Ancient Greek · ~44 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 1
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.1.11.1
Not analysed yet
Ἡδονή ἐστι κίνησις τῆς ψυχῆς καὶ ἀθρόα καὶ αἰφνίδιος κατάστασις αἰσθητὴ εἰς τὴν ὑπάρχουσαν φύσιν ἤτοι εἰς τὴν κατὰ φύσιν· ὅταν γὰρ πεινᾷ τις, εἶτα ἐσθίῃ καὶ ἀναπληροῖ τὴν γαστέρα βρωμάτων, ἀθρόως ἥδεται ὡς κινούμενος εἰς τὸ κατὰ φύσιν καὶ ἀνελλιπές, οὐχὶ ἀνεπαισθή τως δὲ κινεῖται, ἀλλ’ αἰσθάνεται τῆς ἀναπληρώσεως. ἐπὶ δὲ τῆς αὐξητι κῆς κινήσεως οὐχ ἡδόμεθα, διότι ἀνεπαισθήτως κινούμεθα εἰς αὔξησιν. λύπη δέ ἐστιν ἡ εἰς τὴν παρὰ φύσιν κίνησις· παρὰ φύσιν δὲ κινεῖται, ὅταν ἡ γαστὴρ βρωμάτων ἐνδεὴς γένηται καὶ λυπῆται τὸ ζῷον. [b 35] εἰ δή ἐστιν ἡδονὴ τὸ τοιοῦτον ἤτοι ἀθρόα κατάστασις ἡ εἰς τὴν κατὰ φύσιν, λοιπὸν καὶ ἡδύ ἐστι τὸ ποιητικὸν τῆς τοιαύτης διαθέσεως· καὶ μάλιστα ἥδονται τὰ ζῷα, ὅταν λάβωσι τὴν ἑαυτῶν φύσιν, οἷον εἰ ὑγροτέρας ὄν κράσεως ξηρότερον γένηται, λυπεῖται, ἐὰν δὲ ἢ διὰ διαίτης ὑγρᾶς ἢ λουτροῦ λάβῃ τὴν κατὰ φύσιν κρᾶσιν, ἥδεται, ἢ ἐὰν ἔθος ἔχῃ τις λούεσθαι, λυπεῖται ἀποκοπῇ τοῦ ἔθους, εἰ δὲ πάλιν ποιήσει, ὃ ἔχει ἔθος, ἥδεται. [1370a 10] καὶ αἱ ἀνάγκαι οἷον αἱ ἐπιμέλειαι καὶ αἱ σπουδαὶ λυπηραὶ ὡς βίαιοι· πᾶν γὰρ πρᾶγμα ἀναγκαῖον καὶ βίαιον λυπη ρόν. τοῦτο δὲ παρέφρασεν ὁ Ἀριστοτέλης ἐκ τοῦ Εὐριπίδου λέγοντος πᾶν τ’ ἐξ ἀνάγκης δοῦλον ἔσται τοῖς σοφοῖς. ἐὰν δὲ ἔθος ἔῃ τις κοπιᾶν, ἡδὺ δοκεῖ αὐτῷ ὁ κόπος [a 1] καὶ ἅπαν ἐστὶν ἡδύ, οὗτινος ἐνῇ καὶ ἐνυπάρχει ἐπιθυμία καὶ ὄρεξις. ἄλο γοι ἐπιθυμίαι εἰσίν, ὅσων ἐπιθυμοῦσί τινες μὴ ὑπολαβόντες μηδὲ λογισά μενοι ὠφέλειάν τινα μηδὲ κέρδος ἐκ τῆς ἀναπληρώσεως τῆς τοιαύτης ἐπιθυμίας. [a 20] εἰσὶ δὲ τοιαῦται ἄλογοι αἱ φυσικαὶ καὶ αἱ διὰ σώ ματος, οἷον ἡ δίψα καὶ ἡ πεῖνα ποιεῖ ἐπιθυμίαν τῆς τροφῆς, καὶ ὁ πει νῶν φαγὼν οὐδὲν ἄλλο σπουδάζει ἢ τὸ ἐμπλῆσαι τὴν γαστέρα. εἰ δὲ καὶ ὠφέλειά τις αὐτῷ μέλλει ἐπιγίνεσθαι ἐκ τούτου, οὐκέτι λογίζεται. καὶ ἐν ἑκάστῳ εἴδει τροφῆς παρακολουθεῖ ἄλλο καὶ ἄλλο εἶδος ἐπιθυμίας καὶ ἐν τοῖς ἀφροδισίοις ἄλλη. [a 25] μετὰ λόγου δὲ ἐπιθυμίαι, ὅσων ἐπιθυ μοῦσί τινες ἐκ τοῦ λογίσασθαι καὶ πεισθῆναι, ὅτι μέλλουσι παθεῖν τι ἀγαθόν· πολλὰ γάρ τινες ἐθεάσαντο ἢ ἤκουσαν καὶ προσελογίσαντο ὠφε ληθῆναι ἐκ τοῦ τούτων ἐπιθυμῆσαι καὶ ἐπείσθησαν ὠφεληθῆναι καὶ διὰ τοῦτο καὶ ἐπεθύμησαν. [a 27] ἐπεὶ δὲ τὸ ἥδεσθαι ἐπιγίνεται ἐκ τοῦ αἰσθάνεσθαι —εἶδε γὰρ καὶ ἡ αἴσθησις καὶ ὃ εἶδε παρέπεμψε τοῦτο τῇ φαντασίᾳ, εἶτα ἐν τῇ φαντασίᾳ ὃν ἀεὶ φαντάζομαι καὶ διανοοῦμαι τοῦτο καὶ μεμνημένος ἥδομαι, οἷον ἤκουσά τι καὶ παρεπέμφθη τοῦτο τῇ φαν τασίᾳ καὶ φανταζόμενος καὶ ἐλπίζων τοῦτο γενέσθαι ἥδομαι —ἐπεὶ δὲ τὸ ἥδεσθαι γίνεται ἐκ τοῦ αἰσθάνεσθαι καὶ φαντάζεσθαι πάθος τι, ἤτοι ἢ γλυκὺ ἢ ἄλλο τι ἡδὺ ἢ ἐπαινετόν (ἔστι γὰρ καὶ λέγεται καὶ ἡ φαντα σία αἴσθησίς τις ἀμυδρὰ καὶ ἀσθενής). καὶ διὰ τοῦτο κἂν τῷ μεμνημένῳ καὶ ἐλπίζοντι παρακολουθοίη φαντασία τις καὶ συναίσθησις, οὗ μέμνηται καὶ ἐλπίζει, καὶ διὰ τοῦτο μεμνημένοι τινὲς καὶ ἐλπίζοντες ἥδονται, ἐπείπερ αἴσθησιν ἔχουσι καὶ φαντασίαν, οὗ μέμνηνται καὶ ἐλπίζουσιν. [a 32] ὥστε ἀνάγκη ἥδεσθαί τινα ἢ ἐπὶ τοῖς παροῦσιν, εἴ γε αἰσθάνεταί τις καὶ φαντάζεται παρόντα ἀγαθά, ἢ ἐπὶ τοῖς γεγενημένοις ἤτοι παρελθοῦσιν ἐπιμεμνημένος αὐτῶν ἢ ἐπὶ τοῖς μέλλουσιν ὡς ἐλπίζων αὐτά. [b 1] τὰ γοῦν μνημονευτὰ ἡδέα εἰσὶν οὐ μόνον ὅσα ἧσαν ἡδέα καὶ ὅτε παρῆν, οἷον τὸ λαβεῖν με χρήματα ἡδὺ ἦν καὶ ὅτε ταῦτα ἔλαβον, ἀλλὰ καὶ καιροῦ πολλοῦ παραρρυέντος μεμνημένος, ὅτι ἔλαβον ἀπὸ τοῦ δεῖνος χρήματα ἥδομαι· ἀλλὰ καὶ ἔνια, ὅταν ταῦτα πάσχωμεν, οὐχ ἡδέα εἰσίν, ἀλλὰ τὸ ἐκ τούτων ἀποβησόμενον, εἰ ἀγαθόν ἐστιν ἢ καλόν, ἥδομαι μεμνημένος ἐκείνων τῶν λυπηρῶν, ἀφ’ ὧν ἐπεγένετό μοι ἀγαθόν τι· οἷον τὸ δαίρεσθαι πικρόν ἐστι τότε, ὅτε δαίρομαι, ἀλλ’ εἰ μετὰ χρόνων παραδρομὴν ἐπηκολούθησέ μοι σοφία ἐκ τοῦ δαίρεσθαι ἀγαθὸν οὖσα, ἥδομαι μεμνημένος τῶν δαρμῶν ἐκείνων, ἐξ ὧν ἐπεγένετό μοι σοφία. [b 4] ἀλλ’ ἡδύ τι σωθέντα μεμνῆσθαι πόνων, Εὐριπίδου τὸ ῥητόν· καὶ τὸ μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ ἐκ τῆς Ὀδυσσείας εἴληπται. τὰ δὲ ἐλπιζόμενα δοκοῦσιν ἡδέα, εἴ γε φαίνονται μεγάλα δυνάμενα ὠφελεῖν, ὅτε τὰ παρόντα γένωνται, ἢ κἂν μὴ μεγάλως δύνανται ὠφελεῖν, ἀλλ’ οὖν ἵνα δύνωνται ὠφελεῖν ἄνευ λύπης ἤτοι ἀλύπως· κἂν μὴ ἡδονή τις μεγάλη ἐκ τούτου γίνηται, ἀλλὰ κἂν εἴη μικρὰ ἢ ἄλυπος. [b 9] ὅλως δὲ ὅσα παρόντα εὐφραίνουσι. ταῦτα ἐλπιζόμενα καὶ μεμνημένα εὐφραίνουσιν ὡς ἐπὶ τὸ πολύ. διὸ καὶ ὁ ὀργιζόμενος ἥδεται ἢ μεμνημένος, ὅπως ἐκόλασε τὸν λυπήσαντα, ἢ ἀνατυπῶν, πῶς μέλλει κολάσαι αὐτόν ἀλλὰ καὶ ὅτε κολάζει αὐτόν, ἥδε ται· ὥστε ἐπεὶ ὁ ὀργιζόμενος ἥδεται ἢ ἐν τῷ μεμνῆσθαι ἢ ἀνατυποῦν, ἃς μέλλει ἐπάξαι κολάσεις αὐτῷ, λοιπὸν ἀσθενέστερος ἔσται τοῦ ὀργιζο μένου ὁ κολασθησόμενος· [b 12] οὐδεὶς γὰρ ὀργίζεται, ὃν οὐ δύναται τιμωρῆσαι. ἀλλὰ καὶ τοῖς πολὺ οὖσιν ὑπὲρ αὐτὸν ἢ οὐδ’ ὅλως ὀργίζεται ἢ ἧττον ἤτοι μικρῶς. [b 20] ἐν ἅπασι γὰρ τοῖς τοιούτοις, καὶ ἐν τῷ γράφειν περὶ τοῦ ἐρωμένου καὶ ποιεῖν τι, μεμνημένοι αὐτοῦ οἴονται οἷον αἰσθάνεσθαι ἤτοι δοκοῦσιν ὁρᾶν αὐτόν. καὶ ἀρχὴ τοῦ ἔρωτος γίνεται, ὅταν μὴ μόνον χαίρωσιν ἐν τῷ παρεῖναι τὸν ἐρώμενον, ἀλλὰ καὶ μεμνημένοι αὐτοῦ ἀπόντος, ὃ δὴ καὶ πόθος λέγεται. [b 24] διὸ καὶ ὅταν λύπη προσγίνηται τῷ ἐρῶντι ἐν τῷ μὴ παρεῖναι τὸν ἐρώμενον καὶ ὁρᾶν αὐτὸν καὶ ἐν οἷς πενθεῖ καὶ θρηνεῖ ἥδεται. λυπεῖται μὲν ἐπὶ τῷ μὴ ὑπάρχειν τὸν ἐρώμενον, ἥδεται δὲ ἐν τῷ δοκεῖν ὁρᾶν ἐκεῖνον καὶ μεμνῆσθαι αὐτοῦ. τὸ δὲ [b 28] ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ ἵμερον ὣρσε γόοιο περὶ Ἀχιλλέως ὁ Ὅμηρος εἴρηκεν· εἰ γὰρ λυπηρὸν τὸ ἀποτυγχάνειν τοῦ τιμωρῆσαι τὸν λυπήσαντα, τὸ τυγχάνειν τοῦ τιμωρῆσαι αὐτὸν ἡδύ. τὸ[b 31] τιμωρούμενοι ἀντὶ τοῦ τιμωροῦντες ἐκληπτέον. [b 34] οὗ πάντες ἀντὶ τοῦ ἧστινος τῆς ὑπεροχῆς ἔχουσι πάντες ἐπιθυμίαν. [1371a 2] ἀστραγάλισίς ἐστι τὸ παίζειν κύτζια. [a 3] ἐσπουδασμένη ἐστὶ παιδιὰ τὰ κυνηγέσια. [a 8] καὶ ἡ τιμὴ ἥδιστον δοκεῖ διὰ τὸ φαντά ζεσθαι τὸν τιμώμενον ὅτι διὰ τοῦτο τιμῶμαι, διότι τοιοῦτός εἰμι, οἷός ἐστιν ὁ σπουδαῖος καὶ ἀγαθὸς ἀνήρ. [a 10] καὶ μᾶλλον, ὅταν πολλοί, οὓς οἴεται φιλαλήθεις εἶναι, φῶσιν αὐτὸν ἀγαθὸν εἶναι, ἥδεται. τοιοῦτοι δέ εἰσιν οἱ δοκοῦντες αὐτῷ ἀληθεύειν οἱ ἐγγὺς ἤτοι οἱ γείτονες· οὗτοι γὰρ μᾶλλον παρ’ ὃ οἱ πόρρω, εἰ λέγουσι περὶ αὐτοῦ τι ἀγαθόν, δοκοῦ σιν αὐτῷ ἀληθεύειν ὡς γινώσκοντες τὰ αὐτοῦ· [a 13] μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους ἤτοι τοὺς φρονίμους καὶ γείτονας καὶ συνήθεις παρὰ τοὺς ἐναντίους ἤτοι τοὺς ἄφρονας καὶ πόρρω· [a 14] ἐπεὶ οὐδεὶς φροντίζει τιμηθῆναι ἢ δοξασθῆναι παρὰ παιδίων ἢ θηρίων, ὧν κατὰ πολὺ καταφρονεῖ, ὅσον ἐπὶ τῷ κτήσασθαι δόξαν ἀπ’ αὐτῶν· ἀλλ’ ἐάνπερ οὐ καταφρονῇ αὐτῶν, οὐ διὰ τὸ τιμηθῆναι ἀπ’ αὐτῶν τούτου χάριν οὐ καταφρονεῖ, [a 16] ἀλλὰ δι’ ἄλλο τι, ἢ τῷ φοβεῖσθαι τὸν παῖδα ὡς βασιλέως υἱὸν ἢ τῷ ἐλπίζειν φαγεῖν αὐτὸν τὸ θηρίον. [a 21] ἀλλὰ καὶ τὸ ἀγαπᾶσθαι ἡδὺ δοκεῖ, διότι οἴεται ὁ ἀγαπώμενος, ὡς ὑπάρχει αὐτῷ τι ἀγαθόν, οὗ πάντες ἐφίενται. καὶ τὸ θαυμάζεσθαι ἡδύ, διότι ὁ θαυμα ζόμενος ἐπαινεῖται. [a 24] ἡδὺ δοκεῖ καὶ τὸ τὰ αὐτὰ πράττειν πολλάκις· ἡ γὰρ συνήθεια ποιεῖ αὐτὸν ἥδεσθαι ἐν τῷ ποιεῖν αὐτό. [a 25] ἀλλὰ καὶ ἡ μεταβολὴ ἡδὺ καὶ τὸ μεταβάλλειν ἀπὸ ἑτέρου τόπου εἰς ἕτερον ἢ τὸ μεταβάλλειν τὴν δίαιταν· καθ’ ὅσον γὰρ μεταβάλλει, οἴεται γίνεσθαι αὐτῷ μεταβολὴν καὶ ἔκτασιν εἰς φύσιν ἤτοι εἰς τὸ κατὰ φύσιν, ἐπεὶ καὶ ἡ ἡδονὴ ἀθρόα κίνησίς ἐστιν ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν. [a 26] τὸ γὰρ αὐτὸ ἤτοι τὸ μεταβάλλειν ἀεὶ καὶ συχνότερον εἰς τὸ αὐτὸ ποιεῖ ἐν αὐτῷ ὑπερβολὴν τῆς ἕξεως ἐκείνου τοῦ εἰς ὃ μεταβάλλει τῆς καθεστώσης καὶ ἐπιγινομένης αὐτῷ ἐκ τῆς συχνοτέρας μεταβολῆς· λαμβάνει γὰρ ἕξιν ἐκ τούτου αὐτοῦ. [a 28] ἀλλὰ καὶ τὰ διὰ χρόνου ἐπικτώμενά τινι ἡδέα εἰσίν. [a 33] ἐν δὲ τῷ μανθάνειν ἐπι γίνεται τὸ καθίστασθαι εἰς τὸ κατὰ φύσιν ἤτοι εἰς τὴν γνῶσιν· ἐξ ἀγνοίας γὰρ εἰς τὴν γνῶσιν καταντῶμεν ἤτοι ἐκ τοῦ παρὰ φύσιν εἰς τὸ κατὰ φύσιν. [a 35] τὸ μὲν γὰρ εὖ πάσχειν ἐστὶν ἡδὺ διὰ τὸ ἐπιτυγχάνειν, οὗ ἐπιθυμοῦσι, τὸ δὲ εὖ ποιεῖν ἡδύ ἐστι διὰ τὸ ἔχειν καὶ αὐτάρκη εἶναι ὡς καὶ διδόναι τοῖς ἄλλοις καὶ δοκεῖν ὑπερέχειν διὰ τὸ δύνασθαι καὶ ἄλλους εὐεργετεῖν, ὧντινων ἀμφοτέρων ἤτοι τοῦ ἔχειν καὶ τοῦ ὑπερέχειν ἐφίενται πάντες. [b 3] καὶ τὸ ἐπανορθοῦν τοὺς πλησίον σφάλλοντας ἡδὺ δοκεῖ τοῖς ἀνθρώποις· δοκεῖ γὰρ αὐτοῖς ἐν τῷ ἐπαν ορθοῦν εὖ ποιεῖν, τὸ δὲ εὖ ποιεῖν ἀγαθόν. [b 4] καὶ τὸ ἀποτελεῖν καὶ ἐκπληροῦν τὰ παρ’ ἄλλοις ἐλλιπῶς γινόμενα καὶ προστιθέναι, ὃ ἐκεῖνοι ἔλειψαν, ἡδὺ δοκεῖ, ὡς εἴ τις ὀρθώσει λόγον τινός. [b 7] ἀλλὰ καὶ τὰ μεμιμημένα εὖ ἡδέα. κἂν μὴ ἡδύ ἐστιν αὐτὸ καθ’ αὑτὸ τὸ μεμιμη μένον, ἥδεταί τις ἐπὶ τούτῳ· οἷον ὁ κοχλίας αὐτὸ καθ’ αὑτὸ ἡδὺ οὐκ ἔστιν, ἀλλ’ οὐδὲ ὁ βάτραχος, ἀλλ’ ἐὰν ἴδω αὐτὰ ἐπὶ εἰκόνος ἐζωγραφη μένα καὶ ἄκρως μεμιμημένα παρὰ τοῦ ζωγράφου, ἥδομαι καὶ συλλογι σμὸς γίνεται ἤτοι καὶ συλλογίζομαι, ὅτι τοῦτο, τουτέστιν ὁ ἐζωγραφη μένος βάτραχος, ἐκεῖνό ἐστιν ἤτοι ζῶν βάτραχος, διὰ τὴν ἄκραν μίμησιν· ὥστε ἐκ τοῦ θαυμάζειν συμβαίνει διεγερθῆναί με εἰς τὸ μαθεῖν τὴν ζω γραφικὴν τέχνην. [b 10] καὶ αἱ περιπέτειαι· εἶτα ἐφερμηνεύει, τίνες εἰσὶν αὗται, καί φησιν, ὅτι τὸ ἐκ τῶν κινδύνων σῴζεσθαι· ἡδεῖαι γοῦν καὶ αὗται. [b 18] ἐπεὶ δὲ πᾶν τὸ ὅμοιον καὶ συγγενές ἐστιν, ἅπας δὲ μᾶλλόν ἐστιν ἑαυτῷ ὅμοιος καὶ συγγενὴς παρ’ ὃ ἑτέρῳ τινί, διὰ τοῦτο ἅπας αὐτὸς ἑαυτὸν ἀγαπᾷ καὶ ἡδὺ νομίζει καὶ φίλαυτος γίνεται· [b 20] τὰ γὰρ τοιαῦτα ἤτοι τὸ ὅμοιον καὶ τὸ συγγενὲς πρὸς ἑαυτὸν βλέπει ταῦτα μᾶλλον ὑπάρχοντα· ἕκαστος γάρ ἐστιν ἑαυτῷ ὅμοιος καὶ συγγενὴς παρ’ ὃ ἑτέρῳ τινί. διὰ οὖν τοῦτο φιλοῦσι καὶ τοὺς κόλακας ὡς ἑαυτῶν ἐπαινέτας. ἀλλὰ καὶ ἐὰν ποιῇ τίς τι, ἐάσῃ δὲ τοῦτο ἐλλιπές, εἶτα ἐλθὼν ὁ Σωκράτης ἀποπληρώσῃ αὐτό, ὡς ἔργον αὑτοῦ οἴεται τοῦτο εἶναι, κἂν ἄλλος ἤρξατο τοῦτο ποιεῖν· ὅθεν καὶ ἥδεται ἐπ’ αὐτῷ. [b 26] ἀλλὰ καὶ ὁ σοφὸς ἡδὺ δοκεῖ· ἀρχικὸν γὰρ τὸ φρονεῖν ἤτοι τὸ σοφὸν εἶναι, ἐπεὶ καὶ τὸ ἄρχειν ἥδιστον. ἔτι ἐπεὶ οἱ ἄνθρωποι φιλότιμοι καὶ τὰς τιμὰς ἀγαπῶντες, ἡδὺ δοκεῖ αὐτοῖς καὶ τὸ ἐπιτιμᾶν καὶ μέμφεσθαι καὶ τοῖς πέλας ὡς μὴ κατορθοῦσιν εὖ, ὃ ἐπαγγέλλονται εἰδέναι· ἐκ τούτου γὰρ οἴονται ὑπεροχήν τινα ἔχειν πρὸς τοὺς ἐπιτιμωμένους. ἀλλὰ καὶ τὸ ἄρχειν ἡδύ ἐστιν αὐτοῖς. [b 30] καὶ τὸ ἐν ᾧ βέλτιστος δοκεῖ εἶναι, ἤτοι εἰ καὶ πολλά τις ἔχει ἐπιτηδεύματα, οἷον εἰ καὶ ῥήτωρ ἐστὶ καὶ γεω μέτρης καὶ γραμματικός, εὐδοκιμεῖ δὲ τῇ γεωμετρίᾳ καὶ κρείττων ἐστὶν αὐτὸς ἑαυτοῦ κατὰ ταύτην, ἐνταῦθα βούλεται διατρίβειν ἀεὶ ἤτοι περὶ τὰ γεωμετρικά, ἐν οἷς καὶ τὸ ὑπερέχειν τῶν ἄλλων ἔχει. καὶ ἐπὶ τούτῳ σπουδάζει ἕκαστος, ἵνα καὶ ὅπου αὐτὸς ἑαυτοῦ κρείττων φαίνηται, νέμων καὶ καταναλίσκων ἐνταῦθα τὸ πλεῖστον μέρος τῆς ἡμέρας. [b 35] ἀνάγκη καὶ τὰ γελοῖα ἡδέα εἶναι, εἴτε ἄνθρωπός ἐστι γελοῖος, ὡς ὁ πίθηκος καὶ τὸ ἔργον αὐτοῦ τοῦ πιθήκου γελοῖόν ἐστιν, εἴτε λόγος ἐστὶ γελοῖος.