Ancient Greek
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.4.1
Not analysed yet
Τίνας δὲ φιλοῦσι καὶ μισοῦσιν, ἔσται δῆλον, εἴ γε τὴν φιλίαν καὶ τὸ φιλεῖν ὁρισόμεθα. [b 35] φιλεῖν γοῦν ἐστι τὸ βούλε σθαί τινι ἤτοι τῷ φίλῳ, ἃ οἴεται ὅτι εἰσὶν ἀγαθά, οὐχ ἵνα τι κερδήσῃ αὐτὸς ἐκ τοῦ παθεῖν τὸν φίλον ἀγαθόν τι, ἀλλὰ χάριν ἐκείνου τοῦ φίλου, καὶ τὸ κατὰ δύναμιν ἤτοι ὅσον δύναται πρακτικὸν εἶναι τού των τῶν ἀγαθῶν. [1381a 2] οἴονται δὲ φίλοι εἶναι οἱ οἰόμενοι οὕτως ἔχειν πρὸς ἀλλήλους, ὡς καὶ φιλεῖν καὶ ἀντιφιλεῖσθαι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς τῶν φίλων καὶ συναλγοῦντα πάλιν τοῖς λυπηροῖς αὐτῶν μὴ δι’ ἕτερόν τι ἀλλὰ δι’ ἐκεῖνον τὸν φίλον. [a 6] γινομένων γάρ, ὧν βούλονται· τοῦτο κατασκευ αστικόν ἐστι τοῦ πῶς τοῖς τῶν φίλων ἀγαθοῖς συνήδονται. καί φησιν ὅτι ἐπεί, ὅταν γένηται ὃ βούλομαι, χαίρω, βούλομαι δὲ τὰ ἀγαθὰ τῷ φίλῳ, διὰ τοῦτο καὶ τῶν ἀγαθῶν ἐπιγενομένων τῷ φίλῳ χαίρω, ὥσπερ πάλιν λυποῦμαι, εἰ μὴ ταῦτα αὐτῷ γένωνται, ἀλλὰ λυπηρά. [a 8] εἰσὶ φίλοι καὶ οἷς ἀγαθά εἰσι ταὐτά. καὶ εἰ τὰ αὐτὰ κακὰ ἔχουσι, καὶ οὗτοι φίλοι εἰσί. καὶ οἱ τοὺς αὐτοὺς φίλους ἔχοντες ἢ τοὺς αὐτοὺς ἐχθροὺς φίλοι εἰσίν. ἀνάγκη γὰρ τούτους τοὺς φίλους βούλε σθαι τὰ αὐτά, ἤτοι ἢ τοὺς αὐτοὺς φίλους ἔχειν ἢ τοὺς αὐτοὺς ἐχθρούς. [a 11] ἀλλὰ καὶ οὗτός μου φίλος ἐστίν, ὅστις πεποίηκε καὶ εὐηργέτησεν ἢ αὐτὸν καὶ ἐμὲ ἢ συγγενῆ μου, οὗ κήδομαι, ἢ εἰ μεγάλα με εὐηργέ τησεν ἢ εἰ προθύμως ἢ ἐν τοιούτῳ καιρῷ, ἤτοι ἐν λιμῷ ἢ ἐν πολέμῳ ἢ ὅτε παρὰ βασιλέως ὠργισμένος ἦν. καὶ εἰ εὐηργετήθην ἕνεκα αὐτῶν τῶν φίλων, φίλος μοί ἐστι. [a 14] καὶ ὃν †βούλεσθαι ποιεῖν εὖ ἡμᾶς ἤτοι εὐεργετεῖν. [a 18] πᾶσι γὰρ τούτοις ἤτοι τοῖς μισοῦσιν, οὓς μισοῦμεν, καὶ τοῖς φιλοῦσιν, οὓς φιλοῦμεν, φαίνονται ταὐτὰ ἀγαθὰ ὑπάρχειν καὶ ἑαυτοῖς ἤτοι ἡμῖν· ὥστε συμβαίνει καὶ ἐκείνους τοὺς φιλοῦντας τοὺς αὐτοὺς ἢ μισοῦντας εὐεργετεῖν. [a 20] εἰς χρήματα καὶ σωτηρίαν. τοὺς μὲν ἐλευθερίους φιλοῦμεν ὡς δυναμένους εἰς χρήματα εὐεργετεῖν, τοὺς δὲ ἀνδρείους φιλοῦμεν ὡς δυναμένους εὐεργενεικοι. τεῖν εἰς σωτηρίαν, καὶ τοὺς δικαίους φιλοῦμεν διὰ τὸ δύνασθαι τὴν ἀρετὴν αὐτῶν καὶ εἰς ἄλλους ἐμβιβάζεσθαι. [a 22] τοίουτους δὲ ὑπολαμβάνουσι δικαίους τοὺς μὴ ἀφ’ ἑτέρων ζῶντας ἤτοι τοὺς γεωργούς· τοιοῦτοι δέ εἰσι μὴ ἀφ’ ἑτέρων ζῶντες οἱ ἀπὸ τοῦ ἐργά ζεσθαι ζῶντες, καὶ ἀπὸ τῶν ἄλλων οἱ αὐτουργοὶ ἤτοι μετὰ χειρῶν ἐργαζόμενοι. [a 24] φιλοῦμεν καὶ τοὺς σώφρονας· οὐδὲ γὰρ ἄδικοι ἤτοι οὐκ ἐπιβουλεύουσι ταῖς ἀλλοτρίαις γυναιξί. καὶ τοὺς ἀπράγμονας φιλοῦμεν διὰ ταὐτό, ἤτοι οὔκ εἰσιν ἄδικοι. φιλοῦμεν καὶ οὓς βουλό μεθα φίλους ἔχειν, εἴ γε καὶ οὗτοι βούλονται φίλους ἔχειν ἡμᾶς. [a 28] ἢ οἱ εὐδοκιμοῦντες ἐν τοῖς θαυμαζομένοις ὑπ’ αὐτῶν, ἤτοι εἰ τὴν γεωμετρίαν θαυμάζω, εὕρω δέ τινα εὐδοκιμοῦντα ἐπὶ ταύτῃ, βούλομαι τοῦτον φίλον ἔχειν, ἢ εἰ θαυμάζομαι ἐν ἐπιτηδεύματι ἤτοι ἐν γεωμετρίᾳ, ἴδω δέ τινα εὐδοκιμοῦντα ἐν ταύτῃ, φιλῶ αὐτόν. [a 29] ἔτι φίλους ἔχομεν καὶ τοὺς ἡδεῖς εἰς τὸ συνδιάγειν καὶ συνομιλεῖν καὶ συνδιημερεύ ειν· τοιοῦτοι δέ εἰσιν ἡδεῖς εἰς τὸ συνδιάγειν οἱ εὔκολοι ἤτοι οἱ ἀγαθοὶ καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων ἤτοι καὶ μὴ ἐλέγχοντες τοὺς φίλους, εἴ γε κατά τι ἁμάρτωσιν, ἀλλὰ παρορώμενοι τοῦτο καὶ μὴ φιλό [a 32] πάντες γὰρ οἱ τοιοῦτοι μαχητικοί, οἱ δὲ μαχό τἀναντία βούλονται, οἱ δὲ μαχόμενοι πρὸς τοὺς φιλοῦντας τἀναν τία τοῖς φίλοις βούλονται, οἱ δὲ τἀναντία τοῖς φίλοις βουλόμενοι οὐ φίλοι αὐτῶν. [a 33] καὶ οἱ ἐπιδέξιοι καὶ εἰς τὸ παῖσαι καὶ εἰς τὸ δύνασθαι ὑπομεῖναι, εἴ τις αὐτὸν ἀντιπαίσῃ ἢ ὑβρίσει, ἤτοι ὁ ὑβρίζων καὶ ὑβριζόμενος ἀνεχόμενος· καὶ γὰρ ἀμφότεροι, οἱ τωθάζοντες καὶ τωθαζόμενοι ἀνεχόμενοι, σπεύδουσιν ἐπὶ ταὐτὰ τῷ πλησίον ἤτοι τῷ φίλῳ ἤτοι ὁμονοεῖν τοῖς φίλοις σπεύδουσι. καὶ ἐμμλῶς ἤτοι ἐπιτηδείως σκώπτοντες. [a 36] ἔχομεν φίλους καὶ τοὺς ἐπαινοῦντας τὰ ἐνόντα ἡμῖν ἀγαθά, καὶ ἀπὸ τῶν ἀγαθῶν εἰ ἐπαινοῦσιν ἐκεῖνα τὰ ὑπάρχοντα ἡμῖν ἀγαθά, ἃ ὑποκρινόμεθα καὶ δοκοῦμεν ἔχειν, φοβούμεθα δὲ μὴ ἔχειν αὐτά· οἷον εἰ ῥήτωρ εἶναι δοκῶ καὶ ταῦτα μὴ ὤν, φοβοῦμαι μή πως ἀπελεγχθῶ μὴ ὢν ῥήτωρ, καὶ διὰ τοῦτο, εἴ τίς με ἐπαινεῖ ὡς ὄντα ῥήτορα, φιλῶ αὐτὸν ὡς ἐπιβεβαιοῦντα, ὃ δοκῶ μὲν ἔχειν, φοβοῦμαι δέ, μή πως ἀπολέσω αὐτὸ καὶ μὴ ἔχειν ἀπελεγχθῶ. [b 1] φιλοῦμεν καὶ τοὺς καθαρίους περὶ ὄψιν ἤτοι τοὺς εὐειδεῖς καὶ μὴ θέλοντας ῥυπαροὺς περιπατεῖν· καὶ τοὺς καθαροὺς περὶ ἀμπεχόνας ἤτοι ἱμάτια ἤτοι τοὺς μὴ ῥυπαρὰ ἐνδεδυμένους ἱμάτια· καὶ τοὺς μὴ ὀνειδιστὰς τῶν ἁμαρτημάτων, ἤτοι ὅτι †ἔπταισάς με τὸ μήποτε ὀνειδίζοντας, ὅτι εὐηργέτηκά σέ ποτε. [b 5] οἵους γὰρ ὑπο λάβωσιν εἶναι, ἤτοι εἰ γὰρ πρὸς τοὺς ἄλλους πταίσαντάς εἰσιν εὐδιάλλακτοι, λοιπὸν καὶ πρὸς ἡμᾶς αὐτοὺς τοιοῦτοι ἔσονται, εἴ γέ τι πταίσομεν. [b 7] καὶ μὴ εἰδότας μήτε τὰ κακὰ τῶν πλησίον ἤτοι τῶν φίλων μήτε τὰ αὐτῶν ἤτοι τὰ οἰκεῖα· ὁ γὰρ ἀγαθὸς ταῦτα μόνα δρᾷ τὰ ἀγαθά. φιλοῦμεν καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς σπουδάζουσιν, ἤτοι εἰ σπουδάζω ὡς ῥήτωρ ἐπιδείκνυσθαι, φιλῶ τὸν μὴ ἀντιπίπτοντά μοι, πρὸς ὃ σπουδάζω. [b 10] καὶ τοὺς πρὸς αὐτοὺς ὡσαύτως ἔχοντας ἤτοι φιλῶ καὶ τοὺς ἔχοντας πρὸς ἐμὲ οὕτως, ὡς ἐγὼ πρὸς αὐτοὺς ἔχω, ἤτοι οἴαν διάθεσιν ἔχω πρὸς αὐτούς, εἰ ἔχουσι καὶ αὐτοὶ τὴν αὐτὴν πρὸς ἐμέ. [b 13] φιλοῦ μεν καὶ τοὺς πεπονθότας τὰ αὐτὰ ἡμῖν, περὶ ἃ βουλόμεθα θαυμά ζεσθαι, οἷον εἰ βουλόμενος θαυμάζεσθαι ἐπὶ γεωμετρίᾳ ἐξωδίασα πολλὰ καὶ ἐκοπίασα, ἴδω δέ τινα ἐξοδιάσαντα πολλὰ καὶ κοπιάσαντα ἐπὶ τῇ ταύτης κτήσει, φιλῶ τοῦτον. [b 14] ἢ σπουδαίους δοκεῖν ἤτοι ἐναρέτους. καὶ τοὺς τὰ αὐτὰ ἐπιτηδεύοντας, οἷον εἴ τίς ἐστι γεωμέτρης, εἰμὶ δὲ καὶ αὐτός, φιλῶ αὐτόν, εἰ μή που παρενοχλεῖ μοι, οἷον εἰ ὁ βίος καὶ τὸ ζῆν μοί ἐστιν ὁμοίως δὲ καὶ ἐκείνῳ ἀπὸ τοῦ αὐτοῦ ἔργου ἤτοι ἀπὸ τοῦ διδάσκειν τὴν γεωμετρίαν καὶ ἐκ τοῦ διδομένου μοι μισθοῦ πορίζομαι τὰ πρὸς τὸ ζῆν ἀναγκαιότατα, παρενοχλεῖ μοι οὗτος σπουδάζων τοὺς ἐμοὺς μαθητὰς ἀποσυλᾶν, τότε μισῶ αὐτόν· εἰ δὲ ἀμφότεροι ἦμεν ἀνενδεεῖς, ἢ θάτερος μέν ἐστιν ἀνενδεὴς θέλων δὲ μόνον ἐπὶ τῇ γεωμετρίᾳ σπουδάζειν, θάτερος δὲ ἀποζῇ ἀπὸ τοῦ διδάσκειν ταύτην, οὐδὲν τὸ κωλύον φίλον ἔχειν αὐτόν· εἰ γὰρ ἀπὸ τοῦ αὐτοῦ ἔργου ὁ βίος ἐστί, γίνεταί μοι τότε φθόνος· τοῦτο γὰρ δηλοῖ τὸ [b 16] κεραμεὺς κεραμεῖ . καὶ τοὺς ἐπιθυ μοῦντας τῶν αὐτῶν, ὧν ἐνδέχεται ἅμα μετέχειν· οἷον εἰ δύο τινὲς ἐπιθυμοῦσι μητροπολῖται γενέσθαι, εἰκὸς ἅμα καὶ τοὺς δύο γενέσθαι ἐπ’ ἄλλῃ καὶ ἄλλῃ μητροπόλει, καὶ οὗτοι φίλοι ἀλλήλοις εἰσίν· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ δυνατὸν τυχεῖν ἅμα καὶ τοὺς δύο, ὧν ἐφίενται, οἷον ἐπιθυμοῦσί τινες γενέσθαι ῥήτορες καὶ ῥητορεῖον λαβεῖν, ἅμα μὲν καὶ τοὺς δύο τὸ ῥητορεῖον λαβεῖν ἀδύνατον, ἀνάγκη δὲ τὸν ἕτερον λαβεῖν τὸ ῥητορεῖον, ἐπεὶ γοῦν οὐκ ἔστι δυνατὸν καὶ ἀμφοτέρους ἐπιτυχεῖν, οὗ ἐπιθυμοῦσι. [b 18] καὶ οὕτω συμβαίνει τὸ αὐτό, ἤτοι τὸ κεραμεὺς κεραμεῖ κοτέει ἤτοι φθόνος. φιλοῦμεν καὶ ἐκείνους, πρὸς οὓς οὐκ αἰσχυνόμεθα τὰ πρὸς δόξαν ἤτοι ὥστε ἀδοξῆσαι· οἷον εἰ φιλῶ τινα, οὐκ αἰσχύνομαι ἔμπροσθεν ἐκείνου ἄτακτόν τι ποιῆσαι, ἵνα μή με ἀδοξήσῃ· οὐκ αἰσχύνομαι δὲ ἀτακτῆσαι οὐχ ὡς καταφρονῶν αὐτοῦ, ἀλλ’ ὡς θαρρῶν ἐν αὐτῷ. [b 20] καὶ πρὸς οὓς αἰσχύνονται τὰ πρὸς ἀλήθειαν, ἤτοι καὶ τούτους φιλοῦμεν, πρὸς οὓς αἰσχυνόμεθα ψεύδεσθαι. φιλοῦμεν καὶ πρὸς οὓς φιλοτιμοῦνται ἤτοι ἐπιδείκνυνται. καὶ ἐκείνους φιλοῦμεν, ὑφ’ ὧν βουλόμεθα ζηλοῦσθαι ἤτοι ζηλωτοὶ φαίνεσθαι καὶ μὴ τοὐναντίον φθονεῖσθαι. [b 23] φιλοῦμεν καὶ οἷς συμπράττομεν καὶ συναγωνιζόμεθα εἰς τὸ κτήσασθαι τὰ ἀγαθά, οἷον εἰ συναγωνίζομαί τινι εἰς τὸ κτήσασθαι τὴν βασιλείαν, εἰ μή που μέλλομεν μείζω παθεῖν κακὰ ἢ παρ’ αὐτῶν, ὅτε βασιλεύσουσι, ἢ παρ’ ἄλλων, εἴ γε νοηθῶμεν, ὡς συμπράττομεν τῷ τυραννῆσαι μελετῶντι· διὸ φιλοῦμεν καὶ τοὺς φιλοῦντας τοὺς τεθνεῶτας. [b 27] φιλοῦμεν καὶ τοὺς μὴ ἐγκαταλείποντας ἡμᾶς ἐν καιρῷ πειρασμῶν ἢ ἐν πολέμῳ· καὶ γὰρ ἀπὸ τῶν ἀγαθῶν μάλιστα φιλοῦμεν τοὺς ἀγαθοὺς εἰς τὸ φιλεῖν. φιλοῦμεν καὶ τοὺς μὴ πλαττο μένους καὶ κρύπτοντάς τι περὶ αὐτοὺς ἤτοι πρὸς ἡμᾶς ἢ καὶ τοὺς μὴ πλαττομένους ἤτοι τοὺς ἀπλάστους εἰς ἑαυτούς. [b 30] εἴρηται γάρ, ὅτι πρὸς τοὺς φίλους οὐκ αἰσχυνόμεθα τὰ πρὸς δόξαν, ἤτοι οὐκ αἰσχυνόμεθα ἀτακτῆσαι, ἵνα μὴ ἀδοξήσωμεν. εἰ οὖν ὁ αἰσχυ νόμενος εἰπεῖν τὸ ἀληθές, ἵνα μὴ ἀδοξήσῃ, οὐ φίλος, ὁ μὴ αἰσχυνό μενος εἰπεῖν τὸ ἀληθὲς φίλος ἐστί. φιλοῦμεν καὶ τοὺς μὴ φοβερούς. [b 34] ἑταιρία ἐστὶν ἡ ἀπὸ κοινωνίας φιλία, οἷον εἰ κοινωνοὶ ἧσαν ἐπὶ πράγματί τινι. οἰκειότης ἐστὶν ἡ φιλία ἡ ἀπὸ πράξεως, οἷον εἰ συνήρ γησέ τινι ἐπιχειροῦντι πρᾶξαί τι ἢ ἐν πολέμῳ ἐβοήθησεν, ἔκτοτε οἰκειοῦται αὐτῷ. [b 35] καὶ τὸ μὴ δεηθέντος ποιῆσαι, ἤτοι καὶ εἰ ποιήσαι τις, ὃ ἤθελον ἀξιῶσαι αὐτὸν ποιῆσαι, καὶ ταῦτα μὴ δεηθεὶς καὶ ἀξιώσας αὐτόν, ἔχω φίλον αὐτόν, καὶ μετὰ τὸ ποιῆσαι, ὃ ἤθελον ἀξιῶσαι αὐτόν, μὴ δηλῶσαι καὶ εἰπεῖν ὅτι εὐηργέτηκά σε· καὶ γὰρ φαίνεται ἢ οὕτως ποιήσας ἤτοι εὐεργετήσας με οὐ δι’ ἕτερόν τι ἀλλ’ αὐτοῦ ἕνεκα ἤτοι ἕνεκα ἐμοῦ τοῦ φίλου. [1382a 1] ἐκ τῶν ἐναντίων δεῖ θεωρεῖν ἤτοι ἐκ τῶν περὶ φιλίας τόπων. ἡ μὲν ὀργὴ γίνεται ἐκ τῶν κακῶν τῶν πρὸς αὐτόν, ἤτοι ὀργὴ γίνεται, ὅταν τις λυπῆσαι σπουδάζῃ τινά, ἐξ οὗ ἐλυπήθη καὶ ἔπαθέ τι κακόν· ἔχθρα δὲ καὶ ἄνευ τῶν πρὸς αὐτόν, ἤτοι ἐχθραί νομαι δὲ καὶ μισῶ τὸν Τανισμάνην, κἂν οὐδέν τι κακὸν οὗτος πρὸς ἐμὲ ἔδρασε. [a 6] μισεῖν δὲ λέγομαι οὐ τὸν Καλλίαν, ἀλλὰ τὸ γένος ὅλων τῶν Περσῶν ἢ τῶν συκοφαντῶν. καὶ τὸ μὲν ἤτοι τὸ ὀργίζεσθαί ἐστιν ἰατὸν τῷ χρόνῳ, τὸ δὲ μῖσος ἀνίατον καὶ ἡ μὲν ὀργὴ ἐφίεται τοῦ μόνον λυπῆσαι, ἡ δὲ ἔχθρα ἐφίεται τοῦ κακῶσαι ἤτοι χαλάσαι καὶ ἀπολέσαι, ὥστε μὴ ζῆν. [a 8] ἐπεὶ γὰρ ὁ ὀργιζόμενος βούλεται αἴσθεσθαι καὶ νοῆσαι, πρὸς ὃν ὀργίζεται, ὅτι κατ’ αὐτοῦ ὀργίζεται, φαίνεται, ὅτι μερικῷ ὀργίζεται ὁ ὀργιζόμενος· τῷ δέ, τῷ ἐχθραίνοντι, οὐδὲν διαφέρει καὶ συμβάλλεται, εἴτε νοήσει ὁ ἄνθρωπος, πρὸς ὃν ἐχθραίνεται, ὅτι κατ’ αὐτοῦ ἐχθραίνεται καὶ μελετᾷ ποιῆσαί τι κακόν, εἴτε καὶ μὴ νοήσει. [a 9] τὰ μὲν οὖν λυπηρὰ πάντα εἰσὶν αἰσθητὰ ἤτοι μετὰ αἰσθήσεως γινόμενα· ἐπαισθάνεται γὰρ ὁ πάσχων τῆς λύπης. τὰ δὲ μᾶλλον κακὰ οὐδαμῶς εἰσιν αἰσθητά· ἡ γὰρ παρουσία τῆς ἀδικίας οὐ λυπεῖ τὸν ἔχοντα, ἀλλὰ μὴ οἷον αἰσθανόμενος ταύτης φαίνεται ὁμοίως δὲ καὶ ὁ ἄφρων οὐκ αἰσθάνεται τῆς ἀφροσύνης. [a 13] ὁ δὲ μισῶν οὐ λυπεῖται. καὶ ὁ μὲν ὀργιζόμενος ἐλεήσει τὸν καθ’ οὖ ὀργίζεται πολλῶν γινομένων, ἤτοι εἰ προσπέσῃ αὐτῷ ἢ εἰ μετάμελον σχῇ, ὁ δὲ ἐχθραινόμενος οὐδενός, ἤτοι εἴ τι ἂν ποιήσῃ ὁ, πρὸς ὃν ἐχθραίνεται, οὐκ ἐλεήσει αὐτόν. ὁ μὲν γάρ, ὁ ὀργιζόμενος, βούλεται ἀντιπαθεῖν καὶ ἀντιλυπῆσαι τόν, πρὸς ὃν ὀργίζεται, ὁ δὲ μισῶν βούλεται μηδὲ ὅλως εἶναι καὶ ζῆν τόν, ὃν μισεῖ. [a 16] ἐκ τούτων τῶν τόπων δείξει τις καὶ τὸν μὴ ὄντα καὶ φαινόμενον ἐχθρόν, ὅτι ἔστιν ἐχθρός, καὶ τὸν φάσκοντα ἐχθρὸν εἶναι διαλύειν καὶ δεικνύειν, ὅτι οὐκ ἔστιν ἐχθρός, καὶ δεικνύειν τόν τε φιλονεικοῦντα δι’ ὀργὴν καὶ πάλιν τὸν φιλονεικοῦντα δι’ ἔχθραν· καὶ οἵαν ἂν βούληται, δείξει, εἴτε ὅτι δι’ ἔχθραν φιλονεικεῖ, εἴτε δι’ ὀργήν.