Ancient Greek · ~63 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 1
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.1.10.1
Not analysed yet
Περὶ δὲ κατηγορίας καὶ ἀπολογίας ἐχόμενόν ἐστιν εἰπεῖν, ἐκ πόσων καὶ ποίων ὁρμώμενος ὁ κατηγορῶν ἢ ὁ ἀπολογούμενος ποιήσει τοὺς συλλογισμοὺς καὶ τὰς ἀποδείξεις τοῦ προκειμένου. [b 3] δεῖ γοῦν λαβεῖν τρία ἐνταῦθα, ἃ σκοποὶ τῷ κατηγόρῳ καὶ τῷ ἀπολογου μένῳ, ὡς ἐκεῖ τῷ συμβουλεύοντι πέντε. πρῶτον μέν, τίνων ἕνεκα καὶ πόσων ἀδικεῖ ὁ βλάπτων τινά, ἤγουν τίνα εἰσὶ τὰ ἐν οἷς βλάπτει μὲν οὗτος, ἕτερος δὲ βλάπτεται καὶ κατηγορεῖ, τυχὸν χρήματα, ἡδονὴ καὶ τιμή, καὶ ἐφεξῆς τίνα ἐρεῖ καὶ πόσα· καὶ ὁ μὲν κατήγορος ἐρεῖ διὰ ταῦτα ἀδικῆσαι τόνδε τὸν ἐναγόμενον, ὁ δὲ ἐναγόμενος δείξει ὡς οὐ διὰ ταῦτα. [b 4] δεύτερον δέ, πῶς αὐτοὶ διακείμενοι ἀδικοῦσιν, ἤτοι δυνάμενοι, πλούσιοι ὄντες, λαθεῖν ὑπολαμβάνοντες, φίλοι τῶν κριτῶν ὄντες, καὶ ὅσα ἐφεξῆς παραδώσει μετὰ τὸ τεχνῶσαί σε ἐν ἐκείνοις, δι’ ἃ ἀδικοῦσι, καὶ διδάξαι σε, πόσα εἰσὶ καὶ τίνα, δι’ ἃ ἀδικοῦσιν οἱ ἀδικοῦντες· τάξιν γὰρ ἀρίστην τηρεῖ καὶ ἀλληλουχίαν. [b 5] τρίτον ἐπὶ τούτοις, τοὺς ποίους καὶ πῶς ἔχοντας ἀδικοῦσιν, ἤγουν τοὺς ἀσθενεῖς, τοὺς ἔχοντας πράγ ματα τοιαῦτα, ὧν αὐτοὶ χρῄζουσι, τοὺς ῥαθύμους καὶ ἀμελεῖς, τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, τοὺς αἰδήμονας, τοὺς αἰσχυν τηλούς· ὥσπερ πάλιν καὶ περὶ τούτων ἑπομένως διδάξει μετὰ τὸ παραδοῦναι λόγους γενναίους τε καὶ ἀρίστους περὶ τοῦ πῶς αὐτοὶ διακείμενοι ἀδικοῦσι. πρῶτον οὖν παραδοτέον, τίνα καὶ πόσα εἰσί, δι’ ἃ τινες ἀδικοῦ σιν· ἀλλὰ πρότερον εἴπωμεν, τί ἐστι τὸ ἀδικεῖν, εἶτα καὶ περὶ τῶν ἑξῆς λέγωμεν. [b 6] ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἕκαστον παρὰ τὸν νόμον· δεῖ γὰρ προϋποθεῖναι πρότερον, τί τὸ ἀδικεῖν, καὶ πῶς ἀδικεῖ τις, ἑκὸν ἢ ἄκων, καὶ πότε ποιεῖ τις ἑκών, καὶ διὰ τί μοχθηρός ἐστι καὶ ἀδικητικός, ὅτι διὰ χρήματα τυχὸν ἢ νίκην. καὶ μετὰ ταῦτα εἰπεῖν περὶ τῶν ὑποσχεθέντων τριῶν. ἀδικία ἐστὶ τὸ βλάπτεσθαί τινα παρὰ τὸν νόμον. [b 7] ὁ δὲ νόμος ἴδιός ἐστιν ἢ κοινὸς ἤγουν φυσικός, ἴδιος μέν, καθ’ ὃν νόμον ἐγγράφως τεθέντα καὶ κυρωθέντα παρὰ νομοθετῶν καὶ τῶν τῆς πολιτείας σοφῶν, κοινὸς δὲ νόμος ὁ ἄγραφος καὶ πᾶσιν ὁ αὐτὸς ὁμολογούμενος, οἷον τὸ γονεῖς τιμᾶν, τὸ τὸν μὲν ὠνεῖσθαι, τὸν δὲ πωλεῖν, καὶ τὸν μὲν μισθοῦν, τὸν δὲ ἐκμισθοῦν. χρῄζομεν δὲ καὶ ἑτέρου λήμματος, πῶς ἀδικοῦσιν οἱ ἀδικοῦντες, ἑκόντες ἢ οὔ, καὶ τί ἐστι τὸ ἑκόντας ποιεῖν· [b 10] ὅταν εἰδότες ποιῶμεν καὶ μὴ ἀναγκαζόμενοι· εἰ γὰρ ἀκούσιόν ἐστι τὸ βίᾳ καὶ δι’ ἄγνοιαν, ἑκούσιον τὸ μήτε ἐξ ἀγνοίας μήτε διὰ βίαν. βούλεται οὖν εἰπεῖν, ὅτι ἐκεῖνός ἐστιν ἄδικος ὁ μετὰ προαιρέσεως βλάπτων, ἐπεὶ πολλάκις ἑκουσίως μὲν ποιεῖ τις, οὐ μὴν προαιρούμενος· τὸ γὰρ ῥίπτειν ἐν πελάγει τὰ χρήματα ἑκούσιον μέν, οὐ μὴν προαιρέσεως, ἀλλ’ ἀπὸ βίας τινὸς ἢ ἀνάγκης. ἐφίσταται δέ ποτε καὶ ὁ φίλος αἴφνης ἐμοὶ ἑκουσίως μέν, οὐ μὴν προεβουλευσάμην ἢ προέκρινα ἐλθεῖν αὐτόν, ἀλλ’ ἄφνω ἐπέστη, ἑκόντι δέ μοι. [b 10] ὅσα οὖν ἑκόντες ποιοῦμεν, οὐ πάντα προαιρούμεθα· εἰ γὰρ κελευσθῇ τις ὑπήκοος τόνδε ἀποκτεῖναι, ἑκούσιον μὲν τοῦτο ποιεῖ, οὐ μὴν δὲ καὶ προαιρετόν· προαιρετὸν γάρ ἐστιν, ὅταν ὄντων πολλῶν, περὶ ὧν ἡ βουλή, ἀνθέλωμαι τόδε τοῦδε. ὅσα μὲν οὖν ἑκούσια, οὐ πάντα προαιρετά· [b 11] ὅσα δὲ προαιρούμενοι πράττο μεν, ταῦτα καὶ ἑκόντες καὶ εἰδότες ποιοῦμεν. τοιαῦτα δ’ ἂν εἶεν οὐ μόνον τὰ ἀγαθὰ ἀλλὰ καὶ τὰ ἀδικήματα· ὅτε γὰρ ἀγαθὸς μετὰ προαι ρέσεως καὶ γνώσεως ὀφείλει ποιεῖν, εἰ μέλλει κυρίως ἀγαθὸς εἶναι, ὅ τ᾽ ἄδικος ὁμοίως μετὰ προαιρέσεως καὶ γνώσεως πράττων ἄδικος λεχθήσεται· οὐ γὰρ ἄγνοιαν προβαλεῖται, ὅτι οὐδεὶς ὃ προαιρεῖται ἀγνοεῖ. [b 12] τίνα δὲ τὰ δι’ ἃ προαιροῦνται βλάπτειν; προθεωρείσθω γὰρ καὶ τοῦτο. κακία καὶ ἀκρασία· ἐὰν γάρ τινες ἔχωσι μοχθηρίαν μίαν ἢ πολλάς, περὶ ἐκεῖνο ἄδικοί εἰσιν, εἰς ὃ μοχθηροί εἰσιν. ἐπιφέρει δὲ καὶ τὰ παραδείγματα· [b 16] οἷον ὁ μὲν ἀνελεύθερος μοχθηρίαν καὶ κακίαν ἔχει τὴν περὶ τὰ χρήματα καὶ οὕτως ἀδικεῖ, ὁ δὲ ἀκό λαστος κακίαν καὶ μοχθηρίαν ἔχει τὴν περὶ τὰς σωματικὰς ἡδονὰς καὶ περὶ ἐκείνας ἀδικεῖ, ὁ δὲ μαλακὸς περὶ τὰ ῥᾴθυμα ἠσχόληται. μαλακὸς δὲ ὁ περὶ τὴν τῶν ἀμφιασμάτων λαμπρότητα καὶ τὰς θρύψεις καὶ τὰς χλιδὰς ἐπτοημένος καὶ οὐδ’ ἂν ἔχειν τὴν ἐσθῆτα βουλόμενος· ἀδικεῖ οὖν βλάπτων, ἐπεὶ ῥᾳθυμίας διδάσκαλος γίνεται, καὶ παρὰ τοῖς Λάκωσιν ὡς κλέπτου ἔγκλημα ἀποφερόμενος κολάζεται. ναὶ μὴν ὁ μαλα κὸς τῶν ἡδέων ἐφίεται· ἐὰν οὖν ἴδη προσόν τισιν ἡδύ τι, ἀποστερεῖ καὶ ἀδικεῖ. [b 18] ὁ δὲ δειλὸς κακίαν ἔχει τὴν περὶ τοὺς φόβους καὶ τοὺς κινδύνους· ἀδικοῦσιν οὖν οἱ δειλοὶ τοὺς συγκινδυνεύοντας ἐγκατα λιμπάνοντες. ὁ δὲ φιλότιμος τιμῆς ὀρεγόμενος ἑαυτῷ μόνῳ προσάπτει πάντα τὰ ἐξ ὧν ἡ τιμή· ἀδικεῖ οὖν λέγων τοὺς ἄλλους ἀσόφους καὶ μὴ ἐπιστήμονας. [b 20] ὁ δὲ ὀξύθυμος μοχθηρίαν ἔχων καὶ κακίαν ἐν ταῖς ὀργαῖς ἀδικεῖ πολλοὺς διὰ τὴν ὀργὴν ζητῶν ἀμύνασθαι καὶ πρᾶξαι τὰ τοῦ θεοῦ. ὁ δὲ φιλόνικος διὰ νίκην, ἧς ὀρεγόμενος ἀδικεῖ τινας δωροδοκῶν πολλάκις καὶ σκαιωρίας ἐπινοῶν τινας καὶ τὰ φέροντα πρὸς τὸ τυχεῖν τῆς νίκης. [b 21] ὁ πικρὸς δὲ διὰ τιμωρίαν κακὸς ὢν ἀδικεῖ μὴ καταλλαττόμενος, ἀλλὰ πολλάκις φονεύων ἢ παίων τινάς. ἀδικεῖ οὖν οὐχὶ καταλλαττόμενος. ὡς εἴπομεν, διὰ τὴν κακίαν, ἣν ἔχει περὶ τὸ τιμωρῆσαί τινας. ὁ δὲ ἄφρων ἀδικεῖ, διότι κακίαν ἔχει τὴν ἄγνοιαν τοῦ δικαίου καὶ τοῦ συμφέροντος, καὶ πολλάκις οἰόμενος τὸ δί καιον ἄδικον τὸ δ’ ἄδικον δίκαιον τόνδε μὲν κρίνει εἶναι ἄδικον δίκαιον ὄντα, τόνδε δὲ δίκαιον ἄδικον ὄντα. [b 22] ὁ δὲ ἀναίσχυντος κακίαν νοσεῖ τὸ ὀλιγωρεῖν δόξης· ὀλιγωρῶν οὖν δόξης ποιεῖ τὰ μὴ θεμιτὰ προ φανῶς, οὐκ αἰδούμενος παίει τὸν αἰδούμενον, ὑβρίζει αἰσχρῶς, ἁρπάζει τὰ μὴ προσήκοντα. ὁμοίως δὲ καὶ ἕκαστος τῶν ἄλλων περὶ ἕκαστον πάθος κακίας ὃ νοσεῖ ἀδικεῖ. [b 24] δῆλον δὲ περὶ τούτων, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς ἐν τοῖς Ἠθικοῖς εἰρημένων, τὰ δὲ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων ἐφεξῆς· μέλλει γὰρ εἰπεῖν περὶ παθῶν ἐφεξῆς. τούτων δὲ τεθέντων ὡς λημμάτων ἀναγκαίων πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἐπαναλήψομαι, ὅπερ ὑπεσχέθην, καὶ ἐρῶ σοι πάλιν, ὅτι μέλλω εἰπεῖν περὶ τριῶν, ἵνα σοι ἡ *ἤδη γινομένη προκατάστασις διευκρινεῖ σοι τὰ λεγόμενα· [b 27] πρῶτον μέν, τίνος ἕνεκα ἀδικοῦσι· πόσων γὰρ ἕνεκα, συνετῶς ἀκροωμένῳ σοι τάχα δεδήλωκα· τοσαῦτα γὰρ ἀδικοῦσιν, ὅσα καὶ πάθη ἔχουσι κακίας. ὅσα τοίνυν πάθη κακιῶν καὶ μοχθηριῶν, τοσαῦτα . καὶ ἀδικήματα. ῥητέον οὖν πρῶτον, τίνος ἕνεκα ἀδικοῦσι, δεύτερον, πῶς ἔχοντες, τρίτον, τίνας ἀδικοῦσι. [b 28] πρῶτον δὲ τὸ πρῶτον κείσθω, τίνων ὀρεγόμενοι ἐγχειροῦσιν ἀδικεῖν, ὅτι τῶν ἡδέων καὶ ποθητῶν αὐτοῖς ἢ χρημάτων ἢ νίκης ἢ δόξης, καὶ ποῖα φεύγοντες ἀδικίαν ποιοῦσι, ζημίαν, πενίαν, ποῖα †,κακῶν ἀπέλευσιν καὶ τὰ ἀνιαρὰ καὶ τὰ ἐναντία οἷς ποθοῦσιν· εἰ γὰρ ἐρῶσιν ὡς ἡδέων τῶνδε, πάντως τὰ ἐναντία φεύγουσιν. [b 29] ἔστω δὲ δῆλον, ὅτι τῷ μὲν κατηγοροῦντι σκοπὸς λέγειν, πόσα ὑπάρχει τῷ ἀντιδίκῳ καὶ ποῖα ἡδέα, ὧν ἐφιέ μενος ἀδικεῖ, τῷ δὲ ἀπολογουμένῳ, ποῖα καὶ πόσα τούτον τῶν ἀδικημάτων οὐχ ὑπάρχει. [b 32] πάντες δὴ πάντα πράττουσι τὰ μὲν οὐ δι’ ἑαυτούς, τὰ δὲ δι’ αὑτούς. προθέμενος εἰπεῖν, τίνος ἕνεκα ἀδι κοῦσιν οἱ ἀδικοῦντες καὶ τίνος ἐφιέμενοι βλάπτουσιν, εἰ μὲν εἶπεν, ὅτι διὰ τὰ ἀγαθὰ αὐτοῖς ἢ φαινόμενα ἀγαθὰ ἢ ἡδέα κυρίως ἢ τὰ φαινόμενα ἡδέα ἀδι κοῦσιν, εἶπεν ἂν σαφῶς, καὶ εἰ ἔφη, ὅτι, ὅσα δι’ αὑτοὺς πράττουσιν ἑκόντες, ἐκεῖνά εἰσιν ἡδέα αὐτοῖς ἢ κυρίως ἢ φαινόμενα, ὧν ὀρεγόμενοι τοὺς πλου σίους πολλάκις ἀδικοῦσιν, ἀπήλλαξεν ἂν πραγμάτων τὸν ἀκροατήν· νῦν δὲ τῆς συνήθους δεινότητος ἔχεται καὶ τέως πρῶτον ἐκ διαιρέσεως εὑρίσκει, [1369a 5] ὅτι δι’ ἑπτὰ αἰτίας πράττουσιν οἱ πράττοντες, ὅσα πράττουσι. διὰ τύχην, ὅταν ἐν ἐρήμῳ τοξεύων ἐπέτυχέ τινος κατὰ τύχην ὁδεύοντος. τυχὸν ἐχθροῦ ἢ λῃστοῦ, ἢ διψῶν καὶ ἐξελθὼν πολιορκίας οὔσης ἐν έτυχε κοιμωμένῳ τῷ στρατηγῷ τῶν πολεμίων καὶ πεφόνευκεν αὐτόν, ἢ ῥίψας ὡς δειλὸς τὴν ἀσπίδα τινὰ πολέμιον ἐφόνευσε καὶ νίκην εἰργάσατο. [a 6] διὰ βίαν, ὅτε λιμώττων τις πολλὰς ἡμέρας ἅψεται κρεάτων ἀνοσίων, καὶ ὅτε πολυήμερον δίψαν διψήσας γεύσαιτο θαλάττης· πολλαὶ δὲ μητέρες καὶ οἰκείων βρεφῶν ἀπεγεύσαντο, ὡς ἱστορεῖται ἱστορικοῖς. διὰ φύσιν, ὡς οἱ Αἰθίοπες Αἰθίοπας τίκτουσι τῇ φύσει· φύσει οὖν τὸ παῖδα ποιεῖν ὅμοιον ἑαυτῷ ὡς ἐπὶ τὸ πλεῖστον· καὶ ἕτερα δὲ πολλὰ κατὰ φύσιν πράττε ται παρ’ ἡμῶν, ὡς τὸ πατέρας τιμᾶν, τὸ αἰδεῖσθαι καὶ ἄλλα. δι’ ἔθος, ὅτε τις ἐθισθεὶς ἐν ἀγορᾷ περιπατεῖν ἐρᾷ διατρίβειν καὶ ἐκεῖσε ἢ ἐν καπηλείῳ ἢ ἐν ἄλλοις τισὶ καὶ τούτων ἔχεται δι’ ἔθος. διὰ λογισμόν, ὁπότε καθ’ ἑαυτὸν ἐννοήσω εἰ πόνοις ἐμαυτὸν ἐπιδώσω διὰ λόγους, φιλοσοφίας ἐπιτεύξομαι· εἰ ἐμπορικῶς σταλῶ θαλαττοπορῶν, πλουτήσω· εἰ φιλέρημος γενήσομαι καὶ φιλήσυχος, καθαρθήσομαι καὶ ἐλλαμφθήσομαι τὴν διάνοιαν. [a 7] διὰ θυμὸν καὶ ὀργήν, ὅταν ἢ κολάζῃ τις ἢ τιμωρῇ, τὸ μὲν ὡς παιδεύων καὶ σωφρονίζων, τὸ δὲ ὡς ἐκπληρῶν τὴν ἐπιθυμίαν τοῦ θυμοῦ. δι’ ἐπιθυμίαν, ὅτε τις τὰ ἡδέα διώκει, ὁρατά, ὀσφραντά, γευστά, ἁπτά, ἀκουστά. ὅπερ οὖν ἔλεγον, πρῶτον εὑρίσκει ἀπὸ τῆς διαι ρέσεως, ὅτι πάντα, ὅσα πράττουσί τινες, δι’ αἰτίας ἑπτὰ ποιοῦσιν, εἶτα λέγει κατ’ ἐκεῖνα ἀδικεῖν τινας, ὅσα δι’ ἑαυτοὺς πράττουσιν ἡδέων τινῶν ἐφιέμενοι, μετὰ ταῦτα διορίζεται, τίς ἐστιν ὁ τῆς ἡδονῆς ὅρος καὶ τότε λέγει ἡδέα τυγχάνειν τά τε ποιητικὰ αὐτῆς καὶ τὰ φθαρτικὰ τῆς λύπης καὶ ἄλλα τινά· καὶ οὕτως ἀκολούθως δεικνύει σοι, πόθεν κατασκευάσαι ἕξεις, ὅτι ὅδε ὀρεγόμενος τούτου καὶ ἐφιέμενος ἠδίκησεν. ὁρᾷς, ὅπως ἀναγκαία ἡ προθεωρία διὰ τὴν δεινότητα. ὅρα οὖν τὴν λέξιν, ὅρα δὲ καὶ τὴν διαίρεσιν. [1368b 33] οἱ πράττοντες ἢ δι’ ἑαυτοὺς πράττουσιν ἢ οὐ δι’ ἑαυτοὺς ἤτοι οὐ προαίρεσιν ἔχοντες τόδε πρᾶξαι, ὡς ὁ ῥίψας τὴν ἀσπίδα ὡς δειλὸς καὶ τυχὼν τοῦ πολεμίου καὶ νίκην ποιήσας. ἑκάτερον δὲ τῶν δύο μερῶν τῆς πρώτης διαιρέσεως ὑποδιαιρῶν πρῶτον ἴδε, εἰς τίνα τέμνεται τὸ οὐ δι’ αὑτούς· [b 34] τούτου οὖν ἤτοι τῶν οὐ δι’ αὐ τοὺς πραττόντων τὰ μὲν διὰ τύχην πράττονται, τὰ δὲ ἐξ ἀνάγκης· τῶν ἐξ ἀνάγκης δὲ τὰ μὲν βίᾳ, τὰ δὲ φύσει. εἰρήκαμεν δὲ τούτων τὰ παραδείγματα ἐν τῇ ἀπαριθμήσει αὐτῶν καὶ οἷον προθεωρίᾳ· ὥστε ἐκ τοῦ ἑνὸς μέρους εὑρέθησαν τρία, ὅσα πράττουσί τινες οὐ δι’ αὑτούς. χρῄζει δὲ τῶν λεγομένων καὶ ἀκολουθεῖ ὁ ἀκροώμενος κατὰ μικρόν. τὰ μὲν ἀπὸ τύ χης, τὰ δὲ φύσει, τὰ δὲ βίᾳ. ἴδε δὲ καὶ τὸ ἄλλο μέρος. [b 37] τῶν γὰρ δι’ ἑαυτοὺς καὶ ὧν αὐτοὶ αἴτιοι τὰ μὲν δι’ ἔθος πράττομεν ἐνεθισθέντες ἐκ βρέφους τῷ πράγματι καὶ ἀσπαζόμενοι ἐκεῖνο, ὁποῖον ἂν τύχοι, τὰ δὲ δι’ ὄρεξιν· τῆς δὲ ὀρέξεως ἡ μὲν λογιστικὴ ὄρεξις, ἡ δὲ ἄλογος. [1369a 2] καὶ ἡ μὲν λογιστικὴ ὄρεξις καὶ βούλησίς ἐστιν ἀγα θοῦ μετὰ λόγου ὄρεξις· οὐδεὶς γὰρ βούλεταί τι φαῦλον, ἀλλ’ ἦ ἀγαθοῦ καὶ τούτου ὀρέγεται. [a 4] ἄλογοι δὲ ὀρέξεις θυμὸς καὶ ὀργαὶ καὶ ἐπιθυμίαι. ὥστε ἐκ τῆς διαιρέσεως σύναξον, ὅτι πάντα, ὅσα πράττουσι, δι’ αἰτίας ἑπτὰ πράττουσι, διὰ τύχην, ὡς εἴρηται, διὰ βίαν, διὰ φύσιν, δι’ ἔθος, διὰ λογισμόν, δι’ ἐπιθυμίαν· [a 7] τὸ δὲ προσδιαιρεῖσθαι καὶ λέγειν, ὅτι καὶ καθ’ ἡλικίας πράττουσι νέοι ὄντες ἢ γέροντες ἢ καθ’ ἕξεις πράττουσι δικαιοσύνης ἢ ἀρετῆς ἢ κακίας (ἔχοντες γὰρ τὴν ἕξιν ἐκ τῶν καθ’ ἕκαστα πράττουσί τινες, ἃ πράττουσι), περιττόν ἐστι παντελῶς· ἀνάγονται γὰρ πάντα τὰ δι’ ἃ πράττουσι τινες εἰς ταῦτα. [a 9] εἰ γὰρ καὶ τοῖς νέοις συμβέβηκεν ἢ ὀργίλοις εἶναι ἢ ἐπιθυμητι κοῖς, πάντα ταῦτα οὐ διὰ τὴν νεότητα ὡς αἰτίαν πράττουσί τινες, ὡς αἰτιῶν οὐσῶν τῆς πλουσιότητος καὶ τῆς πενίας. ἀλλὰ διὰ ποίαν αἰτίαν πράττουσιν οἱ πλούσιοι καὶ οἱ πένητες, ἃ πράττουσιν; ἦν μὲν προ χείρως εἰπεῖν, ὅτι δ’ ἐπιθυμίαν, διότι οἱ μὲν πένητες ἐφίενται χρημάτων, οἱ δὲ πλούσιοι ἐπιθυμοῦσιν ἡδονῶν· ὁ δὲ λέγει πρώτην αἰτίαν εἶναι τῶν πραττομένων παρ’ αὐτοῖς τοῖς μὲν πτωχοῖς ἔνδειαν, τοῖς δὲ πλουσίοις ἐξουσίαν, δι’ ἣν ἐπιθυμοῦσι τῶν μὴ ἀναγκαίων ἡδονῶν· ἐπανορθούμένος δέ σου τὴν πλάνην φησὶν [a 15] ἀλλὰ καὶ τούτων αἰτία ἡ ἐπιθυτόν· μία. ὁμοίως δὲ καὶ ὅσα πράττουσιν οἱ δίκαιοι καὶ οἱ ἄδικοι πράττουσι μὲν κατὰ τὰς ἕξεις, πλὴν ἐξετάσας αὐτοὺς εὑρήσεις ἢ δι’ ὄρεξιν ἢ δι’ ἔθος ἢ διὰ λογισμὸν χρηστὸν ἢ φαῦλον πράττοντάς τι· ταῦτα δὲ τῶν ἑπτὰ αἰτῶν ἤσαν. [a 17] ἢ γὰρ διὰ λογισμὸν ἢ διὰ πάθος ὀρέξεως λογιστικῆς ἢ ἀλόγου ἤτοι διὰ θυμὸν καὶ ἐπιθυμίαν ἢ διὰ ζῆλον ἐπαινε τοῦτο δηλῶν ἐπήγαγε [a 18] πλὴν τῶν καθ’ ἕξεις πραττόντων οἱ μὲν πράττουσι δι’ ἔθος χρηστὸν καὶ λογισμὸν ἐπαινετόν, οἱ δὲ διὰ φαῦ λον ἔθος καὶ λογισμὸν κακόν. οἱ πλούσιοι διὰ τὴν ἐπιθυμίαν ἐπιθυμοῦσι τῶν μὴ ἀναγκαίων ἡδονῶν· [a 16] καὶ οἱ ἄλλοι οἱ λεγόμενοι πράτ τειν κατὰ τὰς ἄλλας ἕξεις ἤτοι σωφροσύνην ἢ ἀνδρείαν· διὰ ταῦτα πράττουσιν ἤτοι τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ οὐχὶ διὰ πλοῦτον ἢ πενίαν ἢ νεότητα ἢ γῆρας· ἢ γὰρ διὰ τὸν λογισμὸν ἤτοι διὰ τὸν λόγον τι πράττουσιν ἢ διὰ πάθος. πάθη εἰσὶν ἡ μεγαλοπρέπεια καὶ ἡ φιλο τιμία. ἀλλ’ οἱ μὲν πράττουσι δι’ ἦθος, οἷον εἴθισέ τις ποιεῖν τι καὶ ποιεῖ τοῦτο. πάθη χρηστά, τὴν φιλοτιμίαν φησί. [a 19] καὶ τὰ τοιαῦτα ταῖς τοιαῖσδε ἕξεσιν, οἷον τῇ σωφροσύνῃ ἀκολουθεῖ χρηστὴ ἐπιθυμία, ταῖς δὲ τοιαῖσδε ἕξεσιν, οἷον τῇ ἀκολασίᾳ, τὰ τοιάδε φαῦλαι δηλονότι ἐπιθυμίαι. [a 25] εἰ μὲν γὰρ λευκὸς ἢ μέλας, ἤτοι οὐδὲν ὀφείλομεν θεωρῆσαι, τί ἀκολουθεῖ τῷ Σωκράτει ὡς λευκῷ ἢ μέλανι ἢ μεγάλῳ ἢ μικρῷ· ἀπὸ γὰρ τοῦ εἶναί τινα λευκὸν ἢ μέλανα οὐδεμία διαφορὰ τοῖς ἤθεσι θεωρεῖται τῶν ἀνθρώπων, ἀπὸ δὲ τοῦ εἶναι νέον ἢ πρεσβύτην δίκαιον ἢ ἄδικον μεγάλη διαφορὰ τοῖς ἤθεσι τῶν ἀνθρώπων ἐπιγίνεται. [a 28] καὶ ὅλως ὅσα ἀπὸ τῶν συμβαινόντων τὰ ἤθη τῶν ἀνθρώ πων ποιοῦσι διάφορα, οἷον αἱ τοιαίδε ἢ τοιαίδε ἕξεις καὶ κράσεις, οἶον διοίσει τις ἐν τῷ δοκεῖν πλουτεῖν ἢ πένεσθαι· ὁμοίως δὲ καὶ ἡ εὐτυχία καὶ ἡ ἀποτυχία διάφορα τὰ ἤθη τῶν ἀνθρώπων ποιεῖ. [a 32] ὅσων δὲ ἡ αἰτία ἀόριστος καὶ μὴ ἕνεκά του γίνεται, ταῦτα γίνονται κατὰ τύχην (γράφεται καὶ ἕνεκα τούτου)· ὃ γὰρ γίνεται κατὰ τύχην, ἦν ἂν ἕνεκά του, εἰ σκοπὸν τοῦτο ἔθεμεν ποιῆσαι· οἷον εἰ εἰς τὴν ἀγορὰν ἀπελ θὼν ὠνήσασθαι ἰχθὺν εὗρον τὸν χρεωστοῦντά μοι καὶ ἀπέδωκέ μοι τὸ χρέος, τοῦτο κατὰ τύχην, εἰ δὲ ἀπῆλθον εἰς τὴν ἀγορὰν διὰ τὸ ἐντυχεῖν τῷ χρεώστῃ καὶ ἐντυχὼν τῷ χρεώστῃ ἔλαβον τὸ χρέος, ἔστι τοῦτο ἕνεκά του· ἔστι γὰρ ἡ τύχη αἰτία τῶν κατὰ προαίρεσιν γινομένων ἐν τοῖς ἕνεκά του γινομένοις. [b 2] ἢ ὡσαύτως ἀποβαίνει. ἀεὶ γὰρ γενειῶσιν οἱ ἄνθρωποι ὡσαύτως ἤτοι κατὰ τὸν εἰκοστὸν πέμπτον ἐνιαυτόν. περὶ δὲ τῶν παρὰ φύσιν οὐ δεῖ ζητεῖν, εἴτε κατὰ φύσιν γίνονται εἴτε παρὰ φύσιν· πάντα γοῦν τὰ παρὰ φύσιν ὥρμηνται μὲν φύσει καὶ ἐκεῖθεν λαμβάνουσι τὴν ἀρχὴν τῆς κινήσεως, οὐ κατὰ σκοπὸν δὲ τῆς φύσεως ἀποβαίνουσιν, ἡ δὲ τύχη αἰτία ἐστὶ τῶν τοιούτων ἤτοι τῶν παρὰ φύσιν. [b 6] ἔθει δὲ ποιοῦσιν, ὅσα γίνονται διὰ τὸ πολλάκις πεποιηκέναι. διὰ λογι σμὸν δέ, ὅσα γίνονται διὰ τὸ συμφέρον· τίνα δέ εἰσι τὰ συμφέροντα, ἔγνω μεν ἐκ τῶν εἰρημένων ἀγαθῶν δοκοῦντα δὲ συμφέρειν ἢ ὡς τέλη ἢ ὡς συμβαλλόμενα πρὸς τὸ τέλος. [b 9] τινὰ δὲ ποιοῦσιν οἱ ἀκό λαστοι ὡς συμφέροντα αὐτοῖς εἰς τὸ οὗ ὀρέγονται, πλὴν πράττουσι ταῦτα οὐχ ὡς αὐτὰ καθ’ ἑαυτὰ συμφέροντα οὐδὲ δι’ ἑαυτὰ ἀλλὰ τὴν ἡδονήν. [b 12] ἡ μὲν κόλασις λέγεται ἐπὶ τοῦ πάσχοντος ὡς κω λύουσα τὴν ἄλογον ὁρμὴν αὐτοῦ, ἡ δὲ τιμωρία ἐστὶ τοῦ ποιοῦντος δι’ αὐτὸ γὰρ τιμωρεῖ, ἵνα πληρώσῃ ἣν εἶχεν ὄρεξιν τοῦ ἀντιλυπῆσαι αὐ τὸν τὸν ὀργιζόμενον. [b 16] ἡδὺ δοκεῖ καὶ τὸ ἐθιστόν, ὃ ἔχω ἔθος διαπράττειν. [b 18] ὅταν οὖν πράττωμέν τινα δι’ ἑαυτοὺς ἤτοι ὧν αὐτοί ἐσμεν αἴτιοι, ταῦτα ἢ ἀγαθά εἰσιν ἢ φαινόμενα ἀγαθά. [b 24] ἀγαθὸν δέ ἐστι καὶ ἡ τῶν κακῶν ἀποφυγὴ καὶ ἡ λῆψις τῶν ἐλαττόνων κακῶν ἀντὶ τῶν μειζόνων. [b 31] τοὺς δὲ ὅρους τοὺς νῦν λαμβανο μένους οὐ δεῖ ἀπαιτεῖν αὐτοὺς εἶναι ἀναγκαίους καὶ οὐσιώδεις· ἀρκεῖ γάρ, ἂν σαφεῖς εἰσι, κἂν ἀκριβεῖς οὔκ εἰσιν.