Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.16
Not analysed yet
Πάσχοντές τι ἤτοι ἀλλοιούμενοι ὑπὸ τοῦ πλούτου. [1391a 1] ὁ γὰρ πλοῦτός ἐστιν οἷον τιμὴ καὶ ἀγορὰ πάντων· ὁ γὰρ πλούσιος διὰ τῆς τῶν χρημάτων δόσεως ἀγοράζει καὶ σοφούς, ὥστε ἔχειν αὐτοὺς ὑπο χειρίους καὶ ἐμμίσθους, καὶ ἀξιώματα μεγάλα. [a 3] τρυφεροὺς μὲν λέγει αὐτοὺς διὰ τὸ τρυφᾶν, σαλάκωνας δὲ καὶ σολοίκους ὡς ἀπειροκάλους· ἡ γὰρ σαλακωνία ὑπερβολὴ τῆς μεγαλοπρεπείας. ὡς γὰρ οἱ σολοικίζοντες ἄρχονται μὲν τοῦ λόγου σώου καὶ εὖ ἔχοντος κατὰ τὴν ἀρχήν, κατὰ δὲ τὸ τέλος διαφθείρουσιν αὐτὸν κατὰ τὴν σύνταξιν, οὕτως οἱ πλούσιοι ἀπό τινος μὲν χρείας ὁρμῶνται, εἶτα παραφθείρουσι ταύτην ὡς παραχρώμενοι· οἷον ὑποδημάτων χρῄζουσι καὶ ποιοῦσιν αὐτὰ μετὰ μαργάρων καὶ λίθων καὶ παραχρῶνται τῇ χρήσει περὶ τὸν πλοῦτον τὸν ἐρώμενον καὶ θαυμα ζόμενον ὑπ’ αὐτῶν. [a 7] ἅμα δὲ καὶ εἰκότως πάσχουσι ταῦτα ἤτοι τὸ ὑπερήφανοι καὶ ὑβρισταὶ εἶναι. πολλοὶ γάρ εἰσιν οἱ δεόμενοι τῶν ἐχόντων αὐτὰ ἤτοι τὰ τυχηρὰ ἀγαθά. [a 12] καὶ οἴονται ἑαυτοὺς ἀξίους ἄρχειν. καὶ ὅλως ὁ πλοῦτός ἐστιν ἤθους ἀνοήτου εὐδαίμονος ἤτοι μωροῦ. τὸ μὲν ἦθος τῶν ἐχόντων πάλαι καὶ ἐκ προγόνων τὸν πλοῦτόν ἐστι μετριώτερον ὡς ἤδη εἰθισμένων τῷ πλούτῳ, τὸ δὲ ἦθος τῶν νεο πλούτων ἐστὶ φαυλότερον· ἀλαζονικώτερον γάρ ἐστι καὶ ἐπῃρμένον, καὶ εἰσὶν οἱ νεόπλουτοι ἀκρατευταὶ εἰς μοιχείαν ἤτοι ἀκόλαστοι.