Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.14
Not analysed yet
Οἱ δὲ ἀκμάζοντες ἔχουσι τὸ ἦθος μεταξὺ τούτων ἤτοι τῶν νέων καὶ τῶν γηραιῶν, ἀλλ’ ἔχουσιν ἄμφω, ἤτοι τὸ φοβεῖσθαι καὶ τὸ θαρρεῖν, ὡς δεῖ· [b 1] καὶ οὔτε πρὸς φειδὼ ζῶσιν, ἤγουν οὔτε φει δωλοὶ καὶ κνιποί εἰσιν, οὔτε ἐξοδιασταὶ καὶ ἄσωτοι. [b 4] ἐν γὰρ τοῖς νέοις καὶ τοῖς γέρουσι διῄρηται ταῦτα, ἡ σωφροσύνη καὶ ἡ ἀνδρία· οἱ μὲν γὰρ νέοι εἰσὶν ἀνδρεῖοι, οἱ δὲ γέροντες σώφρονες. [b 7] ὅσα μὲν διῄρηνται ἤτοι ὅσα διηρημένως ἔχουσιν ἦ τε νεότης καὶ τὸ γῆρας, ταῦτα ἄμφω ἔχουσιν οἱ ἀκμάζοντες. τούτων τὸ μέτριον ἤτοι τὸ σύμμετρον ἔχουσι. περὶ τὴν πέμπτην ἡλικίαν ἀκμάζει τὸ σῶμα· πεντάκις γὰρ ἑπτὰ λεʹ. περὶ δὲ τῷ τέλει τῆς ἑβδόμης ἡλικίας παρακμάζει καὶ ἡ ψυχή· ἑπτάκις γὰρ ἑπτὰ τεσσαρακονταεννέα. [b 12] ποίων ἠθῶν ἐστιν ἕκαστον ἤτοι νεότης καὶ τὸ γῆρας, εἴρηται.