Ancient Greek · ~15 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 1
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.1.14.1
Not analysed yet
Ἀδικήματα μείζονά εἰσιν, ὅσα γίνονται ἀπὸ μείζονος ἀδι κίας ἤτοι μεγάλης πονηρίας. διὸ τὰ ἐλάχιστα ἁμαρτήματα μέγιστα κρίνονται, εἴ γε ἀπὸ μεγίστης πονηρίας ἐγένοντο. [b 26] ἡμιωβέλιόν ἐστιν εἶδος σταθμοῦ μικροῦ. ναοποιοὶ λέγονται, οἵτινες ποιοῦσι ναοὺς ἤτοι ὡς εἰκονοστάσια μικρὰ ξύλινα καὶ πωλοῦσι ταῦτα. παρελογίσατο ἤγουν παρεψήφισεν. ἐπὶ δίκαι δικαιοσύνης δὲ τοὐναντίον μέγα δίκαιον κρίνεται τὸ ἀπὸ μεγίστης δικαιοσύνης γινόμενον. ἔστι δὲ τὰ τρία ταῦτα ἡμιωβέλια μεγάλα, καθ’ ὅσον ὑπερέχουσι τῇ δυνάμει, κἂν καὶ τῷ ποσῷ εἰσιν ὀλίγα· [b 28] ὁ γὰρ τρία κλέψας κἂν ὁτιοῦν ἀδικήσειεν. [b 30] ὁτὲ δὲ κρίνεται μείζων ἡ ἀδικία ἐκ τοῦ βλάβους, ἤγουν εἴτε καὶ ἡ βλάβη μεγίστη ἐστί. μέγα ἀδίκημά ἐστι καὶ οὗ ἀντάξιος τιμωρία οὐχ εὑρίσκεται καὶ ὃ οὐκ ἔστι δυνατὸν ἰαθῆναι. [b 32] μέγα ἀδίκημά ἐστι καὶ οὗ χάριν οὐκ ἔστι τὸν παθόντα δίκην λαβεῖν ἤτοι δικαιωθῆναι· εἰ γὰρ ὁ παῖς τινος ἐφωράθη παρὰ τοῦ Καλλίππου, τί ἂν πάθοι ὁ Κάλλιππος ἀντάξιον οὗ ἔδρασε; [b 34] καὶ εἰ ὁ παθὼν αὐτὸς ἑαυτὸν μεγάλως ἐκόλασεν οἷον εἰ Σωκράτης ὑβρίσθη παρά τινος καὶ μὴ φέρων τὴν ὕβριν ὡς ὁ Αἴας ἀπέ κτεινεν ἑαυτόν, τί ἂν πάθοι δεινότερον ὁ τοῦτον ὑβρίσας οὕτω καὶ γενό μενος αὐτῷ αἴτιος θανάτου; καὶ γὰρ ὁ ποιήσας ἤτοι ὁ ὑβρίσας τὸν Σωκράτην δίκαιός ἐστι κολασθῆναι μειζόνως καὶ παθεῖν χεῖρόν τι τοῦ φόνου· [b 36] οἷον ὁ Εὐκτήμων ὑβρισθεὶς ἤτοι πορνευθεὶς βιαίως ἔσφαξεν ἑαυτὸν καὶ συνηγορῶν αὐτῷ ὁ Σοφοκλῆς ἔφη μὴ ἀξιῶσαι ἄλλης τινὸς τιμωρίας ἐλάττονος τὸν δράσαντα ταύτην τὴν ὕβριν ἢ ἐκείνης τῆς τιμωρίας. ἧς ἠξίωσεν ἑαυτὸν ὁ παθών, ἤτοι δεῖ ἀποσφάξαι αὐτὸν τὸν δράσαντα, ὥσπερ καὶ ὁ παθὼν ἀπέσφαξεν ἑαυτόν. [1375a 2] μέγα ἀδίκημά ἐστι καὶ ὃ μόνος τις ἐποίησεν ἢ πρῶτος. μέγα ἀδίκημά ἐστι καὶ δι’ ὃ ἐζητήθη καὶ εὑρέθη τὰ κωλύοντα καὶ ζημιοῦντα, οἷον νόμος ἐστὶ ταριχεύειν τὰ νεκρὰ σώματα· ἐμίγη τις ταριχευομένῳ σώματι καὶ γράφει τις λυθῆναι τὸν νόμον· ὁ γοῦν συμμιγεὶς τῷ ταριχευομένῳ σώματι μέγα ἀδίκημα ἥμαρτε· διὸ καὶ ἐκωλύθη τὸ ταριχεύειν τὰ νεκρὰ σώματα. [a 6] καὶ τὸ θηριωδέστατον ἀδίκημα ἤτοι τὸ φονεύειν καὶ τὸ ἐκ προ νοίας ἤτοι τὸ ἐκ προβουλεύσεως γεγονὸς ἀδίκημα καὶ ὃ οἱ ἀκούοντες φοβοῦνται μᾶλλον, οἷον ὅτι ἀπέσφαξε τὸν δεῖνα ἢ διὰ κερκίδος ἐξέ βαλε τὰς κόρας αὐτοῦ. [a 8] καὶ τὰ μὲν ῥητορικά, ἤτοι ἃ ὀφείλει ὁ ῥήτωρ λέγειν, τοιαῦτα. [a 10] ἐπιγαμίας ἤτοι ἐπιγαμεύσεις· τὸ γὰρ δεῖξαι, ὅτι παρέβη ὅρκους καὶ νόμους, ὑπεροχὴν ποιεῖ πολλῶν ἀδικη μάτων. [a 11] μέγα ἀδίκημά ἐστι καὶ τὸ ἀδικῆσαί τινα ἐνταῦθα ἤτοι ἐν Ἀθήναις, ἔνθα κολάζονται οἱ ἀδικοῦντες, ὅπερ ποιοῦσιν οἱ ψευδομάρτυρες, ἤτοι τὸ ἐν δικαστηρίῳ ψευδομαρτυρεῖν, ὅπου τὸ ψεῦδος κολάζεται. καὶ τὸ μοιχεύειν καὶ τὸ πορνεύειν μέγα ἀδίκημά ἐστιν, ἐφ᾽ 27r οἷς αἰσχύνη μάλιστα ἐπακολουθεῖ τῷ δράσαντι. [a 14] καὶ εἰ τοῦκεῖς τον ἠδίκησεν, ὑφ’ οὖ ἔπαθεν εὖ· πλείω γὰρ ἀδικεῖ, ὅτι τε κακῶς ποιεῖ τὸν εὐεργετήσαντα καὶ ὅτι οὐκ εὖ ἤτοι οὐκ εὐεργέτησεν αὐτόν. [a 15] καὶ ὁ περὶ τὰ ἄγραφα δίκαιος, εἰ περὶ τὰ γεγραμμένα δίκαιος οὐκ ἔστι, πολλῷ μᾶλλον ἔσται ἄδικος. [a 17] τὸν μὲν γεγραμμένον νόμον τηρεῖν ἀναγκαζόμεθα, τὸν δὲ ἄγραφον οὐ καταναγκαζόμεθα παρ’ οὐδέτινος τηρεῖν, ἀλλ’ ἢ τοῦτον φυλάττομεν ἐκ προαιρέσεως ἀληθοῦς· ἄγραφος δὲ νόμος ἐστὶ τὸ ἔθος. [a 16] ἀμείνονος ἤτοι ἀγαθοῦ ἀνδρός ἐστι τὸ ποιεῖν τὸ δίκαιον οὐ δι’ ἀνάγκην τινὰ ἀλλ’ ἑκών. [a 17] ἄλλον δὲ τρόπον ἄδικός ἐστιν ὁ τὰ γεγραμμένα παραβαίνων· εἰ γὰρ ταῦτα παραβαίνει καὶ ταῦτα φοβερὰ ὄντα καὶ ἀδικῶν περὶ ταῦτα ὡς ἐπαπειλοῦντα καὶ τιμωρίαν τοῖς παραβαίνουσι, πολλῷ μᾶλλον ἄδικος φανῇ περὶ τὰ μὴ προξενοῦντα αὐτῷ τιμωρίαν μηδὲ ζημίαν ἤτοι περὶ τὰ ἄγραφα ἔθη εἰ γὰρ κατατολμῶσιν, ὧν ὁ νόμος κωλύει, πολλῷ μᾶλλον, ὧν ὁ νόμος οὐ κωλύει οὐδὲ ἀφ’ ὧν ζημία τις οὐκ ἐπανακύπτει.