Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.17
Not analysed yet
Ὁμοίως δὲ καὶ περὶ δυνάμεως ἤτοι στρατηγίας, σατραπίας καὶ ἑτέρας τινὸς ἐξουσίας ἐχούσης πολλὴν δύναμιν παρ’ ἑαυτῆς καὶ τὰ ἤθη τῶν στρατηγῶν καὶ τῶν σατραπῶν φανερά εἰσιν· ἡ γὰρ δύναμις αὕτη οἷον οἱ στρατηγοὶ καὶ οἱ σατράπαι τὰ μὲν ἔχουσι τὰ αὐ τὰ τῷ πλουσίῳ ἤθη, ἄλλα δὲ καὶ βελτίω καὶ κρείττω διὰ τὸ ἐφίεσθαι ἔργων μεγάλων, ὅσα ἐξουσία ἐστὶν αὐτοῖς πράττειν· θέλουσι γὰρ κτίζειν πόλεις μεγάλας καὶ ναοὺς περικαλλεῖς· ἔχουσι γὰρ δύναμιν καὶ λαὸν πολύν. [a 25] καὶ ἀεὶ ὄντες ἐν ἐπιμελείᾳ ἤτοι φροντίδι καὶ μερίμνῃ φαίνονται σπουδαστικώτεροι. ἐμμέριμνοι δέ εἰσι διὰ τὸ ἐπισκοπεῖν τὰ περὶ τὴν δύναμιν, ἤτοι ὅπως συντηρήσωσι τὴν δύναμιν αὑτῶν ἤγουν τὸ ὑπήκοον καὶ τὴν δυναστείαν ἂν μὴ ἀπολέσωσι. [a 27] βαρεῖς λέγονται οἱ φρόνημα ἔχοντες ἐπῃρμένον καὶ μὴ θέλοντες ἰδεῖν τινα συγκαθίσαι ἢ συντυχεῖν δι’ ἀλαζονείαν. τὸ γὰρ ἀξίωμα ἤτοι ἡ δύναμις καὶ ἡ στρατηγία καὶ ἡ ἄλλη ἐξουσία ποιεῖ αὐτοὺς ἐμφανεστέρους ἤτοι ἐνδόξους καὶ ἀλαζονικούς. [a 28] ἡ δὲ σεμνότης ἐστὶ μαλακὴ βαρύτης ἤγουν τὸ ἀξίωμα· οἱ γὰρ σεμνοὶ βαρεῖς, μαλακοί, ἤτοι ἀλαζονεύονται μὲν καὶ αὐτοί, πλὴν μετρίως, καὶ συγκάθηνται καὶ συνομιλοῦσι τοῖς ἐντυγχάνουσι. [a 30] τὰ δὲ μόρια τῆς εὐτυχίας εἰσὶ τὰ ἤθη τῶν εἰρημένων ἤτοι τῶν πλουσίων καὶ τῶν δυνατῶν· καὶ γὰρ αἱ δοκοῦσαι μέγισται εὐτυχίαι συντείνουσιν εἰς ταῦτα ἤτοι εἰς τὸν πλοῦτον καὶ τὴν δύναμιν. καὶ ἡ εὐτυχία ποιεῖ τοὺς ἔχοντας αὐτὴν πλεονεκτεῖν κατὰ τὰ ἀγαθὰ τὰ κατὰ τὸ σῶμα· εἰσὶ γὰρ καὶ οὗτοι εὐειδεῖς καὶ ποιοῦσι καὶ τὰ παιδία εὐειδῆ. καὶ ἀλογικώτεροι ἤτοι ἀλαζονικώτεροι καὶ μωρότεροι. [b 2] εἰσὶ δὲ φιλόθεοι· οἴονται γὰρ διὰ τὸ πλουτεῖν, ὡς τὸ θεῖον εὐμενῶς ἔχει πρὸς αὐτούς, καὶ διὰ τοῦτο σέβονται αὐτό.