Ancient Greek · ~38 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 2
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.2.5.1
Not analysed yet
Ὁ φόβος λύπη ἐστὶν ἐκ τοῦ φαντάζεσθαι καὶ ἀνατυποῦν τῇ διανοίᾳ ἢ μέλλον γενέσθαι κακὸν ἢ φθαρτικόν. [a 23] ἢ βραδὺς εἰς τὸ νοεῖν. ἀλλ’ ἐκεῖνα φοβεῖταί τις, ὅσα δύνανται προξενεῖν μεγάλας λύπας. καὶ ταῦτα φοβούμεθα, ἃ μὴ πόρρω εἰσίν· ὁ γὰρ θάνατος, εἰ καὶ φοβερόν ἐστιν, ἀλλ’ ἐπεί ἐστι πόρρω καὶ οὐ σύνεγγυς (μετὰ γὰρ τριάκοντα χρόνους τις θνῄσκει ἢ πεντήκοντα), διὰ τοῦτο αὐτὸν οὐ φοβούμεθα. [a 25] ὥστε μέλλειν ἤτοι ὀφείλειν ἤδη γίνεσθαι σύνεγγυς· οἷον εἰ τοὺς πολεμίους βλέπω ἤδη ἐγγίζοντάς μοι. [a 30] τὰ σημεῖα τῶν τοιούτων οἷον τῶν νόσων φοβερά εἰσιν· ὁ γὰρ κίνδυνός ἐστι πλησιασμὸς τοῦ φοβεροῦ. τοιαῦτα δὲ ἤτοι φοβερά εἰσιν ἡ ἔχθρα καὶ ἡ ὀργὴ τῶν ἐνδόξων τῶν δυναμένων ποιεῖν ἤτοι βλάπτειν. [a 34] ὥστε, εἰ βούλονται καὶ δύνανται βλάπτειν, λοιπὸν ἐγγύς εἰσι τοῦ ποιεῖν· εἰ γὰρ ἠβούλοντο μέν οὐκ ἠδύναντο δέ, πόρρω ἂν ἦσαν. καὶ ἡ ἀδικία δύναμιν ἔχουσα φοβερόν, οἷον εἰ ἄδικος μέν ἐστι καὶ δύναται καὶ βλάπτειν, φοβερός ἐστι. [a 35] καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσα, ἤτοι εἰ ἔστι τις ἀνδρεῖος ἅμα καὶ δυνατὸς ἤτοι ἔνδοξος καὶ παραδυναστεύων βασιλεῖ, φοβερός ἐστι τῷ ἐπιχειρήσαντι τῷ ὑβρίσαι αὐτόν. [b 2] καὶ φόβος τῶν δυνα μένων τι ποιῆσαι, ἤτοι καὶ φοβούμεθα τοὺς δυναμένους βλάπτειν· ἀνάγκη γὰρ εἶναι τὸν τοιοῦτον ἤτοι τὸν δυνάμενον βλάπτειν ἐν παρα σκευῇ ἤτοι ἕτοιμον εἰς τὸ βλάπτειν. [b 5] φοβερὸν τὸ ἐπ’ ἄλλῳ αὐτὸν εἶναι ἤτοι τὸ ἐλπίζειν ζῆν ἐπ’ ἄλλῳ καὶ τὸ κεῖσθαι τὴν σωτηρίαν αὐτοῦ παρ’ ἄλλῳ· ἴσως γὰρ διὰ κέρδος ἀπόσχωνται αὐτοῦ ἢ διὰ δειλίαν· εἰ γάρ τις σύνοιδεν ἐμοὶ ἐπιβουλεύοντι τῷ βασιλεῖ, φοβερός ἐστιν ἐμοί, μή πως κατείπῃ μου ἀφορῶν ἐκ τῆς προσαγγελίας κερδῆσαι ἢ πολλάκις δειλιάσας, μή πως ἁλῷ ὡς συνειδὼς καὶ διὰ τοῦτο τιμωρηθῇ· ἢ ἐν καιρῷ κινδύνου καταλείψουσι. [b 8] καὶ οἱ δυνάμενοι ἀεὶ ἀδικεῖν φοβεροὶ τοῖς δυνα μένοις ἀδικεῖσθαι. καὶ οἱ ἠδικημένοι φοβεροί εἰσιν ἢ οἱ νομίζοντες ἀδικεῖσθαι καὶ ἀεὶ ἐπιτηροῦσι καιρόν, ἵνα τὸν ἀδικήσαντα βλάψωσι. καὶ οἱ ἀδικήσαντες ἀεί εἰσι φοβεροί· δεδιότες γάρ, μή πως οἱ ἀδικηθέντες ἰσχύσωσι καὶ ἀντιβλάψωσιν αὐτούς, ἀεὶ σπεύδουσιν ἐκτρῖψαι αὐτούς· [b 12] ἐπέκειτο γὰρ φοβερὸν τὸ τοιοῦτον ἤτοι τὸ ἀντιπαθεῖν. καὶ οἱ τῶν αὐτῶν ἀγωνισταί εἰσι φοβεροὶ πρὸς ἀλλήλους· οἷον εἰ ὑπὲρ βασιλείας ἀγωνίζονται δύο τινές, ἐπεὶ οὐκ ἐνδέχεται ἀμφοτέροις τὴν βασι λείαν περιελθεῖν ἅμα, διὰ τοῦτο φοβοῦνται ἀλλήλους. [b 14] αἰεὶ γὰρ πολεμοῦσι πρὸς τοὺς τοιούτους ἤτοι πρὸς ἀλλήλους. καὶ οἱ φοβεροὶ τοῖς κρείττοσι καὶ αὐτοῖς τοῖς ἐλάττοσι φοβεροί. [b 16] φοβεροί εἰσι καὶ οὓς φοβοῦνται οἱ κρείττους διὰ τὸ αὐτὸ ἤτοι διὰ τὸ δύνασθαι καὶ σὲ τὸν ἐλάττω βλάψαι, ὥσπερ καὶ τὸν κρείττω· [b 18] ἢ γὰρ ἤδη εἰσὶ φοβεροὶ οἱ καὶ τοῖς κρείττοσιν ἐπιτιθέμενοι ἢ προσδοκῶνται ἔτι μᾶλλον γενέσθαι φοβεροί, εἴ γε αὔξησιν τῆς ἑαυτῶν δυναστείας λάβωσι καὶ ἐπίτασιν. γράφεται καὶ οἱ τοῖς ἥττοσιν ἐπιτιθέμενοι· οὗτοι γὰρ εἰ ἔτι αὐξηθῶσι, καὶ κατὰ τῶν κρειττόνων ἐπιχειρήσουσι. [b 19] φοβεροί εἰσι καὶ οἱ φίλοι τῶν ἀδικηθέντων παρ’ ἡμῶν καὶ οἱ τῶν ἐχθρῶν τῶν ἡμετέρων φίλοι καὶ οἱ φίλοι τῶν ἀντιπάλων καὶ τῶν ἀνταγωνιστῶν ἡμῖν. οὐδὲ οἱ ὀξύθυμοί εἰσι φοβεροί· οἱ γὰρ πρᾶοί εἰσι φοβεροί, καθ’ ὃ ἄδηλοί εἰσιν, εἰ ἐχθροί εἰσιν ἡμῶν, καὶ διὰ τοῦτο οὐδὲ φυλάττονται παρ’ ἡμῶν, [b 21] ᾗ ἐγγύς, ἤτοι ὡς ἐγγίζοντες καὶ φίλοι ἡμῶν φαινόμενοι· ὥστε οἱ ὀξύθυμοι οὔκ εἰσι φοβεροί, διότι πόρρω εἰσὶν ἡμῶν καὶ οὐ φαίνονται τὴν φιλίαν πρὸς ἡμᾶς ὑποκρινόμενοι καὶ διὰ τοῦτο ἀεὶ παρα φυλάττονται παρ’ ἡμῶν· ἢ καὶ διότι, ὃ ἔχουσιν ἐν τῇ ψυχῇ, τοῦτο προφέρουσι καὶ ἐκτὸς καὶ ἔστι δήλη ἡ αὐτῶν κακία, οἱ δὲ πρᾶοι ἐνδομυχοῦσιν ἐντὸς καὶ διὰ τοῦτο φοβεροὶ ὡς κακοὶ ὄντες ἀφανεῖς. [b 22] πάντα δὲ τὰ φοβερὰ γίνονται φοβερώτερα, ὅσα, ἐὰν ἁμάρτωσι καὶ γένωνται, οὐ δύνανται ἐπανορθωθῆναι, ἀλλ’ ἢ ὅλως ἀδύνατα ἢ οὐχὶ ἐπ’ αὐτοῖς ἤτοι ἐπὶ τῇ ἐξουσίᾳ αὐτῶν κεῖται τὸ ἐπανορθώσασθαι τὸ ἁμάρτημα, ἀλλ’ ἐπὶ τοῖς ἐναντίοις οἷον εἰ δι’ ἐμὲ ἐάσαντά σε ἐν τῷ πολέμῳ μόνον αἰχμάλωτος γέγονας, παρὰ τῇ ἐξουσίᾳ τῶν ἐναντίων ἤτοι τῶν πολεμίων κεῖται τὸ ἀπολυθῆναί σε, οὐ παρ’ ἐμοί. [b 25] καὶ ὧν βοήθειαι μή εἰσιν· οἷον εἰ ἐπιχειρήσω βασιλεῦσαι καὶ ἀποτύχω τούτου καὶ κρατηθῶ, οὐδεὶς ἔσται ὁ βοηθήσων ἢ εἰ καὶ ἔσται βοηθηθῆναί με, ἀλλ’ οὐ ῥαδίως. καὶ ὅλως φοβερά εἰσιν ἐκεῖνα, ἃ εἰ ἴδω ἐπὶ ἑτέρων γινόμενα, ἐλεεινά μοι δοκοῦσιν, οἷον εἰ μαστιγούμενον ἴδω τινά, ἐλεῶ αὐτόν. [b 29] ὡς δὲ διακείμενοι ἤτοι πῶς δὲ διακείμενοι φοβοῦνται, λέγωμεν. [b 32] οὐδὲ τούτους φοβεῖται, ὑφ’ ὧν μὴ οἴεται βλαβῆναι, οὐδὲ τότε ἤτοι οὐδὲ ἐλπίζει τότε βλαβῆναι, ὅτε οὐκ οἴεται. ἐκεῖνοι γοῦν φοβοῦνται οἰόμενοι παθεῖν τι δεινόν, καὶ οἰόμενοι βλαβῆναι ὑπὸ τού τῶν ἤτοι ὑπὸ ἐνδόξων ἀνδρῶν καὶ δυναστῶν καὶ ταῦτα ἤτοι μεγάλα τινὰ βλαβῆναι καὶ τότε ἤτοι κατὰ τοῦτον τὸν καιρὸν φοβοῦνται, ὅτε καὶ ἐλπίζουσι βλαβῆναι. [b 35] οὔτε δὲ οἱ εὐτυχοῦντες φοβοῦνται οὔτε οἱ δοκοῦντες παρ’ ἑαυτοῖς εὐτυχεῖν καὶ διὰ τὸ μὴ φοβεῖσθαί εἰσιν ὑβρισταὶ καὶ ὀλίγωροι. οὔτε φοβοῦνται οἱ παθόντες πάντα τὰ δεινὰ καὶ διὰ τοῦτο ἀπεψυγμένοι καὶ ἀποκαραδοκοῦντες εἰς τὸ μέλλον· ἐπεὶ γάρ, εἴ τι ἂν εἶχον, ἀπώλεσαν, οὐκέτι φοβοῦνται ἀπολέσαι τι. [1383a 5] ὥσπερ ἀποτυμπανιζόμενοι ἤτοι ἀποκεφαλιζόμενοι· οἴονται γὰρ οἷον ἀποκεφαλισθῆναι· τούτου δὲ οὐδὲν φοβερώτερον· ὁ γὰρ φοβούμενος ἐν δεινοῖς ὢν οὕτω φοβεῖται ἐν τῷ ἐλπίζειν σωτηρίαν καὶ ἀπαλλαγὴν ἔχειν τῶν δεινῶν, περὶ ὧν ἀγωνίζονται ἀπαλλαγῆναι, καὶ φοβοῦνται, μή πως οὐκ ἰσχύσωσιν ἀπαλλαγῆναι τῶν κιν δύνων. [a 6] σημεῖον δὲ τοῦ τότε φοβεῖσθαι, ὅτε ἐλπίδα ἔχουσι σωτη ρίας, διότι, εἰ φοβούμεθα, καὶ βουλευόμεθα, πῶς ἀπαλλαγησόμεθα ὥστε, εἰ οὐκ ἐλπίζομεν, οὐκ ἂν ἐβουλευόμεθα. [a 8] ὥστε, εἰ συμβουλευόμεθά τινι τὰ λυσιτελῆ, δεῖ αὐτοὺς παρασκευάζειν τοιούτους ἤτοι φοβητικούς, εἴ γε καλόν ἐστι τὸ φοβεῖσθαι αὐ τούς, ποιεῖν δὲ αὐτοὺς περιφόβους ἐν τῷ δεικνύειν, ὅτι δυνατοί εἰσι τοῦ παθεῖν παρὰ τοῦδε καὶ ἀδικηθῆναι, ἐπεὶ καὶ ἄλλοι μείζους καὶ κρείττους αὐτῶν ἔπαθον ἤτοι ἠδικήθησαν παρ’ αὐτοῦ· καὶ ὅτι οἱ ὅμοιοι αὐτοῖς, οἷς καὶ συμβουλεύουσι, πάσχουσιν ἢ ἔπαθον καὶ ἠδικήθησαν παρὰ τοῦδε. [a 11] καὶ ὑπὸ τούτων ἐβλά βησαν, ὑφ’ ὧν οὐκ ᾤοντο βλαβῆναι. [a 16] θάρρος δέ ἐστι τὸ ἐλπίζειν καὶ φαντάζεσθαι, ὅτι ἡ μὲν σωτηρία ἐστὶν ἐγγὺς καὶ ἤδη ἔστιν ἡ σωτηρία, τὰ δὲ φοβερὰ ἢ οὔκ εἰσιν ἢ ὅτι μακράν εἰσιν. [a 19] καὶ τὰ θαρραλέα ἐγγύς εἰσιν ἤτοι τὰ σωτήρια. θαρροῦμεν καὶ ὅτε περιπεσόντες πειρασμοῖς ἔχομεν ἐπανορθώσεις καὶ βοηθείας καὶ μεγάλας καὶ πολλάς. καὶ εἰ μήτε ἠδικήθημεν παρά τινος μήτε ἠδικήσαμεν, καὶ οὕτω θαρροῦμεν, ὡς οὐκ ἄν ποτε βλαβῶμεν παρά τινος. [a 22] καὶ ὅτε ἢ ὅλως ἀνταγωνιστὰς καὶ ἀντιπάλους οὐκ ἔχομεν ἢ ἔχομεν ἀντιπάλους ἀδυνάτους δέ. ἢ θαρροῦμεν καὶ ὅτε ἔχομεν ἀντιπάλους δυνατούς, εἰσὶ δὲ οὗτοι φίλοι ἡμῶν, ἢ ὅτι ἐποιήσαμεν αὐτοὺς εὖ ἤτοι ὅτι εὐηργετήσαμεν αὐτούς ποτε, ἢ ὅτι ἐπάθομεν καὶ εὐηργετήθημεν παρ’ αὐτῶν ποτε καὶ λοιπὸν οὐδὲ νῦν βλαβησόμεθά ποτε παρ’ αὐτῶν. ἢ θαρροῦμεν καὶ ὅτε ἐλπίζομεν ἀδικηθῆναι παρά τινος, εἰσὶ δὲ καὶ ἄλλοι πολλοὶ οἱ μέλλοντες τὰ αὐτὰ ἐμοὶ δεινὰ παθεῖν καὶ διὰ τοῦτο συμφέρει αὐτοῖς, ὃ καὶ ἐμοί, ἤγουν τὸ ἀποκρούσασθαι τὸν ἀδικήσαντα· θαρροῦμεν γοῦν, ὅτι ὁ ἀδικήσων ἐστὶν εἷς, ἡμεῖς δὲ πολλοὶ καὶ διὰ τοῦτο ἰσχύσομεν νικῆσαι αὐτόν. ἢ εἰ πολλοὶ μὲν οὔκ εἰσιν οἱ ταὐτὰ παθεῖν ἐμοὶ κινδυνεύοντες, ὀλίγοι δὲ πλὴν ἰσχυροὶ καὶ κρείττους, διὰ τοῦτο θαρροῦμεν κρείττους γενέσθαι τοῦ ἀδικήσαντος· [a 25] ἢ εἴ εἰσιν οἱ μέλλοντες τὰ αὐτὰ παθεῖν ἐμοὶ ἄμφω ἤτοι καὶ κρείττους ἤγουν καὶ ἰσχυροὶ καὶ πολλοί. [a 28] διχῶς οἱ ἄνθρωποι γίνονται ἀπαθεῖς ἤτοι θαρραλέοι, ἢ τῷ μηδέποτε πεπειρᾶσθαι κακοῦ —καὶ διὰ τοῦτο, κἂν πειρασμοῖς ἐμπέσωσι, θαρροῦσιν ἀποφυγεῖν —ἢ ἐν τῷ ἔχειν βοηθείας πολλάς, δι’ ὧν ἀποφύγωσι τὰ δεινά· [a 29] ὥσπερ εἴ τις ἐν θαλάσσῃ περιπέσῃ κλύδωνι ἄπειρος τοῦ χειμῶνος ἤτοι μὴ ἰδών ποτε κλύδωνα καὶ τὰ ἐκ τούτου κακά, θαρρεῖ περὶ τὸ μέλλον, ὡς οὐ κινδυνεύσει· ἀλλὰ θαρρεῖ καὶ ὁ ἐμπεσὸν κλύδωνι, ἔχων δὲ βοήθειαν ἐκ τῆς τέχνης καὶ ἐμπειρίας· ἴσως γὰρ εἴη ναύτης καλός. [a 32] καὶ ἐὰν τοῖς ὁμοίοις φοβερὸν μὴ ᾗ, ἤτοι εἰ καὶ τοῖς συνναύταις αὐτοῦ οὐ δοκεῖ ὁ κλύδων φοβερός, οὐδὲ αὐτῷ ἔσται φοβερός. καὶ εἰ μηδὲ τοῖς ἥττοσιν αὐτοῦ ἤτοι τοῖς μὴ ναύταις οὖσιν οὐ δοκεῖ φοβερός, πολλῷ μᾶλλον αὐτῷ οὐκ ἔσται. κεκρατήκασι δὲ πολλάκις ἢ τῶν κρειττόνων ἢ τῶν ὁμοίων αὐτοῖς καὶ θαρροῦσιν, ἐὰν οἷόν τε ἔχειν πλείους δυνάμεις ἢ μείζους· οἷον εἰ οἱ πολέμιοι ἔχουσιν ἑκατὸν τοξότας, ἡμεῖς δὲ διακοσίους, ἢ εἰ ἐκεῖνοι ἔχουσι τοξότας μόνους, ἡμεῖς δὲ καὶ τοξότας καὶ κονταράτους. [b 2] ἰσχὺς σωμάτων, ἤγουν εἰ δυνατοί εἰσιν ἢ ἐὰν φίλους πολλοὺς ἔχωμεν ἢ χώραν μεγάλην καὶ δύσβατον, θαρροῦμεν κατὰ τῶν πολεμίων. καὶ ἐὰν πάσας τὰς παρασκευὰς ἔχωμεν τὰς πρὸς πόλεμον, οἷον τοξότας, ἀκοντιστάς. πεζούς, ἱππεῖς· ἢ εἰ μὴ πάσας ἔχομεν, ἀλλ’ οὖν τὰς μεγίστας. [b 3] θαρροῦμεν καὶ εἰ οὐκ ἠδικήσαμεν τούτους, παρ’ ὧν φοβούμεθα ἀδικη θῆναι· εἰ γὰρ οὐκ ἠδικήσαμεν αὐτούς, οὐδὲ βλαβησόμεθα παρ’ αὐτῶν. [b 5] καὶ ὅλως θαρροῦμεν, ἐὰν τὰ πρὸς θεοὺς καλῶς ἔχωμεν ἤτοι εὐσεβοῦμεν· τοῦτο δὲ τὸ παρὰ τῶν θεῶν σκέπεσθαι· ἢ ἐὰν ἀπὸ σημείων, ἢ ἐὰν ἀπὸ τῶν λογίων, οἷον εἰ μάντις τις ἐξεῖπε τὸ εὐμενεῖς εἶναι πρὸς ἡμᾶς τοὺς θεούς. ἀλλὰ καὶ ἡ ὀργὴ ἤτοι τὸ οἴεσθαι ὀργίζεσθαι τὸ θεῖον κατὰ τῶν πολεμίων θαρραλέους ποιεῖ ἡμᾶς· τὸ γὰρ ἀδικεῖν ἐκμαίνει τὸ θεῖον. [b 9] καὶ ὅταν προεπιχειροῦντές ἐσμεν, καὶ προεπιχειροῦντες τοῖς πολεμίοις ἐπιτεθῶμεν ἀφανῶς ἀνετοίμοις οὖσι, θαρροῦμεν ὡς προεπιχειρήσαντες καὶ προετοιμασθέντες, ἢ μηδὲν παθεῖν παρὰ τῶν πολεμίων ἢ κατορθῶσαι καὶ νικῆσαι.