Ancient Greek · ~13 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.10.1
Not analysed yet
10 Ὁ φθόνος λύπη τίς ἐστι περὶ τοὺς ὁμοίους ἢ τῇ δόξῃ ἢ τῇ εὐγενείᾳ· φθονοῦσι δὲ αὐτοῖς οὐχί, διότι αὐτοῖς μέλλει γενέσθαι τι κακὸν ἐκ τῆς ἐκείνων εὐπραγίας, ἀλλὰ δι’ ἐκείνους τοὺς πλησίον λυποῦνται, ὅτι εὐημέρησαν. [b 25] εἰσί τινες ὅμοιοι ἢ τῇ ἀληθείᾳ ἢ φαίνονται μέν, οὐκ εἰσὶ δέ. φθονοῦσι καὶ οἱ ἔχοντες πάντα τὰ ἀγαθά· ἐπεὶ γὰρ πάντα ἔχουσι τὰ ἀγαθά, ὡς οἰκεῖα ταῦτα ἡγοῦνται καὶ διὰ τοῦτο, εἰ ἴδῃ τινὰ ἔχοντά τι τῶν ἐνόντων αὐτῷ ἀγαθῶν, φθονεῖ τούτῳ ὡς ἔχοντι τὸ ἑαυτοῦ· [b 29] πάντας γὰρ τοὺς ἔχοντάς τι ἀγαθὸν οἴονται φέρειν καὶ ἔχειν τὰ ἑαυτῶν ἀγαθά. καὶ οἱ τιμώμενοι ἐπὶ σοφίᾳ φθονοῦσιν, εἰ ἀκούσουσιν ἕτερον ὄντα σοφόν. [b 33] καὶ οἱ μικρόψυχοι φθονεροί· διότι γὰρ δοκεῖ αὐτοῖς πάντα μεγάλα, διὰ τοῦτο, κἂν ἴδωσί τινα φοροῦντα ζωνάριον, μέγα τοῦτο δοκεῖ αὐτοῖς καὶ διὰ τοῦτο φθονοῦσι. [1388a 4] καὶ περὶ ταῦτα τὰ πράγματα καταγίνεται ὁ φθόνος, ὧν τῇ κτήσει ἢ μικρῷ ὑπερέχουσί τινων ἐχόντων καὶ ἐκείνων ταῦτα ἢ μικρῷ ἐλλεί πουσι, καὶ διὰ τοῦτο φθονοῦσι καὶ τοῖς ἔχουσι ταῦτα, ὧν ἢ μικρῷ ὑπερ έχουσιν ἢ μικρῷ ἐλλείπουσι. φθονοῦσι γὰρ τῷ ἐγγὺς ἢ χρόνῳ ἤτοι τοῖς ὁμήλιξιν· οὐδέποτε γὰρ ὁ παῖς φθονήσει τῷ γέροντι, οὐδὲ ὁ ἐν Ἀλεξανδρείᾳ φθονήσει τῷ Μακεδόνι· οἱ γὰρ ὁμόχωροι ἀλλήλοις φθονοῦσι. [a 7] τοῦ Αἰσχύλου τοῦ ποιητοῦ ἐστι τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται. [a 8] φιλοτιμοῦνται δὲ καὶ ἐπιδείκνυνται πρὸς τοὺς εἰρημένους ἤτοι τοὺς ἐγγὺς καὶ τόπῳ καὶ χρόνῳ καὶ ἡλικίᾳ. οὐδεὶς φθονεῖ οὔτε τῷ ὄντι πρὸ μυρίων χρόνων οὔτε τῷ ἐσομένῳ μετὰ μυρίους χρόνους οὐδὲ τῷ ἐφ’ Ἡρακλείαις στήλαις ὄντι. οὐδὲ φθονοῦσι, ὧν κατὰ πολὺ λείπονται, εἴτε αὐτοὶ ἑαυτοὺς οἴονται ἐκείνων λείπεσθαι, εἴτε ἄλλοι νομίζουσιν ἐκείνων τούτους λείπεσθαι. [a 12] ὡσαύτως καὶ πρὸς τούτους τοὺς ὁμοίους ἤτοι τοὺς ὁμοιοτέχνους ὁ φθόνος γίνεται ἢ ὁμοφύλους ἢ ὁμήλικας· καὶ περὶ τὰ τοιαῦτα ἃ εἴπομεν ἀγαθὰ ἀνάγκη τούτοις τοῖς ἀνταγωνισταῖς φθονεῖν καὶ ἀντερασταῖς. καὶ οἱ μόλις κτησάμενοι ἢ πλοῦτον ἢ σοφίαν ἢ ἄλλο τι φθονοῦσι τοῖς ταχέως ταῦτα κτησαμένοις. καὶ οἱ μὴ τυχόντες τούτων τῶν ἀγαθῶν βραδέως φθονοῦσι τοῖς τυχοῦσι τούτων ταχέως. [a 17] φθονοῦμεν καὶ περὶ ἐκεῖνα, ἃ εἰ κατορθωθῶσιν ἄλλοις καὶ εἰ ταῦτα ἄλλοι κέκτηνται, ἡμεῖς δὲ ταῦτα οὐ κατορθώσομεν, ὄνειδος ἡμῖν ἐπιγίνεται. εἰσὶ δὲ καὶ οὗτοι οἱ κατορθώσαντες ταῦτα καὶ ἐγγὺς ἡμῶν καὶ τῷ τόπῳ καὶ τῷ χρόνῳ καὶ ὅμοιοι, οἷον εἰ ἴδωσί τινες τὸν ὁμήλικά μοι καὶ ὁμότεχνον γενόμενον ἄρχοντα, ἐμὲ δὲ μὴ γενόμενον, ὀνειδίζουσί με· [a 19] φαίνεται γάρ, ὅτι παρ’ αὐτοὺς ἤτοι δι’ ἐμέ, ἤτοι ἐγὼ ἐγενόμην αἴτιος ἑαυτῷ τοῦ μὴ γενέσθαι με ἄρχοντα ποιήσας ἑαυτὸν φαῦλον καὶ ἀνάξιον τῆς τοιαύτης δόξης. ὥστε τοῦτο τὸ ὀνειδίζεσθαί με παρὰ πάντων διὰ τὸ ἐκεῖνον μὲν γενέσθαι ἄρχοντα, ἐμὲ δὲ οὔ, λυποῦν ἐμὲ ἀπογεννᾷ τὸν φθόνον ἐν ἐμοί. [a 21] φθονοῦμεν καὶ τοῖς ἔχουσι ταῦτα, ὅσα προσῆκεν ἡμῖν ἔχειν, ἤτοι ὅσα ἡμεῖς ἔχομεν, ἢ εἴχομέν ποτε. [a 25] ὥστε ἂν αὐτοὶ μὲν ἢ οἱ δικασταὶ ἢ ἀκροαταὶ ἢ οἱ κύριοι παρασκευασθῶσιν οὕτως ἔχειν, ὡς νομίζειν ἐκείνους τοὺς ἐλεηθῆναι αἰτοῦντας μὴ ἀξίους τοιούτων καὶ ἐλέους, οἱ δὲ ἀξιούμενοι ἐλεεῖσθαί εἰσι τοιοῦτοι, οἷοι οἱ εἰρημένοι, ἤτοι ἀνάξιοι ἐλέους τυχεῖν ἤ τινος ἀγαθοῦ, δῆλον ὡς οὐκ ἐλεηθήσονται παρὰ τῶν κυρίων ἤτοι τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν.