Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.11
Not analysed yet
Ἐὰν γὰρ ὁ ζῆλος λύπη τίς ἐστι παρὰ τοὺς ὁμοίους τῇ φύσει. τότε γὰρ ζηλοῖ τις, ὅταν ἴδῃ, τὸν ὅμοιον ἑαυτῷ ἢ τῷ χρόνῳ ἢ τῇ εὐγενείᾳ τυχόντα τινῶν ἀγαθῶν ἐνδεχομένων καὶ αὐτῷ λαβεῖν, ἤτοι ἃ ἐνεδέχετο καὶ αὐτὸν ἔχειν. ζηλοῖ δὲ αὐτόν, οὐχ ὅτι ἄλλῳ ἤτοι οὐχ ὅτι ἐνεδέχετο ἄλλον ἔχειν ταῦτα τὰ ἀγαθά, ἀλλ’ ὅτι οὐχὶ καὶ αὐτῷ ἤτοι ὅτι οὐδὲ αὐτὸς ταῦτα ἔχει. [a 34] ὁ μὲν γὰρ ζηλῶν ἑαυτὸν παρασκευάζει τυχεῖν τῶν ἀγαθῶν τῶν προσόντων τῷ πλησίον, ὁ δὲ φθονῶν παρασκευάζει τὸν πλησίον μὴ ἔχειν, ἃ ἔχει ἀγαθά, διὰ τὸν φθόνον. [a 36] ζηλωτικοὶ μὲν οὖν εἰσιν οἱ ἀξιοῦντες αὐτοὺς ἤτοι οἵτινες κρίνουσι καὶ ἑαυτοὺς ἀξίους ἔχειν τὰ ἀγαθά, ἃ ἔχει ἕτερος ὅμοιος αὐτῷ ζηλοῦσι γὰρ τὰ τοιαῦτα ἀγαθὰ διὰ τὸ οἴεσθαι αὐτοὺς ἀγαθοὺς εἶναι καὶ διὰ τοῦτο ἔχειν τὰ ἀγαθά, ἃ προσήκει ἔχειν τοὺς ἀγαθούς. [b 7] ζηλοῦσι καὶ ἐκεῖνοι, οὓς οἱ ἄλλοι ἀξιοῦσιν ἤτοι ἀξίους τῶν τοιούτων νομίζουσιν. οἰκεῖα γὰρ ἑαυτοῖς οἴονται εἶναι ταῦτα τὰ ἀγαθά. [b 13] καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἐστίν, ἤτοι καὶ ὧν ἀρετῶν τὸ ἀγαθὸν παρεκτείνεται οὐ μόνον εἰς τὸν ἔχοντα ταύτας ἀλλὰ καὶ εἰς ἄλλους, οἷον τὸ τῆς ἀνδρίας ἀγαθὸν καὶ τὸ τῆς ἐλευθεριότητος παρεκτείνεται καὶ εἰς τοὺς μὴ ἔχοντας αὐτὰς καὶ τὸ τοῦ κάλλους ἀγαθὸν παρεκτείνεται οὐ μόνον εἰς τὸν εὐειδῆ ἀλλὰ καὶ εἰς τοὺς ἐραστάς. [b 19] ζηλωτοί εἰσι καὶ ἐκεῖνοι, οἷς πολλοὶ βούλονται εἶναι ὅμοιοι, ἢ οὓς πολλοὶ γνωρίζειν θέλουσιν ἢ φίλους ἔχειν. ζηλωτοί εἰσι καὶ ἐκεῖνοι, οὓς αὐτοὶ καὶ ἡμεῖς θαυμάζομεν. [b 24] ἀνάγκη δὲ τοὺς ἔχοντας οὕτως, ὥστε ἢ ζηλοῦ σθαι παρ’ ἄλλων ἢ ἄλλους ζηλοῦν αὐτούς, καταφρονεῖν τούτων. ὅσοι ἔχουσι τὰ ἀγαθῶν ἐναντία κακὰ τῶν ζηλωτῶν. τίνα δέ εἰσι ταῦτα, ἔφθημεν εἰπόντες. [b 27] καταφρονοῦνται οἱ εὐτυχοῦντες, εἴ γε καὶ τὰ ἔντιμα ἀγαθὰ οὐκ ἔχουσιν, οἷον ἀνδρία, κάλλος καὶ τὰ τοιαῦτα.