Ancient Greek · ~14 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.20.1
Not analysed yet
Ἡ γὰρ γνώμη μέρος ἐστὶ τοῦ ἐνθυμήματος ἤτοι ἢ τὸ ἐν τῷ ἐνθυμήματι συμπέρασμα ἢ ἡ ἐν τῷ ἐνθυμήματι μείζων πρότασις· γνώμη γάρ ἐστιν οἷον τὸ αἴ, αἴ, τὸ δοῦλον ὡς κακὸν πεφυκέναι, ὅ ἐστι συμπέρασμα τοῦ ἐνθυμήματος ὁ δεῖνα δοῦλος· αἲ αἲ τὸ δοῦλον ὡς κακὸν πεφυκέναι· αἴ αἴ ἄρα τὸ δοῦλον ὡς κακὸν πεφυκέναι τὸν δεῖνα. [a 26] ἡ δὲ ἐπαγωγή ἐστιν ἀρχὴ βεβαιώσεως καὶ ἀποδείξεως. [a 29] ἐν δὲ τὸ αὐτὸν καὶ σὲ ποιεῖν καὶ πλάττειν τὰ παραδείγματα. τούτου δὲ τοῦ αὐτὸν καὶ σὲ ποιεῖν τὰ παραδείγματα ἐν μέν ἐστι παραβολή, ἤτοι γὰρ ἐξ ἀναλογίας, οἷον εἰ ὁ ποιμὴν ἐπαγρυπνεῖ διὰ τὸ ποίμνιον, λοιπὸν καὶ τὸν βασιλέα δεῖ ἀγρυπνεῖν διὰ τὸ ἐπήκοον· ἕτερον δὲ οἱ λόγοι ἤτοι μύθους πλάττειν καταλλήλους τῷ πράγματι. [b 2] λαβὼν δὲ διέβη εἰς τὴν Ἐλλάδα, ὥστε καὶ οὗτος ὁ βασιλεύς, εἰ λάβῃ τὴν Αἴγυπτον, διαβῇ εἰς τὴν Ἑλλάδα· διὸ οὐκ ἐπιτρεπτέον ἑλεῖν τὴν Αἴγυπτον. [b 4] κληρωτοί εἰσι, διότι ἔβαλλον κλήρους ἤτοι βόλια, καὶ οἵου κλῆρος ἐξῆλθεν, οὗτος καὶ βασιλεὺς ἐγένετο ἢ στρατηγός. καὶ ἐὰν οἱ ἀθληταὶ κληρωτοί εἰσι. τύχῃ καὶ ὁ ἄναλκις κληρωθεὶς εἰς τὸ ἀγωνίζεσθαι. [b 8] λόγος δέ ἐστιν ἤτοι μῦθος, οἷός ἐστιν ὁ τοῦ Στησιχόρου· τῶν γὰρ Ἱμεραίων ἑλομένων τὸν Φάλαριν στρατηγὸν ἐζήτει ὁ Φάλαρις στρατιώτας χάριν φυλακῆς. [b 17] συνομολογήσαντος δὲ ἤτοι θελήσαντος τοῦ ἐλάφου, ὡς ἂν ἐπιβῇ *[b 23] δημαγωγὸς ἐν Σάμῳ καταναλώσς δημοσιακὰ πράγματα κατεκρίθη θανεῖν. [b 26] κυνοραισταὶ λέγονται τὰ τζιμούρια ἢ αἱ λεγόμεναι ἀλογομυῖαι παρὰ τὸ ῥαίζειν καὶ κείρειν τοὺς κύνας. [1394a 3] τὸ μὲν οὖν εὑρεῖν πράγματα πάλαι γεγενημένα, ὡς λαβεῖν αὐτὰ εἰς παράδειγμα, δύσκολον, τὸ δὲ πλάττειν λόγους καὶ μύθους ῥᾷον. [a 4] ποιεῖν δὲ δεῖ μύθους ὥσπερ καὶ παραβολάς· εἰ γὰρ δύναταί τις συνορᾶν τὰς ὁμοιότητας τῶν πραγμάτων, οἷον ὁ βασιλεὺς καὶ ὁ ποιμὴν ὁμοιότητά τινα ἔχουσι, εὐκόλως ἂν ποιήσῃ παραβολάς· ὅπερ, τοῦτο τὸ βλέπειν τὰς ὁμοιότητας, ἐν τῇ φιλοσοφίᾳ ἤγουν τῇ διαλεκτικῇ παρεδώκαμεν καὶ ἐκεῖθέν ἐστι ῥᾷον λαβεῖν αὐτάς. [a 6] τὰ μὲν οὖν παραδείγματα τὰ διὰ τῶν λόγων ἤτοι τὰ ἐκ τῶν μύθων πλαττόμενα εὔκολόν ἐστι λαβεῖν, τὰ δὲ διὰ τῶν πραγμάτων, τὰ δὲ παραδείγματα τὰ ἐκ τῶν πραγμάτων λαμ βανόμενα, τῶν δὲ γεγενημένων πάλαι, ἃ καὶ ἐξ ἱστορίας ἔχομεν, δύσκολόν ἐστι λαβεῖν· οὐ γάρ ἐστι δυνατὸν συναγαγεῖν τοιαῦτα πολλά· εἰ δὲ καὶ εὑρεθῶσι, χρήσιμά εἰσι πρὸς συμβουλήν. [a 9] εἰ μὲν οὐκ ἔχομεν ἐνθυ μήματα, χρηστέον τοῖς παραδείγμασιν ὡς ἀποδείξεσιν, εἰ δὲ ἔχομεν, δεῖ λαβεῖν τὰ παραδείγματα ὡς μαρτύρια ἐπιλογικὰ μετὰ τοῦ ἐνθυ μήματος· τὸ γὰρ [a 11] ἐπιλόγοις ὡς ἐν μέρος λόγου ληπτέον, ὡς μετὰ τὰ ἐνθυμήματα λεγομένοις· καὶ εἰ μὲν πρὸ τῶν ἐνθυμημάτων λέγομεν τὰ παραδείγματα, ἀνάγκη πολλὰ λέγειν τοιαῦτα, εἰ δὲ μετὰ τοῦ ἐνθυ μήματος, ἀρκεῖ καὶ ἐν παράδειγμα ὡς μαρτυρία ληφθῆναι. [a 16] εἴδη παραδειγμάτων εἰσὶ δύο, τό τε διὰ λόγων καὶ μύθων καὶ τὸ διὰ γεγενημένων πραγμάτων. [a 17] καὶ πῶς αὐτοῖς χρηστέον, ἤτοι εἰ μὲν ἐνθυμήματα οὐκ ἔχομεν, χρηστέον αὐτοῖς ὡς ἀποδείξεσιν, εἰ δὲ ἐνθυ μήματα ἔχομεν, χρηστέον αὐτοῖς ὡς μαρτυρίαις. καὶ πότε, ἤτοι ἐν μὲν τοῖς δημηγορικοῖς λόγοις χρηστέον τοῖς διὰ τῶν λόγων καὶ τῶν μύθων παραδείγμασιν, ἐν δὲ τοῖς συμβουλευτικοῖς χρηστέον τοῖς διὰ τῶν γεγενητερά μένων πραγμάτων παραδείγμασι· διὰ τοῦτο γὰρ καὶ ἀνωτέρω εἴρηκε [a 6] ῥᾷον μὲν γάρ ἐστιν ἐν τοῖς δημηγορικοῖς λόγοις πορίσασθαι τὰ διὰ τῶν λόγων καὶ μύθων παραδείγματα, πρὸς δὲ τὴν συμβουλὴν χρησιμώ εἰσι τὰ διὰ τῶν γεγενημένων παραδείγματα· τὰ γὰρ μέλλοντα πράγ ματα γενέσθαι ὅμοιά εἰσι τοῖς προγεγονόσι.