Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.15
Not analysed yet
Δι᾽ ὅσα αὐτῶν τῶν τυχηρῶν ἀγαθῶν καὶ τὰ ἤθη τῶν ἀνθρώπων συμβαίνει εἶναι ποιά, ἤτοι μεταλλάσσονται καὶ ἀλλοιοῦνται· εἰ γὰρ πλουτήσει τις, καὶ ἐπῃρμένον ἦθος κτᾶται. [b 16] τὸ φιλότιμον εἶναι ἤτοι τὸ ἀγαπᾶν τὰς τιμάς. πάντες γάρ, ὅταν ὑπάρχῃ τι αὐτοῖς ἀγαθόν, πρὸς τοῦτο τὸ πάντα ἐπισωρεύουσιν· εἰ μὲν ὑπάρχουσι φιλότιμοι, ἐπισωρεύουσι πάντα χάριν τοῦ τιμᾶσθαι, εἰ δὲ ἀφροδισιακοί, ἐπισωρεύουσι πάντα πρὸς ἀποπλήρωσιν τῆς ἐπιθυμίας. καὶ εὐγένεια προγόνων μὲν ἐντιμότης ἤτοι ἀπὸ τοῦ ἔχειν προγόνους ἐντίμους καὶ ἐνδόξους. [b 19] οἱ εὐγενεῖς εἰσι καταφρονητικοὶ καὶ τῶν ὁμοίων τοῖς προγόνοις αὐτῶν, οἷον ἐάν εἰσί τινες πλούσιοι καὶ ἔνδοξοι ὡς οἱ πρόγονοι αὐτῶν, καταφρονοῦσιν αὐτῶν ὡς νεοπλούτων, διότι τὸ μὲν πλουτεῖν καὶ τὸ ἔνδοξον πάλαι ὑπῆρχε τοῖς προγόνοις αὐτῶν, οὗτοι δὲ νέον ταῦτα ἐκτήσαντο. [b 20] ταὐτὰ γὰρ πόρρω τισὶν ἐπιγινόμενα ἤτοι πάλαι καὶ ἐκ χρόνων πολλῶν παρ’ ὃ ἐγγὺς ἤτοι νεωστὶ ἐντιμότερά εἰσι. καὶ εὐαλαζό νευτον ἤτοι ἐπιτηδειότερον εἰς τὸ ποιῆσαι ἀλαζονείαν. [b 22] ἡ μὲν εὐγένεια κρίνεται κατὰ τὴν ἀρετὴν τοῦ γένους ἤγουν τὴν ἐντιμότητα. γενναῖον δέ ἐστι τὸ μὴ ἐξίστασθαι ἐκ τῆς φύσεως ἤτοι τὸ συντη ρῆσαι τὴν εὐγένειαν ἢ τὴν δόξαν τὴν ἐνοῦσαν τοῖς προγόνοις ἢ τὴν ἀνδρίαν σώαν. ὅπερ, τοῦτο τὸ μὴ ἐξίστασθαι, ὡς ἐπὶ τὸ πολὺ οὐ συμβαίνει γὰρ εὐγενέσι· πολλάκις γὰρ οἱ μὲν πατέρες εἰσὶ πλούσιοι καὶ ἔνδοξοι καὶ ἀνδρεῖοι, τὰ δὲ τέκνα καὶ πένητες καὶ ἀσθενεῖς, καὶ οὐχὶ προβαίνει ἄχρι μιᾶς εἴτε καὶ δευτέρας γενεᾶς τὸ τῶν πατέρων ἔνδοξον καὶ ἐπὶ τοὺς ἐκγόνους. [b 25] ὥσπερ συμβαίνει καὶ ἐπὶ τοῖς κατὰ χώραν γινομένοις φορά τις· πολλάκις γὰρ ἡ γῆ τῆσδε τῆς χώρας δύο καὶ τρεῖς ἐνιαυτοὺς εὐφορεῖ, ἔκτοτε δὲ ἀφορεῖ. καὶ ἐπὶ τῆς γενεᾶς, ἐὰν ἦ τὸ γένος ἀγαθόν, γίνονται ἐξ αὐτοῦ ἄνδρες περιττοὶ ἤγουν κομψοὶ καὶ ἔντιμοι, εἷτα πάλιν ἀναδίδωσιν ἤτοι ἀνάπαλιν χείρονες ἐξ αὐτοῦ γίνονται καὶ ἀναποδίζει εἰς τὸ ἀπογεννᾶν κακούς. [b 29] ὁ Ἀλκιβιάδης εὐφυὴς λέγεται εἶναι. τὰ δὲ γένη τὰ στάσιμα ἤτοι τὰ βεβηκὸς φρόνημα ἔχοντα ἔχουσιν ἐκγόνους ἀβελτέρους καὶ νωθροὺς ἤτοι μωρούς. ἐπιπολῆς ἤτοι ῥᾷον ἔστιν ἰδεῖν.