Ancient Greek · ~31 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.3.1
Not analysed yet
Διπλοῦν ὄνομά ἐστι τὸ πολυπρόσωπον ἤτοι σύνθετον· τὸ γοῦν καλέσαι τὸν οὐρανὸν πολυπρόσωπον διὰ τὰ ἄστρα καὶ τὰ ζῴδιά ἐστι ψυχρόν. [b 36] καὶ ἡ μελανοκόρυφος λέξις ψυχρά ἐστι· ψυχρὸν γάρ ἐστι τὸ καλέσαι κορυφὴν τῆς γῆς τὰ ὄρη. Λυκόφρων ἄλλος καὶ οὐχ ὁ ποιητής. καὶ τὸ καλέσαι τὴν ἀκτὴν ἤτοι τὸν αἰγιαλὸν στενοπόρον ψυχρόν ἐστι· στενοπόρος γὰρ λέγεται ὁ ἰσθμός. στενοπόρος ἡ τρυμαλιὰ τῆς ῥαφίδος. ἰσθμὸς δέ ἐστιν ἡ στενοτάτη γῆ καὶ δίκην αὐλοῦ ἐπιτα θεῖσα στενοῦ μεταξὺ δύο γαιῶν. [b 37] πτωχόμουσον ἤτοι τὸν πένητα κατὰ τὸ λέγειν καὶ κολακεύειν καὶ ἀνεπιτήδειον· οὐ γὰρ πρὸς κόλακα ἡ τοιαύτη λέξις ἁρμόζει ῥηθῆναι ἀνεπιτήδειον, ἀλλὰ πρὸς γραμματικὸν κακόν. τὸ ἐπιορκῆσαι λέγεται ἐπὶ τοῦ ψευδῶς ὀμόσαντος, οὐχ ἁρμόζει δὲ τὸν ἁπλῶς ψευσάμενον εἰπεῖν ἐπιορκήσαντα· καὶ τὸ κατευορκῆσαι λέγεται ἐπὶ τοῦ ἀληθῶς ὀμόσαντος, οὐχ ἁρμόζει δὲ ἡ λέξις αὕτη ῥηθῆναι ἐπὶ τοῦ ἁπλῶς εἰπόντος τι ἀληθές, οἷον ὅτι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου ἡμέρα ἐστί. [1406a 1] καὶ ὡς Ἀλκιδάμας εἶπε πρός τινα ὀργίλον μένους ἤτοι ὀργῆς· τὸ δὲ λέγειν τὸν ὀργίλον ἔχειν τὴν ὄψιν πυρίχροον ἤτοι ὡς πῦρ εἶναι τὴν ὄψιν αὐτοῦ ἀνοίκειόν ἐστι καὶ ψυχρόν. τὸ τελεσφόρον λέγεται ἐπὶ κυήματος ἢ ἐπὶ καρποῦ, οὐ μὴν δὲ ἐπὶ προθυμίας ἢ πειθοῦς. [a 5] ἔδαφος λέγειν τὴν ἐπιφάνειαν τῆς θαλάσσης καὶ πάνυ ἐστὶ ψυχρόν· καὶ πάλιν εἰπεῖν τὴν θάλασσαν χροιὰν ἔχειν κυανίζουσαν καὶ πάνυ ἐστὶν αἰσχρόν. [a 7] τὸ χρῆσθαι γλώτταις ἤτοι διαλέκτοις ποιητικόν ἐστι. τὸ πελώριον ἀντὶ τοῦ μέγα καὶ τὸ σίνις ὁ βλαπτικὸς ποιητικόν ἐστι, τὸ Σκίρων δὲ ὄνομα κύριον. [a 9] τὴν ποίησιν εἶπεν ἄθυρμα ἤτοι παίγνιον, καὶ τὸ ἀθύρω τὸ παίζω ποιητικόν ἐστι· καὶ τὴν βλάβην τῆς φύσεως ἔδει εἰπεῖν ἀνωμαλίαν καὶ εἶπεν ἀτασθαλίαν καὶ τὸ τεθηγ μένον ποιητικόν ἐστιν ἐπὶ σπάθης κυρίως λεγόμενον καὶ οὐκ ἐπὶ ὀργῆς. [a 10] τρίτον ψυχρόν ἐστι καὶ τὸ χρᾶσθαι ἐπιθέτοις μακροῖς, ὡς ὁ Ἀριστοφάνης ἐν ταῖς Νεφέλαις σφραγιδονυχαργοκομήτης. [a 12] ἄκαιρόν ἐστι καὶ ἀπρεπὲς τὸ ἐν λόγῳ πεζῷ χρᾶσθαι τῇ περιφράσει καὶ εἰπεῖν γάλα λευκόν· τοῦτο γὰρ ἀδολεσχία ἐστίν ἤρκει γὰρ ἐν τῷ πεζῷ λόγῳ τὸ εἰπεῖν γάλα μόνον, ἐν ποιήσει δὲ καὶ λίαν ἐστὶν εὔκαιρον γάλα λευκόν εἰπεῖν καὶ βίη Ἡρακλείη καὶ ἁπλῶς χρᾶσθαι ταῖς περιφράσεσιν. ὁμοίως ἀτερπές ἐστι καὶ τὸ χρᾶσθαι πυκνότερον τοῖς ποιητικοῖς. ἐν δὲ λόγῳ πεζῷ ἄλλα μὲν τῶν ποιητικῶν λέξεών ἐστιν ἀπρεπὲς λέγειν, ἄλλα δὲ τῶν ποιητικῶν, εἰ χρώμεθα αὐτοῖς κατακόρως καὶ πυκνῶς καὶ οὐχὶ καθάπαξ ἢ δίς, ἀπρεπές ἐστι. καὶ τὸ χρᾶσθαι συχνῶς ταῖς ποιητικαῖς λέξεσι ἐν λόγῳ πεζῷ ποιεῖ τὸν λόγον μὴ πεζὸν ἀλλὰ ποίησιν φαίνεσθαι, ἐπεὶ δεῖ μὲν χρᾶσθαι ταῖς ποιητικαῖς λέξεσιν ἐν αὐτῷ τῷ πεζῷ λόγῳ ἀλλὰ σπανίως καὶ ὀλιγάκις· [a 15] ἡ γὰρ ποιητικὴ λέξις ἐμπεσοῦσα καθάπαξ τῷ πεζῷ λόγῳ ποιεῖ τὸ εἰωθὸς ἤτοι τὸ ἔθος καὶ τὸ ἰδίωμα τῆς γραφῆς τοῦ ῥήτορος παρηλλαγμένον καὶ θαυμαστόν ξενικὴ γὰρ καὶ παράξενος ἡ τοιαύτη λέξις δοκεῖ. [a 16] ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου ἤτοι τοῦ συμμέτρου ἤτοι συμμέτρως δεῖ χρᾶσθαι ταῖς λέξεσι ταῖς ποιητι καῖς ἐν τῷ πεζῷ λόγῳ· εἰ δὲ μὴ ἤτοι εἰ δὲ μὴ χρᾶται συμμέτρως, τὸ χρᾶσθαι κατακόρως ταῖς ποιητικαῖς λέξεσιν ἐν λόγῳ πεζῷ μεῖζόν ἐστι κακὸν παρὰ τὸ λέγειν εἰκῇ ἤτοι τὸ μὴ χρᾶσθαι ἐν τῷ πεζῷ ποιητικαῖς λέξεσιν· ἔλαττον γάρ ἐστι κακὸν τὸ εἰκῇ ἤτοι χωρὶς ποιητικῆς λέξεως εἶναι τὸν λόγον [a 17] ἡ μὲν γὰρ λέξις ἡ ἁπλῆ καὶ πεζὴ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ ἡ ἐπίθετος λέξις καὶ ποιητικὴ ἔχει τὸ κακὸν ἤτοι ψεκτή ἐστιν. ἥδυσμά ἐστι τὸ ὀλίγον καὶ προτιθέμενον καὶ χρώμενον ὡς τὰ γρανάτα, ἐδέσματα δὲ λέγονται τὰ πληθυντικῶς καὶ προτιθέμενα καὶ χρώμενα. ὁ γοῦν Ἀλκιδάμας οὐκ ἐχρᾶτο ὀλίγοις καὶ ὡς ἡδύσμασι ταῖς ποιητικαῖς λέξεσιν, ἀλλ’ ὡς ἐδέσμασιν ἤτοι πυκνῶς καὶ κατακόρως. [a 21] ὑγρὸς ἱδρώς περίφρασις. Ἴσθμια ἑορτὴ καὶ πανήγυρις ἐπὶ τοῖς τελουμένοις ἐν Ἀθήναις. [a 22] ἐπεὶ καὶ ὁ νόμος ἄρχειν λέγεται καὶ βασιλεύειν τῶν πόλεων. [a 27] ὁ ῥήτωρ λέγεται οἰκονόμος τῆς τῶν ἀκουσόντων ἡδονῆς. περίφρασίς ἐστι τοῦτο· ἤρκει γὰρ εἰπεῖν ὁ τοὺς ἀκροατὰς θέλγων. τοῖς κλάδοις τῆς ὕλης ἤτοι τῆς συνδένδρου τοποθεσίας. παρήμπισχεν ἀντὶ τοῦ ἔκρυπτεν. [a 29] ἀντίμιμον ἤτοι ἴσα τοῖς μιμητικοῖς δυναμένην. ὁ δὲ μητροπολίτης οὕτως ἡρμήνευσεν· ἀντίμιμον, καθ’ ὅσον ἡ τῆς ψυχῆς ἐπιθυμία ἐναντία ἐστὶ καὶ ἀντιπράττουσα τῇ ἐπι θυμίᾳ καὶ τῷ θελήματι τοῦ σώματος. [a 30] τοῦτο δὲ τὸ ἀντίμιμον καὶ διπλοῦν ἐστι καὶ ἐπίθετον, ὥστε ποίημα, ἤτοι ποιητικόν ἐστιν. ἔξεδρος ἤτοι ἐκπίπτουσα τοῦ πρέποντος ἡ ὑπερβολὴ τῆς μοχθηρίας ἤτοι τῆς ψυχρολογίας καὶ ἀπρεπείας. [a 32] διὸ οἱ λέγοντες ἐν τῷ πεζῷ λόγῳ καὶ καταχρώμενοι ταῖς ποιητικαῖς λέξεσιν ἅμα τῇ ἀπρεπείᾳ ἐμποιοῦσι καὶ τὸ γελοῖον. ὅταν γὰρ ἐπεμβάλῃ ἤτοι χρήσηται τῇ περι φράσει ἐν τῷ γινώσκοντι ἀνθρώπῳ τὴν φύσιν τοῦ λευκοῦ καὶ εἴπῃ γάλα λευκόν, διαλύει τὸ σαφὲς καὶ ἀδολεσχίαν ποιεῖ ἐν τῷ ἐπισκο τεῖν· ὅταν δὲ τὸ πρᾶγμα ᾖ ἀνώνομον ἤτοι οἰκεῖον ὄνομα οὐκ ἔχῃ, τότε χρώμεθα τοῖς διπλοῖς ἤτοι τοῖς ἐπιθέτοις, καὶ ὅταν ὁ λόγος ᾖ εὐσύνθετος (ἀπὸ κοινοῦ γὰρ τὸ ὅταν ληπτέον)· [a 37] οἶον τὸ χρο νοτριβεῖν καὶ ἐπίθετός ἐστι λέξις καὶ εὐσύνθετος καὶ κεῖται ἐπὶ πράγματι μὴ ἔχοντι ὄνομα· τῇ γὰρ ἐπί τινι πράγματι χρονίσει οὐκ ἔθεντο οἱ παλαιοὶ ὄνομα. ἀλλ’ ἂν πολὺ ἤτοι κατακόρως χρώμεθα τοῖς ἐπιθέτοις, δόξει ποιητικὸν ἤτοι ποίησις ὁ πεζὸς λόγος. [b 1] διθύραμβοι λέγονται οἱ λυρικοὶ ὡς ὁ Πίνδαρος καὶ ἁπλῶς οἱ πρὸς τὸν Διόνυσον ὕμνοι· ὁ γὰρ Διόνυσος διθύραμβος ἐλέγετο, καθ’ ὃ εἶχε καὶ αἰδοῖον ἀνδρὸς καὶ αἰδοῖον γυναικὸς καὶ ἐτέλει καὶ τὰ τῶν ἀνδρῶν καὶ τῶν γυναικῶν· οἱ δὲ εἶπον διθύραμβα τὰ ἔχοντα ἐρωτήσεις καὶ ἀποκρίσεις. [b 2] οὗτοι γὰρ οἱ διθυραμβοποιοὶ ψοφώδεσιν ἤτοι κομπηραῖς λέξεσι χρῶνται. αἱ δὲ γλῶτται ἤτοι αἱ διάλεκτοι χρήσιμοι τοῖς ἐποποιοῖς· τὸ σεμνὸν γὰρ ἤτοι τὸ ὀγκηρὸν τῆς λέξεως καὶ τὸ αὔθαδες ἤτοι ἡ ψόφον ἀποτελοῦσα λέξις, ὃ ἔχουσιν αἱ διάλεκτοι, ἁρμόζει τοῖς ἔπεσιν. ὁ μὲν Πλάτων ἐτυμολογεῖ τὸ αὔθαδες ἐκ τοῦ ἁδεῖν καὶ ἀρέσκειν ἑαυτῷ· κατεβιβάσθη γὰρ τὸ πνεῦμα τοῦ ε εἰς τὸ ἄλφα οἱ δὲ λέγουσι παρὰ τὸ ἅδης εἶναι ἑαυτοῦ. [b 3] ἡ δὲ μεταφορικὴ λέξις ἁρμόζει τοῖς ἰαμβείοις στίχοις· τούτοις γὰρ τοῖς ἰαμβείοις χρῶνται νῦν. [b 6] αἱ μέν εἰσι γελοῖοι· οἷον εἰ εἴπῃς τι ἀναίσχυντον, οἷον ὅτι καὶ τοὺς ὄρχεις ἐδάρδαψεν. ἀσαφεῖς δὲ γίνονται αἱ μεταφοραί, εἰ πόρρωθεν καὶ ἀπὸ ἀνομοειδῶν μετακομίζονται. [b 9] τὰ πράγματά εἰσι συμβεβηκότα, τὸ δὲ ἄναιμον καὶ χλωρὸν ἐπὶ ζῴων λέγεται· ὥστε ἀπὸ τῶν πόρρω μετεκομίσθη. πάλιν τὸ σπείρειν καὶ τὸ θερίζειν ἐπὶ καρπῶν λέγεται· ἀπρεπὲς γοῦν ἐστι τὸ λέγειν σπείρειν τὰ πράγματα μεταφορικῶς καὶ πάλιν θερίζειν. [b 11] τὴν φιλοσοφίαν ἔλεγεν ἐπιτείχισμα ἤτοι βοηθὸν καὶ φυλακὴν τῶν νόμων. ψυχρὰ ἡ μεταφορὰ καὶ αὕτη ἐπὶ γὰρ τῶν πόλεων λέγεται τὸ ἐπιτείχισμα. [b 13] καὶ οὐδὲν τοιοῦτον ἄθυρμα ἐν τῷ λόγῳ τοῦ Ἀλκιδάμαντος γράφει· καὶ τὸ ἄθυρμα ψυχρὰ μεταφορά, ληφθὲν ἐπὶ ἡδονῆς. [b 14] ἅπαντα ταῦτα ἀπίθανα δοκοῦσι διὰ τὰ εἰρημένα ἤτοι διὰ τὸ εἶναι τὰς μεταγὰρ φορὰς ἀπὸ τῶν πόρρω καὶ ἀνομοειδῶν. ἡ χελιδὼν ἔχεσε τὸν Γοργίαν· τὸ περίττωμα γάρ ἐστι κόπρος. ὁ Γοργίας ἄριστα ἤτοι κρειττόνως πάντων τῶν τραγικῶν ἐχρήσατο τῇ μεταφορᾷ εἰπὼν αἰσχρόν, ὦ Φιλομήλα, ἐποίησας ἀπέσκωψε γὰρ αὐτὴν ὡς παρθένον, οὐχ ὡς ὄρνιν· †τὸ γὰρ αἰσχρόν, εἰ ὡς ὄρνις τοῦτο ἐποίησεν· αὕτη δὲ ἦν πρώτη παρθένος, ἧς τὸ ὄνομα Φιλομήλα, καὶ ἀπωρνεώθη. [b 18] εἰπὼν ὃ ἦν ἦν παρθένος —. ἀλλ’ οὐχ ὃ ἔστιν —ἔστι γὰρ ὄρνις —. [b 6] οἱ γὰρ κωμῳδοποιοὶ χρῶνται τοιαύταις μεταφοραῖς γέλωτα κινούσαις. [b 7] αἱ δέ εἰσιν ἀπρεπεῖς διὰ τὸ σεμνὸν ἄγαν ἤτοι διὰ τὸ ὀγκηραῖς λέξεσι χρᾶσθαι· τοῦτο γὰρ δηλοῖ τὸ σεμνὸν ἐνταῦθα οἱ γὰρ τραγικοὶ εὐτελῆ πράγματα λέγοντες ἀποσεμνύνουσιν αὐτὰ καὶ ἐξαίρουσι σεμναῖς ἤτοι ὀγκηραῖς λέξεσιν.