν Χριστῷ θεραπείας τοῦ ἐκ γενετῆς χωλοῦ, Πέτρου τε κατηχήσεως ἐκλεκτῆς, συμπαθητικῆς, συμβουλευτικῆς πρὸς σωτηρίαν αὐτῶν. Ἐν ᾧ ἐπιστασίᾳ τῶν ἀρχιερέων ήλῳ τοῦ γεγονότος, καὶ κρίσις τοῦ θαύματος. Περὶ ἀπίστων ἀρχιερέων προσταττόντων, ὡς οὐ δεῖ παρῥησιάζεσθαι ἑπὶ τῷ ὀνόματι τοῦ xριστοῦ, καὶ ἀνανεώσεως τῶν. ἀποστόλωνεὐχαριστία ἀπὸ τῆς Ἐκκλησίας ὑπὲρ τῆς τῶν ἀποστόλων πιστῆς καρτερίας· περὶ ὁμοόχου καὶ καθολικῆς κοινωνίας τῶν πιστευΚσάντων. Ἐν ὦ περὶ Ἀνανίου καὶ Σαπρείρας, καὶ πικρᾶς αὐτῶν τελευτῆς. Ἔτι τοὺς ἀποστόλους ἐμβληθέντας τῷ δεσμωτηρίῳ, ἄγγελος Θεοῦ νύκτωρ ἐξέωσεν ἐπιτρέψας ἀκωλύτως κὴρύσσειν τὸν Ἰησοῦν ἐν ᾧ ὅτι τῇ ἐξῆς αὐτοὺς οἱ ἀρχιερεῖς πάλιν Κσυλλαβόμενοι, ἐφ´ ᾧ μηκέτι διδάσκειν, μαστίξαντες ἀπέλυσαν. Γαμαλιὴλγνώμη πιστὴ περὶ τῶν ἀποστόλων μετὰ παραδειγμάτων τινῶν καὶ ἀποδείξεων Περὶ χειροτονίας τῶν ἑπτὰ διακόνων. Ιουδαίων ἐπανάστασις καὶ συκοφαντία περὶ Στεφάνου, αὐτοῦ τε δημηγορία περὶ τῆς πρὸς Ἀβραὰι διαθήκης τοῦ Θεοῦ, καὶ περὶ ροωροοΟ