Ancient Greek · ~36 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 1
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.1.13.1
Not analysed yet
Πρὸς νόμους δύο, ἤτοι τὸν ἴδιον, τουτέστι τὸν γραπτόν, καὶ τὸν κοινόν, τουτέστι τὸν φυσικόν. [b 3] τὸ δὲ πρὸς οὕς ἐστι τὸ δίκαιον διχῶς, ἤτοι πρὸς ἕνα ἢ πρὸς πολλούς· τοῦτο γὰρ δηλοῖ τὸ πρὸς οὓς διχῶς. ἴδιος μὲν νόμος ἐστὶν ὁ ὡρισμένος ἐν ἑκάστοις, ἤτοι ἐν Λακε δαίμονι, ἐν Ἀθήναις, ἤτοι ὁ γραπτός· [b 5] διαιρεῖται δὲ ὁ νόμος ὁ ἴδιος εἰς τὸν ἄγραφον ἤτοι εἰς τὸ ἔθος καὶ εἰς τὸν γεγραμμένον. κοινὸν δὲ λέγω τὸν φυσικόν· ἔστι γὰρ κοινὸν φύσει δίκαιον, ὃ μαντεύονται ἤτοι ὃ λέγουσι πάντες, καὶ οἱ Κελτοὶ καὶ οἱ Σκύθαι· καὶ φυσικῶς δοξάζουσι, κἂν μηδεμίαν κοινωνίαν πρὸς ἀλλήλους ἔχωσιν, [b 10] ὅτι δίκαιον φυσικόν ἐστι θάψαι τὸν Πολυνείκην, καὶ ταῦτα ἀπειρημένον ἤτοι καὶ ταῦτα ἀπειρημένου ὄντος καὶ ἀπηγορευμένου θάψαι αὐτόν. [b 14] καὶ ὃ Ἐμπεδοκλῆς λέγει, μὴ δεῖν κτείνειν τὰ ἔμψυχα ἤτοι τὰ ζῷα. [b 18] ὡς ἐν τῷ Μεσηνιακῷ λέγει Ἀλκιδάμας ὑπὲρ Μεσηνίων ἀποστατησάντων Λακεδαιμονίων καὶ μὴ πειθομένων δουλεύειν μελετᾷ καὶ λέγει Ἀλκιδάμας ἐλευθέρους ἀφῆκε πάντας θεός· οὐδένα δοῦλον ἡ φύσις πεποίηκεν. [b 19] ἢ γὰρ τὸ δίκαιον ἔστι πρὸς τὸ κοινὸν ἤτοι ὅλην τὴν πόλιν ὠφελοῦν ἢ ἃ δεῖ πράττειν καὶ μὴ ἤτοι τὸ δίκαιον καὶ τὸ ἄδικον θεωρεῖται πρὸς ἕνα τινὰ τῶν κοινωνούντων τινὶ ἤτοι τῶν ἐχόντων κοινόν τι μετά τινος. [b 24] ὁ δὲ μὴ στρατευόμενος οἷον ὁ λειποτάκτης ἀδικεῖ τὸ κοινὸν οἷον τὴν πόλιν. ἄλλων δὲ ὄντων ἀδικημάτων πρὸς ἄλλον ἤτοι πρὸς ἕνα ἢ πρὸς ἄλλους ἤτοι πρὸς πολλούς. [b 33] ὥστε πάντα τὰ ἐγκλήματα ἤτοι τὰ ἀδικήματα εἶναι πρὸς τὸ κοινὸν ἢ πρὸς πόλιν ἢ πρὸς ἴδιον ἤτοι πρὸς ἕνα· [b 34] καὶ ἢ ἀγνοοῦντος, οἷον εἰ βέλος ἔσυρα ἀγνοῶν ἵστασθαί τινα, ἔνθα τὸ βέλος ἔπεσε, καὶ ἔτρωσα τὸν ἐκεῖ ἱστάμενον, ἢ ἄκοντος, εἴ τις λαβὼν τὴν χεῖρά μου ἔτυψε δι’ αὐτῆς τὸν βασιλέα. καὶ τινὰ τούτων τῶν ἀδικημάτων γίνονται προελομένου καὶ προβουλευσαμένου τινός, ἤτοι προεβουλεύσατο τὸν δεῖνα ἀδικῆσαι, τὰ δὲ γίνονται οὐ διά τινος προβουλεύσεως ἀλλὰ διὰ πά θος ἤτοι δι’ ὀργὴν ἢ λύπην· θυμωθεὶς γὰρ προήχθην τύψειν τὸν δεῖνα. [b 38] ἐπεὶ δὲ ὁμολογοῦντες πρᾶξαι τὸ ἀδίκημα ἢ ὅλως οὐχ ὁμολο γοῦ μὲν τὸ ἐπίγραμμα ἤγουν τὰ ἐν τῷ λιβέλλῳ γραφέντα καὶ δοθέντα ἡμῖν (ἐπίγραμμα γὰρ λέγεται ὁ λίβελλος) ἢ περὶ οὗ τὸ ἐπίγραμμα, ἤτοι ἢ πολλάκις ὁμολογοῦμεν τὸ ἐν τῷ ἐπιγράμματι γραφὲν ποιῆσαι, πλὴν ἀρνούμεθα, ὡς οὐκ ἐγένετο παρ’ ἡμῶν οὕτω, ὡς ὁ λίβελλος λέγει γενέσθαι, οἷον λαβεῖν μὲν ὁμολογήσει, οὐ μὴν δὲ κλέψαι, ὡς ὁ λίβελλος ἐδίδου, καὶ συγγενέσθαι καὶ συνδιατρίβειν τῇ Ξανθίππῃ, οὐ μὴν δὲ μοιχεύειν κατὰ τὸν λίβελλον. [1374a 4] οὐ γὰρ θεοῦ ἀναθή ματα τὰ ἀφαιρεθέντα. ἢ ἐργάσασθαι μὲν καὶ σπεῖραι γῆν κοινὴν ἀλλ’ οὐ δημοσίαν· τὸ γὰρ παλαιόν, εἴ τις ἔσπειρε γῆν τῷ δημοσίῳ ἀνήκουσαν, ἐζημιοῦτο μεγάλα. [a 5] ἢ διελεγόμην τοῖς πολεμίοις καὶ συνωμίλουν οὐχὶ διὰ τὸ προδοῦναι τὴν πόλιν ἀλλὰ τὸ πρὸς εἰρήνην. [a 8] ὅπως, εἴτε βουλόμεθα δεῖξαι ὅτι ὑπάρχει εἴτε μὴ ὑπάρχει, ἔχωμεν ἐμφανί ζειν τὸ δίκαιον καὶ τὸ ἄδικον. [a 12] τὰ δὲ τοιαῦτα ὀνόματα, οἷον ἡ ὕβρις καὶ ἡ κλοπὴ προσσημαίνουσι καὶ τὴν μοχθηρὰν τῶν ὑβριζόντων καὶ κλεπτόντων προαίρεσιν· ὁ γὰρ ὑβρίζων φαίνεται, ὅτι ἐκ μοχθηρᾶς προαιρέσεως προήχθη ὑβρίσαι τόνδε ἢ τόνδε. [a 13] οὐ γὰρ εἰ ἁπλῶς ἐπάταξεν, ἤδη καὶ ὕβρισεν, ἀλλ’ εἰ ἐπάταξεν αὐτὸν ἕνεκα ἢ τοῦ ἀτι μῶσαι τὸν παταχθέντα ἢ ἕνεκα τοῦ ἡσθῆναι ἐν τῷ παταχθῆναι αὐ τόν· ἀεὶ γὰρ τὴν προαίρεσιν τοῦ ἀδικοῦντος ἐξετάζομεν. [a 15] οὐδὲ εἰ λάθρᾳ ἔλαβον βιβλίον ἤτοι εἰ κρυφίως ἀπῇρα τὸ βιβλίον τοῦ δεῖνος, ἤδη αὐτὸ ἔκλεψα, ἀλλ’ εἰ ἔκλεψα αὐτὸ καὶ εἰ ἔμελλον αὐτὸ σφετερίσασθαι καὶ ἰδιοποιήσασθαι· εἰ δὲ ἀπῇρα αὐτό, ἵνα ἀναγνώσω αὐτὸ καὶ πάλιν ὑποστρέψω, τοῦτο οὐ κλοπή. [a 21] τὰ μὲν καθ’ ὑπερβολὴν ἀρετῆς, ἤτοι ὅταν μέγα ἀγαθὸν ποιήσω, ἐφ’ ᾧ ἐπακολουθεῖ μοι ἔπαινος, ἢ καθ’ ὑπερβολὴν κακίας, ἤτοι μέγα κακὸν ποιήσω, ἐφ’ ᾧ ἐπακολουθεῖ μοι μεγάλη ἀτιμία καὶ ὄνειδος. [a 25] τὰ δέ εἰσιν ἔλλειμμα τοῦ γεγραμπλάσιον, μένου νόμου· τὸ γὰρ δίκαιον οὐ προσέθετο ὁ νομοθέτης, τοῦτο ἐπαναπλη ροῖ καὶ προστίθησιν ὁ ἐπιεικής. [a 26] καὶ λέγεται ἐπιεικὲς δίκαιον· οἷον ὁ μὲν νόμος διορίζεται τὸν κλέπτην ἁλόντα ἀπαιτεῖν εἰς τὸ τετρα ὁ δὲ ἐπιεικὴς διορίζεται ἀπαιτεῖν εἰς τὸ διπλοῦν· ἔστι γὰρ ἐπιεί κεια ἐλάττωσις τοῦ οἰκείου δικαίου ἢ τοῦ ἐν τῷ νόμῳ ἀναγεγραμμένου. [a 28] συμβαίνει δὲ τοῦτο, ἤτοι τὸ παραλεῖψαί τι τὸν νομοθέτην καὶ οὐ νόμους θεῖναι ἐπί τινων πραγμάτων, ἢ ἐν τῷ λαθεῖν αὐτὰ τὰ πράγματα ἢ ὅταν οὐ δύνωνται διορίσαι καὶ λαβεῖν πάντα, οἷς τὸν νόμον τίθησι, διὰ τὸ εἶναι ἄπειρα· ἀλλὰ διὰ τὸ μὴ δύνασθαι καταριθμήσασθαι πάντα ἀναγθεύει κάζεται καθ’ ὅλου θεῖναι τὸν νόμον, οὐκ ἔστι δὲ καθ’ ὅλου ἤτοι οὐκ ἀλη δὲ καθ’ ὅλου ὁ νόμος, ἀλλ’ ὡς ἐπὶ τὸ πολύ. [a 31] καὶ ὅσα μὴ ῥᾴδιον διορίσαι καὶ περιλαβεῖν διὰ τὴν ἀπειρίαν, οὐδὲ τούτοις ἔστι νόμον θεῖναι, ἀλλὰ καθ’ ὅλου αὐτὸν τίθησιν, οἷον εἰ τρώσει τις σιδήρῳ τινά, οὐ δύναται προσδιορίσαι πηλίκῳ κατὰ τὸ μέγεθος· οὐ γὰρ εἰ βελόνῃ ἐστὶ καὶ εἰ σπάθῃ. [a 33] ἂν οὖν εἰσι τὰ πράγματα ἀδιόριστα καὶ ἄπειρα, ἀνάγκη ἁπλῶς ἤτοι καθ’ ὅλου θεῖναι τὸν νόμον. ὥστε κἂν δακτυλίδιόν τις φορῇ καὶ ἐν οἷς ἐπάρῃ τὴν χεῖρα καὶ σηκώσῃ, ἵνα τύψῃ τινά, ἐκπέσῃ, τὸ δακτυλίδιον καὶ πηδῆσαν πατάξῃ τινά, κατὰ μὲν τὸν νόμον ἐνέχεται ὡς ἄδιχήματά κος· ἐπάταξε γάρ· ὁ γὰρ νόμος ἁπλῶς διατάττεται τὸν πατάξαντα ἄδικον εἶναι. οὐκ ἐνεθυμήθη δὲ προσθεῖναι εἰ δὲ τὸ δακτυλίδιον ἐκπεσὸν πατάξει τινά, μὴ ἄδικον κρίνεσθαι τὸν ἐξ οὗ ἐξέπεσε· καὶ διὰ τοῦτο ὁ ἐπιεικὴς κρίνει μὴ ἀδικεῖν τὸν ἐπαρόντα τὴν χεῖρα, οὗ καὶ ἐκπεσὸν τὸ δακτυλίδιον ἐπάταξεν· γὰρ οὐ προσέθηκεν ὁ νομοθέτης, προστίθησιν ὁ ἐπιεικής. [b 1] καὶ τὸ ἐπιεικὲς τοῦτό ἐστι τὸ προσθεῖναι τὸ ἐλλεῖπον τοῦ νόμου · ἐπιεικῆ γάρ εἰσι τὰ πράγματα ἐκεῖνα, ἐφ’ οἷς συγγνώμη ἐπακολουθεῖ. [b 6] ἀτυ εἰσι τὰ παράλογα καὶ μὴ ἀπὸ μοχθηρίας, οἷον εἴ τις ἀφήσει βέλος ὥστε τρῶσαι ἔλαφον καὶ τρώσει ἄνθρωπον· παράλογον γάρ ἐστι τὸ συμβὰν ἤτοι τὸ τρωθῆναι τὸν ἄνθρωπον, πλὴν οὐκ ἐποίησε τοῦτο ἀπὸ μοχθηρᾶς προαιρέσεως· οὐ γὰρ προῃρήσατο τοῦτο γενέσθαι. [b 7] ἀμαρτήματα δέ εἰσιν, ὅσα οὔκ εἰσι παράλογα, οἷον εἴ τις τύπτει τινὰ διὰ τὸ σωφρονίσαι αὐτόν, εἶτα συμβῇ τυπτόμενον αὐτὸν θανεῖν, τοῦτο τὸ θανεῖν τινα ἐν τῷ τύπτεσθαι οὐ παράλογόν ἐστι· συμβαίνει γὰρ πολλὰ τοιαῦτα γίνεσθαι, ἤτοι τὸ ἐν οἷς τύπτεταί τις ἀποθνήσκειν· οὐκ ἀπὸ πονηρᾶς δὲ προαιρέσεως τοῦτο ἐποίησεν· οὐ γὰρ διὰ τὸ θανατῶσαι αὐτὸν ἔδαιρεν, ἀλλὰ διὰ τὸ σωφρονίσαι. [b 8] ἀδικήματα δέ εἰσιν, ὅσα οὐ παράλογα, οἷον εἴ τις ζητήσει μοι φάρμακον καθάρσιον, ἐγὼ δὲ δώσω αὐτῷ δηλητήριον, εἶτα φαγὼν θάνῃ· τὸ γοῦν θανεῖν αὐτὸν ἀπὸ τοῦ φαγεῖν τὸ δηλητήριον οὐ παράλογον, θάνατον γὰρ ἀνάγκη ἕπεσθαι τῷ φαγόντι τὸ δηλητήριον· τὸ δὲ δοῦναι αὐτῷ τὸ δηλητήριον ἀπὸ πονηρίας ἐποίησεν. [b 10] ἐπιεικές ἐστι τὸ συγγινώσκειν τοῖς ἀνθρώποις ,οἷον συγγνωμονήσει ὁ δῆμος τῷ πυλωρῷ τῷ ὑπνώσαντι, καὶ διὰ τοῦτο εὑρεῖν τοὺς πολε μίους ἄδειαν καὶ εἰσελθεῖν εἰς τὴν πόλιν· ἔπαθε γάρ τι φυσικὸν ἤτοι τὸ ὑπνῶσαι. [b 11] καὶ τὸ μὴ ἀποβλέπειν πρὸς τὸν νόμον ἤτοι τὸ ῥητὸν ἀλλὰ πρὸς τὴν τοῦ νομοθέτου διάνοιαν, ὡς ἐπὶ τοῦ ξένος εἰ ἀνέλθῃ ἐπὶ τὸ τεῖχος, τεθνάτω, καὶ μὴ ἀποβλέπειν πρὸς τὴν πρᾶξιν, ὅτι ἀνῆλθεν· ἐπὶ τὸ τεῖχος, ἀλλὰ πρὸς τὴν προαίρεσιν ἤτοι ἐπὶ προαιρέσει ἀνῆλθεν οὐχ ὡς κατασκοπεύσων οὐδ’ ὡς πολέμιος ἀλλ’ ὡς ὠφελήσων τὴν πόλιν. καὶ μὴ πρὸς τὸ μέρος ἀλλὰ πρὸς τὸ ὅλον, ὡς ὁ στρατηγὸς ὁ ῥήξας τὸ τεῖχος καὶ νικήσας τοὺς πολεμίους, ὃ ἀντίστασις· ἢ οὐχὶ δεῖ ἀποβλέ πειν, εἰ ἐλειποτάκτησεν ὅδε ὁ στρατιώτης ἅπαξ, καὶ διὰ τοῦτο τιμωρίας ἀξιοῦν, ἀλλὰ πρὸς τὸ ὅλον, ἤγουν ἀποβλεπτέον ὅτι τὸν ἅπαντα χρόνον τῆς ζωῆς αὐτοῦ ἠρίστευε καὶ διὰ τοῦτο συγγνωμονητέον ἐπ’ αὐτῷ ἅπαξ λειπο τακτήσαντι. [b 15] μηδὲ ποῖός τις νῦν ἤτοι ὁ λειποτάκτης νῦν ἐστιν, οὐ δεῖ ὁρᾶν, ἀλλὰ ποῖός τις αἰεί, ἤγουν ἠρίστευεν ὡς ἐπὶ τὸ πολὺ καὶ διὰ τοῦτο συγγνωμονητέον αὐτῷ. ἐπιεικές ἐστι καὶ τὸ μνημονεύ ειν, ὧν ἔπαθον ἀγαθῶν μᾶλλον παρ’ ὃ ὧν ἐποίησαν. [b 19] καὶ τὸ ἑθέλειν κρίνεσθαι καὶ πείθειν τὸν ἀντίδικον διὰ τοῦ λόγου μᾶλλον παρ᾽ ὃ δι’ ἔργων ἤτοι δι’ ἁρμάτων ἤτοι παρ’ ὃ φορέσαι ἅρματα καὶ διῶξαι τὸν ἀντίδικον καὶ οὕτω βίᾳ εἰσελθεῖν εἰς τὸ κτῆμα αὐτοῦ. [b 20] ἐπιεικές ἐστι καὶ τὸ βουλεύεσθαι ἰέναι εἰς δίαιταν ἤτοι εἰς αἱρετὸν δικαστὴν παρ’ ὃ εἰς δίκην ἤτοι δικαστήριον· ἐπὶ γὰρ τοῦ δικαστηρίου πλείων ἡ ἔξοδος καὶ ἡ κατατριβή, ἐπὶ δὲ τοῦ αἱρετοῦ δικαστοῦ συντόμως ἀπαλλάτ τονται οἱ ἀντιδικοῦντες καὶ ὀλίγη ἐστὶν ἡ καταβαλλομένη ἔξοδος· [b 20] ὁ γὰρ διαιτητὴς ἤτοι ὁ αἱρετὸς δικαστὴς ὁρᾷ τὸ ἐπιεικὲς ἤτοι τὸ ὀλίγα ζημιοῦν, κἂν ὁ νόμος ἐπὶ τῷ πλημμεληθέντι ἁμαρτήματι μεγάλην ζημίαν διορίζηται, ὁ δὲ δικαστὴς κατὰ τὸν νόμον κρίνει καὶ τὴν ἐπεγνωσμένην τῷ νόμῳ ζημίαν διορίζεται κατὰ τοῦ ἁμαρτήσαντος, εἴτε κλέπτης ἐστὶν εἴτε μοιχός.