Ancient Greek · ~39 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.21.1
Not analysed yet
Γνώμη δέ ἐστιν ἀπόφανσις περὶ τῶν καθ’ ὅλου, ἀλλ’ οὐ περὶ πάντων τῶν καθ’ ὅλου, οἷον ὅτι πᾶν εὐθὺ ἐναντίον ἐστὶ παντὶ καμπύλῳ, ἀλλὰ περὶ ὧν αἱ πράξεις, ἤτοι περὶ τῶν καθ’ ὅλου τῶν πρακτῶν καὶ τῶν αἱρετῶν πρὸς τὸ πράττειν ἢ φευκτῶν. [a 26] ἐπεὶ γὰρ τὰ ἐνθυμήματα οὐκ ἄλλο τί ἐστιν ἀλλ’ ὁ συλλογισμὸς ὁ περὶ τῶν τοιούτων ἤτοι τῶν πρακτῶν, τῶν αἱρετῶν καὶ τῶν φευκτῶν, τὰ συμπεράσματα τῶν ἐνθυμημάτων ἀφαιρεθέντος τοῦ συλλογισμοῦ ἤτοι τοῦ μέσου ὅρου, δι’ οὗ ὁ συλλογισμὸς γίνεται, γνῶμαί εἰσιν. [a 27] ἔτι δὲ καὶ αἱ ἄμεσοι ἀπαρχαὶ τῶν ἐνθυμημάτων κἀκεῖναι γνῶμαί εἰσιν· εἰ μὲν εἴπω οὕτως τὸν δεῖνα ἀνάγκη εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρ’ ἀστῶν· διὰ δὲ τὸ μὴ εἶναι ἀργὸν καὶ φθόνον ἔχειν παρὰ τῶν ἀστῶν οὐ χρὴ τὸν ἀρτίφρονα παῖδας περισσῶς καὶ κομψῶς ἐκδιδάσκειν· τὸν δεῖνα ἄρα οὐ χρὴ τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν, ἐστὶ γνώμη. [a 34] τὸ ἀλφάνω δηλοῖ τὸ λαμβάνω ἢ τὸ εὑρίσκω. [b 5] σὺν δὲ τῷ ἐχομένῳ ἤτοι τῷ αἰτίῳ ἐνθύμημά ἐστιν. [b 8] ἢ γὰρ μετὰ ἐπιλόγου καὶ αἰτίας ἐστὶν ἢ ἄνευ ἐπιλόγου καὶ αἰτίας. αἱ μὲν παράδοξόν τι λέγουσαι καὶ ἀμφισβητού μεναι· διὰ τὸ δοκεῖν παράδοξόν τι λέγειν δεῖ καὶ τὴν ἀπόδειξιν καὶ τὴν αἰτίαν λέγειν· εἰ γὰρ οὔ, παράδοξόν τι δοκεῖ λέγειν ὁ λέγων ὡς οὐ χρὴ τὸν ἀρτί φρονα τοὺς παῖδας περισσῶς ἐκδιδάσκειν, εἰ δὲ καὶ τὴν αἰτίαν προσθήσει, οὐκέτι παράδοξον δοκεῖ. [b 10] ὅσαι δὲ οὐ δοκοῦσι παράδοξον λέγειν, ἄνευ ἐπιλόγου ἤτοι αἰτίας εἰσακτέον αὐτάς. τούτων δὲ τῶν ἄνευ αἰτίας εἰσα γομένων ἀνάγκη τὰς μὲν μὴ δεῖσθαι αἰτίας διὰ τὸ προδιεγνῶσθαι καὶ εἶναι φανεράς· συναναφαίνεται γὰρ καὶ τὸ αἴτιον, διότι [b 16] πᾶς ἐραστής, ἦ ἐραστής, ἐρᾷ καὶ φιλεῖ· [b 13] οἷον τὸ ἄριστόν ἐστι τὸ ὑγιαίνειν τὸν ἄνδρα προδιέγνωσται πᾶσι καὶ αἰτίας οὐ δέεται· αἱ δέ, κἂν μὴ προδιεγνωσμέναι εἰσίν, ἀλλ’ οὖν λεγόμεναι ἤτοι ἅμα τῷ ῥηθῆναι δῆλαι γίνονται καὶ διὰ τοῦτο οὐδὲ προσθεῖναι δέονται, ὡς τὸ οὐδεὶς ἐραστής, ὃς οὐκ αἰεὶ φιλεῖ. [b 17] αἱ μέν εἰσι μέρος ἐνθυμήματος ἤτοι ἢ ὡς συμπέρασμα ἢ ὡς μία τῶν προτάσεων τοῦ ἐνθυμήματος, αἱ δὲ ἐνθυμηματικαί. ἐνθυμηματικαί εἰσιν αἱ συμβαλλόμεναι εἰς τὸ ἐνθύμημα, αἳ λαμβάνονται πρὸς κατασκευὴν μιᾶς τῶν ληφθεισῶν προτάσεων ἐν τῷ ἐνθυ μήματι· αἱ γὰρ ἐν τῷ ἐνθυμήματι ληφθεῖσαι προτάσεις, εἰ δέονται κατα σκευῆς αἱ προτάσεις αἱ ληφθεῖσαι πρὸς κατασκευὴν τῶν προτάσεων, λέγονται ἐνθυμηματικαί, αἳ καὶ εὐδοκιμοῦσιν ἤτοι ἐπαινοῦνται ὡς κατασκευαστικαὶ τῶν προτάσεων. [b 20] εἰσὶ δὲ αὗται, ἐν ὅσαις ἐμφαί νεται ἡ αἰτία τῶν λεγομένων προτάσεων· τὸ γὰρ θνητὸν εἶναι αἰτία ἐστὶ τοῦ λεγομένου ἤτοι τοῦ μὴ δεῖν ἀθάνατον ὀργίζεσθαι. κρεῖττον δέ ἐστιν, εἰ εἴπωμεν ἐνθυμηματικὰς τὰς προτάσεις ἐχούσας καὶ τὴν αἰτίαν συνεμφαινομένην· καὶ ἐνθυμηματικαὶ μὲν λέγονται, ᾗ τὸ αἴτιον ἔχουσι, καθ’ ὃ δὲ οὐ πρόδηλόν ἐστι τὸ αἴτιον, οὐκ ἔστιν ἐνθύμημα· τὸ γὰρ ἐνθύ μημα ἔχει καὶ τὸ αἴτιον πρόδηλον. ἡ δὲ ἀναίτιος γνώμη ἐστὶ μέρος τοῦ ἐνθυμήματος, εἴ γε καὶ κατασκευῆς δέεται χρῆσθαι τῷ συμπεράσματι τοῦ ἐνθυμήματος καὶ τῇ γνώμῃ προσθέντος καὶ τὴν αἰτίαν ὕστερον· [b 31] ἢ προειπεῖν δεῖν καὶ τὴν αἰτίαν, εἶτα καὶ τὸ συμπέρασμα ἐπαγαγεῖν. [b 31] ἔμπροσθεν λέγει τὸ [b 29] ἐγὼ μέν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ [b 33] στρογγύλως λέγει τις, ὃς περιοδικῶς καὶ συντόμως καὶ συντετμη μένως εἴπῃ τὸ πρᾶγμα, συμπεριλαβὼν καὶ τὴν αἰτίαν. Λακωνικὰ ἀποφθέγματα λέγει τὰ σύντομα, ὡς τὸ οὐ δεῖ ὑβριστὰς εἶναι, ἵνα μὴ ὑπὸ τῶν ἐχθρῶν οὕτω διαφθαρῶμεν, ὡς μηδὲ δένδρον ἢ ξύλον ἀπομεῖναι ἐν τῇ χώρᾳ ἡμῶν, ἵνα κἂν οἱ τέττιγες καθήμενοι ᾄδωσι. Λακωνικόν ἐστι καὶ τὸ ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία. [1395a 2] τοῖς πρεσβυτέροις δὲ ἁρμόττει τὸ γνωμολογεῖν καὶ περὶ ἐκείνων τῶν πραγμάτων, ὧν ἔμπειροί εἰσιν· ἀπρεπὲς γάρ ἐστιν, εἴ γε ὁ μὴ τηλικοῦτος ἤτοι ὁ νεώτερος γνωμολογεῖ· ὥσπερ καὶ τὸ μυθολογεῖν τοῖς πρεσβυτέροις ἀνήκει· τὸ δέ, περὶ ὧν οὐκ ἐπίσταταί τις, εἰ γνωμολογεῖ, ἠλίθιον κρίνεται. [a 7] γνωμοτύποι εἰσὶν ἤτοι πολύπειροι καὶ διὰ τοῦτο ῥᾳδίως γνώμας ἀποφαίνονται. καθ’ ὅλου δὲ μὴ ὄντος τοῦ πράγματος, εἴ τις θέλει τοῦτο καθ’ ὅλου ἀποφήνασθαι, μάλιστα ἁρμόζει, εἴ γε μετὰ σχετλιασμοῦ καὶ δεινώσεως ἤτοι δεινοπαθείας ἐκφέρει τις τοῦτο· εἰ δὲ ἄνευ δεινοπαθείας τοῦτο ἐκφέρει, μεμπτέος ἂν δόξῃ· οἷον εἴ τις ἱερέα ἰδὼν εἰς τὸ πορνεῖον εἰσελθόντα, εἰ μὲν εἴπῃ οὕτως οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν. μεμπτέος ἂν δόξῃ· εἰ δὲ σχετλιάσας τοῦτο ἐρεῖ, οἷον ὦ τῆς συμφορᾶς· οὐ χρὴ τοὺς ἱερεῖς τιμᾶν, φαίνεται, ὅτι ὑπὸ τοῦ πάθους κινηθεὶς τῶν ἱερέων κατέδραμεν. [a 9] καὶ ἐν τούτοις ἤτοι τῷ σχε τλιασμῷ καὶ τῇ δεινώσει ἢ ἀρχόμενον ἤτοι πρὸ τῶν ἐνθυμημάτων δεῖ σε σχετλιάσαντα εἰπεῖν ἢ μετὰ τὰ ἐνθυμήματα καὶ τὰς ἀποδείξεις. καὶ *τεθρυλλημέναι γνῶμαί εἰσιν, ἃς καὶ πάντες ὁμολογοῦσι, τὸ [a 13] εἶς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης. ἔχουσί τινες ἔθος μὴ ἄλλως ἐξέρχεσθαι εἰς τὸν πόλεμον, εἰ μὴ πρότερον θύσουσιν· εἴ τις γοῦν παρακαλεῖ τινας ἐξελθεῖν εἰς τὸν πόλεμον καὶ ταῦτα μὴ πρότερον θύσαντας, εἰπάτω τὸ τοῦ Πολυδάμαντος τὸ εἷς οἰωνὸς ἄριστος. καὶ πάλιν, εἴ τις παρακαλεῖ τοὺς Λακεδαιμονίους ἢ τοὺς Ἀθη ναίους ἢ ἄλλους τινὰς ἐξελθεῖν εἰς τοὺς πολεμίους καὶ ταῦτα πολλῷ ἥττους καὶ ὀλιγωτέρους ὄντας τῶν πολεμίων, εἰπάτω παραθαρρύνων αὐτοὺς τὸ [a 15] κοινὸς Ἐνυάλιος, ἤτοι ὁ πόλεμος ποτέ ἐστι μεθ’ ἡμῶν, ποτὲ μετὰ τῶν πολεμίων· ὥστε θαρρεῖτε. καὶ τῷ παρακαλοῦντί τινας ἐπὶ τὸ ἐξελθεῖν ἐπὶ τοὺς πολεμίους καὶ ταῦτα ἥττους ὄντας αὐτῶν τῶν πολεμίων καὶ τῷ παρακαλοῦντι ἐπὶ τὸ ἀναιρεῖν τὰ τῶν ἐχθρῶν τέκνα τινὲς παροιμίαι εἰσὶ καὶ ὡς γνῶμαι· οἷον ἡ παροιμία αὕτη [a 18] Ἀττικὸς πάροικος. οἱ Ἀθηναῖοι ἔπεμψαν, ὡς ὁ Κράτερός φησιν ἢ καὶ ὁ Δοῦρις ἐν τῷ βιβλίῳ τῶν παροιμιῶν Ζηνοβίου ἀπὸ τῶν τοῦ Ταρραίου, εἰς Σάμον ἀποίκους. εἴ τις γοῦν συμβουλεύει τισίν, οἷον Λακεδαιμονίοις ἢ Κορινθίοις, στεῖλαί τινας ἐξ αὐτῶν εἰς μετοικίαν, εἰπάτω Ἀττικὸς πάροικος· εἰ γὰρ οἱ Ἀττικοὶ ἔστειλαν εἰς μετοικίαν πολλοὺς τῶν ἐποίκων, πολλῷ μᾶλλον ἡμᾶς δεῖ τοῦτο ποιῆσαι. ἢ καὶ οὕτως· οἱ Ἀθηναῖοι ἀεὶ ἠδίκουν τοὺς γειτνιῶντας καὶ παροικοῦντας αὐτοῖς· ἔσπευδον γὰρ ἀεὶ ταπεινοῦν αὐτούς. εἴ τις οὖν συμβουλεύει Λακεδαιμονίοις ταπεινοῦν καὶ συντρίβειν τοὺς γειτνιῶντας αὐτοῖς εἰπάτω τὸ Ἀττικὸς πάροικος· εἰ γὰρ οἱ Ἀθηναῖοι ἐταπείνουν τοὺς γειτνιῶντας αὐτοῖς, πολλῷ μᾶλλον δεῖ τοῦτο ἡμᾶς ποιεῖν. [a 18] δεῖ δὲ καὶ τὰς γνώμας ταύτας τὰς κοινὰς λέγειν παρὰ τὰ δεδημοσιευμένα, ἤτοι παρ’ ὃ λέγει ταύτας ὁ δῆμος καὶ τὸ πλῆθος, ἤτοι οὐ δεῖ λέγειν αὐτὰς ἀπαραλλάκτως, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλὰ παραλλάσσειν αὐτός, εἴ γε μέλλει ὁ λέγων αὐτὰς φαίνειν τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθὴν ἔχειν προαίρεσιν φαίνεσθαι· ἢ εἰ βούλεται παθητικῶς καὶ σχετλιαστικῶς λέγειν αὐτάς, ἀνάγκη ταύτας παραλλάσσειν, εἶτα μεταξὺ λέγειν καὶ τίνες εἰσὶν αἱ δεδημοσιευμέναι γνῶμαι, καί φησι τὸ μηδὲν ἄγαν. [a 23] παθητικῶς ἂν εἴποις τοῦτο, εἴ γε εἴποις αὐτὸ οὕτως ψεῦδός ἐστιν, ὡς δεῖ γινώσκειν αὑτόν· οὗτος γάρ, εἰ ἑαυτὸν ἐγίνωσκεν, οὐκ ἂν εἴλετο στρατηγεῖν. [a 25] δείξει δέ τις τὸ ἑαυτοῦ ἦθος βέλτιον καὶ ἀγαθόν, εἴ γε οὕτως ἐρεῖ ὅτι οὐ δεῖ φιλεῖν τινα ὡς μισήσοντα, ἀλλὰ μᾶλλον μισεῖν ὡς φιλήσοντα· οὕτως γὰρ εἰπὼν φαίνεται ἀγαθὸς εἶναι ὡς ὀρεγόμενος τῶν κρειττόνων. σὺν δὲ τῷ λέγειν τὰς κοινὰς γνώμας παρηλλαγμένως δεῖ ἢ τὴν προαίρεσιν ἀποφαίνειν ἐν τῇ λέξει καὶ ἐν τῷ λόγῳ ἢ τὴν αἰτίαν· [a 28] τοῦ μὲν εἰπεῖν καὶ τὴν αἰτίαν παράδειγμα τὸ ὅτι δεῖ φιλεῖν οὐχ ὥσπερ φασίν, ἤτοι ὡς μισήσοντα, ἀλλ’ ὡς ἀεὶ φιλήσοντα· τὸ γὰρ ἕτερον ἤτοι τὸ φιλεῖν ὡς μισήσοντα ἐπιβουλή ἐστι· τοῦτο ἡ αἰτία. ἢ οὕτω ῥητέον (τοῦτο παράδειγμα τοῦ τὴν προαίρεσιν τῇ λέξει παραδηλοῦν) οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον ἤτοι τὸ δεῖ φιλεῖν ὡς μισήσοντα· εἶτα κατασκευὴ τούτου τὸν γὰρ ἀληθινὸν φίλον δεῖ φιλεῖν ὡς ἀεὶ φιλή σοντα· ἀπὸ γὰρ τοῦ εἰπεῖν οὐκ ἀρέσκει δέ μοι τὸ λεγόμενον ἀπὸ τοῦ λόγου τούτου δηλοῖ τὴν προαίρεσιν αὐτοῦ, ὡς ἔστιν ἀγαθὴ καὶ μὴ ἀρεσκομένη φαύλῳ ἤτοι τῷ φιλεῖν ὡς μισήσοντα. [a 31] καὶ οὐδὲ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν· τοὺς γὰρ κακοὺς ἄγαν μισητέον. ἔχουσι δὲ βοήθειαν εἰς τοὺς λόγους ἤτοι εἰς τὸ προφέρειν τὰς γνώμας καὶ ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν καὶ τὴν φορτικότητα καὶ τὴν ἀγροι κίαν καὶ τὴν χωρικίαν τῶν ἀκροατῶν· χωρικοὶ γὰρ ὄντες ἀποδέχονται τὸν παραλλάξαντα τὴν γνώμην ταύτην τὴν μηδὲν ἄγαν καὶ εἰπόντα ὡς οὐκ ἀρέσκει μοι τὸ μηδὲν ἄγαν, ἀλλὰ τοὐναντίον τὸ ἄγαν μισεῖν τοὺς κακούς. [b 7] εἰ γὰρ οἱ ἀκροαταὶ δοξάζουσιν, ὅτι φαῦλόν ἐστι τὸ γειτο νεῖν τινι διὰ τὸ ἐντυχεῖν φαύλοις γείτοσιν, ἀποδέξαιτ’ ἂν τὸν εἰπόντα καθ’ ὅλου ὡς οὐδὲν γειτονίας χαλεπώτερον. ὥστε δεῖ τὸν μέλλοντα εἰπεῖν γνώμην ἀποβλέπειν εἰς τοὺς ἀκροατὰς καὶ στοχάζεσθαι, τίνων οὗτοι ὀρέ γονται καὶ τί δοξάζουσι, καὶ οὕτως ἃ δοξάζουσιν οὗτοι, κἂν μερικὰ ὦσιν, ἀποφαίνεσθαι περὶ τούτων καθ’ ὅλου· οἷον εἰ ὁ ἀκροατής μου δοξάζει, ὡς κακὸν τὸ τεκνοποιῆσαι, διὰ τὸ ἐντυχεῖν φαύλῳ τέκνῳ, εἰ εἴπω ὡς οὐδὲν ἠλιθιώτερον καὶ χεῖρον τεχνοποιίας, καὶ μάλα ἄν με καὶ αὐτὸς ἀπο δέξαιτο. [b 10] ὥστε δεῖ στοχάζεσθαι, πῶς τυγχάνουσιν ἔχοντες οἱ ἀκροαταὶ καὶ ποῖα ὑπολαμβάνουσι καὶ δοξάζουσιν, εἶτα περὶ τούτων ἀποφαίνεσθαι καθ’ ὅλου. [b 12] ταύτην δεῖ μίαν χρῆσιν τοὺς γνω μολογοῦντας ἤτοι τὸ βλέπειν καὶ στοχάζεσθαι, τίνα δοξάζουσιν οἱ ἀκροαταί, καὶ οὕτως ἀποφαίνεσθαι περὶ αὐτῶν, εἰ βούλεται ἀποδέχεσθαι παρὰ τῶν ἀκροατῶν, γνωμολογοῦντα, καὶ ἑτέραν χρῆσιν κρείττω, ἥτις καὶ δείκνυσι τὸ ἦθος τοῦ γνωμολογοῦντος βέλτιον [b 13] ἡ γὰρ τοιαύτη χρῆσις τῶν γνωμῶν, ἣν καὶ εἰπεῖν μέλλει, ποιεῖ τοὺς λόγους ἠθικοὺς ἤτοι παρεμ φαίνοντας τὸ ἦθος τῶν λεγόντων τὰς γνώμας, εἴτε φαῦλόν ἐστιν, εἴτε ἀγαθόν. ἐκεῖνοι δὲ οἱ λόγοι ἔχουσιν ἦθος, ἐν οἷς παρεμφαίνεται ἡ προαίρεσις τοῦ λέγοντος, εἴτε ἀγαθή ἐστιν, εἴτε φαύλη. [b 14] αἱ γὰρ γνῶμαι πᾶσαι τοῦτο ποιοῦσιν ἤτοι τὸ παρεμφαίνειν τὸ ἦθος τοῦ λέγοντος οἷόν ἐστι, διότι ὁ λέγων τὰς γνώμας περὶ τῶν προαιρετῶν ἀποφαίνεται ἤτοι περὶ ἐκείνων ἀποφαίνεται, περὶ ὧν προαιρεῖται καὶ βούλεται.