Ancient Greek · ~22 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.4.1
Not analysed yet
Ἔστι δὲ καὶ ἡ εἰκὼν μεταφορά· διαφέρει δὲ ἡ εἰκὼν ταύτης, διότι ἡ εἰκών ἐστιν ἀσαφής, ἡ δὲ μεταφορὰ δήλη. διαφέρει καὶ κατὰ τοῦτο ἤτοι κατὰ τὴν ἐκφώνησιν καὶ φράσιν· ἐπὶ μὲν γὰρ τῆς εἰκόνος λέγεις τὸ ὥς καὶ τὸ καθά καὶ ἠύ καὶ ἠύτε καὶ τὸ καθάπερ, ἐπὶ δὲ τῶν μεταφορῶν οὔτε τὸ ὥς κεῖται οὔτε τὸ ἠύ οὔτε ἄλλο τι ὧν εἴπομεν. [b 23] ἐπεὶ γὰρ ἄμφω ἤτοι καὶ ὁ λέων καὶ ὁ Ἀχιλλεὺς ἀνδρεῖοί εἰσι, διὰ τοῦτο μεταφορικῶς εἶπε τὸν Ἀχιλλέα λέοντα. καὶ ἐν λόγῳ δὲ πεζῷ χρησιμεύει καὶ ἡ εἰκών, πλὴν ὀλιγάκις ἤτοι σπανιάκις δεῖ χρᾶσθαι αὐταῖς ἐν τῷ πεζῷ λόγῳ· τὸ γὰρ πλειστάκις χρῆσθαι ταῖς εἰκόσι ποιητικόν ἐστιν. [b 25] ὥσπερ δὲ αἱ μεταφοραί εἰσιν οἰσταί, ἤτοι ὥσπερ ταῖς μεταφοραῖς ὀλιγάκις χρώμεθα ἐν τῷ πεζῷ λόγῳ, οὕτως δεῖ ἐν αὐτῷ χρᾶσθαι καὶ ταῖς εἰκόσιν ὀλιγάκις· ἐπεὶ καὶ αἱ εἰκόνες μεταφοραί εἰσι, κατὰ τοῦτο δὲ καὶ μόνον διαφέρουσι τῶν μεταφορῶν, διότι ἐν μὲν ταῖς μεταφοραῖς οὔτε τὸ ὥς κεῖται οὔτε τὸ καθώς, ἐν δὲ ταῖς εἰκόσι κεῖται τὸ ὥς καὶ τὸ καθώς. ἥντινα εἰκόνα ὁ Ἀνδροτίων εἰς τὸν ἰδριέα ἤτοι συκοφάντην, ὅτι ὁ ἰδριεὺς ὅμοιός ἐστι τοῖς κυνιδίοις τοῖς ἀπολυθεῖσιν ἐκ τῶν δε σμῶν· καὶ ὁ ἰδριεὺς ἀπολυθεὶς ἐκ τῶν δεσμῶν, ἤτοι εἰ ἀπολύσομεν ἐκ τοῦ δεσμωτηρίου, πάλιν καταβλάψει ἡμᾶς· ἢ τὸ Ἰδριεύς ληπτέον ὡς ὄνομα κύριον. [b 30] εἰ ὁ Ἀρχίδαμος ἔοικε τῷ Εὐξείνῳ μὴ εἰδότι γεω μετρεῖν, λοιπὸν ἄρα καὶ ὁ Εὔξεινος ἔοικε τῷ Ἀρχιδάμῳ· ἀγεωμέτρητος ἄρα κατὰ τοῦτο ὁ Ἀρχίδαμος, τὸ δὲ Ἀρχίδαμος γεωμετρικός ἤτοι ἀγεωμέτρητος. [b 33] ὅτι οἱ δέροντες τοὺς τεθνεῶτας διὰ τὸ ἀμύνα σθαι αὐτοὺς ἐοίκασι τοῖς κυνιδίοις, ἃ τῶν μὲν ἀφιέντων τοὺς λίθους οὐχ ἅπτονται, δάκνουσι δὲ τοὺς λίθους· ζῶντας γὰρ ἔδει τούτους ἀμύνα σθαι. καὶ ἡ εἰκὼν ἡ ῥηθεῖσα εἰς τὸν δῆμον παρὰ τοῦ Δημοσθένους, ὅτι ὁ δῆμος ἔοικε ναυκλήρῳ ἰσχυρῷ μὲν εἰς τὸ ἀποκρούσασθαι τὰ ἐπιφερόμενα κύματα, κωφῷ δέ· καὶ ὁ δῆμος ἰσχυρὸς μέν ἐστιν εἰς τὸ ἀποκρούσασθαι τοὺς καὶ τὰ τῆς πόλεως καταλυμαινομένους, οὐκ ἀκούει δὲ τῶν λεγόντων καὶ συμβουλευόντων τὰ λυσιτελῆ καὶ πῶς δεῖ ταῦτα ποιῆ σαί. [b 36] καὶ ἡ εἰκὼν ἡ ῥηθεῖσα εἰς τὰ μέτρα τῶν ποιητῶν ὡραίους λέγει ἄνευ κάλλους τοὺς μὴ ὄντας μὲν ἀμόρφους φύσει, τῇ ἐπι χρίσει δὲ τῶν φυκαρίων δοκοῦντας εὐμόρφους· οὗτοι γὰρ εἰ ἀπανθήσουσιν ἐν τῷ ἀπονίψασθαι καὶ ἐκβαλεῖν φυκάριον δι’ ὕδατος, ἀκαλλεῖς εἰσι. καὶ τὰ μέτρα, οἷον τὸ μῆνιν ἄειδε, θεά, εἰ διαλύσεις εἰς τὸ μ καὶ τὸ η καὶ ἁπλῶς εἰς τὰ στοιχεῖα, ἐξ ὧν συνετέθη, φαίνονται οὐδὲν καὶ ἄρρυμεναι θμα. [1407a 1] καὶ ἡ εἰκών, ἣν ὁ Περικλῆς εἰς Σαμίους εἴρηκεν οὕτως οἱ Σάμιοι δέχονται μὲν τὰς εὐεργεσίας παρὰ τῆς πόλεως, δυσχε ραίνουσι δὲ ἐν τῷ λαμβάνειν αὐτάς. [a 3] ὁ πρῖνος μόνος αὐτὸς ὑφ’ ἑαυτοῦ θρύπτεται· †εὔθρυπτον γάρ. [a 5] ὥσπερ γὰρ οἱ ἐν τῷ πλοίῳ ὄντες ὑπὸ τοῦ σάλου τῶν κυμάτων ταρασσόμενοι ναυτιῶσι καὶ ἁπλῶς ἀφορῶντες πρὸς τὴν θάλασσαν, οὕτω καὶ ὁ δῆμος ναυτιᾷ καὶ ἰλιγγιᾷ ἀφορῶν πρὸς τὰ πράγματα. [a 7] αἵτινες, αἱ τίτθαι, τὸν ψωμὸν μασσώ τὸν μὲν ἐκ τούτου χυμὸν καταπίνουσι καὶ τὸ εὔχρηστον, τὸ δὲ άχρηστον καὶ πιτυρῶδες παραβάλλουσι τὰ παιδία· καὶ οἱ ῥήτορες τὰ μὲν λυσιτελοῦντα τὴν πόλιν παρακατέχουσι καὶ οὐ λέγουσι, τὰ δέ γε ἀλυσιτελοῦντα λέγουσιν. [a 9] ὁ Κηφισόδοτος ὄνομα κύριον. τὰ μὲν τῶν ἀντιγράφων ἔχουσι τὸν λεπτόν· λεπτὸς γὰρ ἦν καὶ ἀσθενὴς καὶ ἰσχνός· τὰ δὲ τῷ λεπτῷ, ἐπεὶ καὶ ὁ λιβανωτός, ὅταν λεπτυνθῇ καὶ τριβεὶς κατα κερματισθῇ εἰς μικρά, τότε καὶ τὴν εὐωδίαν προΐησιν. [a 10] ὅτι ὁ λιβανωτὸς ἀπολλύμενος ἤτοι καιόμενος καὶ ἀφανιζόμενος ὑπὸ τοῦ πυρὸς εὐφραίνει· ἀφίησι γὰρ εὐωδίαν· καὶ ὁ Κηφισόδοτος εἰ φονευθῇ ἢ λεπτυνθῇ, ἐν τῷ λαβεῖν πᾶσαν τὴν οὐσίαν αὐτοῦ ὠφεληθείη ἡ πόλις· βλαπτικὸς γὰρ ἦν. πάντα γὰρ ταῦτα ἔστι λέγειν καὶ ὡς εἰκόνας καὶ ὡς μεταφοράς· εἰ μὲν λέγομεν αὐτὰ μετὰ τοῦ ὥς ἢ τοῦ καθώς, λέγονται εἰκόνες, εἰ δὲ χωρὶς τοῦ ὥς καὶ τοῦ καθώς λέγονται, εἰσὶ μεταφοραί ὥστε τῇ προσθήκῃ τοῦ ὥς καὶ πάλιν τῇ ἀφαιρέσει τοῦ ὥς τὸ αὐτὸ ῥηθήσεται πὴ μὲν εἰκών, πῂ δὲ μεταφορά. [a 11] ὥστε ὅσαι μεταφοραὶ εὐδοκιμοῦσιν ἤτοι ἄρισταί εἰσι, δῆλον ὡς καὶ αὗται καὶ εἰκόνες ἔσονται τῇ προσθήκῃ τοῦ ὥς καὶ αἱ εἰκόνες αὗται πάλιν τῇ ἀφαιρέσει τοῦ ὥς ἔσονται μεταφοραὶ λόγου δεόμεναι ἤτοι οἰκονομίας· δεῖ γὰρ ἀφελεῖν τὸ ὥς ἐξ αὐτῶν. ἢ τὸ λόγου δεόμεναι ἤτοι ἑρμηνείας· αἱ γὰρ εἰκόνες ἀσαφέστεραί εἰσι τῶν μεταφορῶν καὶ διὰ τοῦτο προσθήκῃ τινὸς σαφεστέρας ταύτας ποιήσομεν, σὺν τῷ ἀφελέσθαι καὶ τὸ ὥς ἔσονται μεταφοραί. [a 14] ἀεὶ δὲ δεῖ τὴν μεταφορὰν τὴν ἐκ τοῦ ἀνάλογον ἀνταποδιδόναι καὶ ἀντιστρέ φειν ἐπὶ τὸ ἕτερον. καὶ ἐπὶ τῶν ὁμογενῶν δεῖ τὴν ἐκ τοῦ ἀνάλογον μεταφορὰν ἀντιστρέφειν· ὁμογενῆ γάρ εἰσιν ἡ ἀσπὶς καὶ ἡ φιάλη, καθ’ ὃ ἀνάγονται ὑπὸ τὸ ἄψυχον· οἷον εἰ ἡ φιάλη ἤτοι ὁ κώθων ὁ μέγας ἀσπίς ἐστι τοῦ Διονύσου· ὁ γὰρ Διόνυσος ἅτε μέθυσος ὢν ὡς ἀσπίδα ἔχει τὸν κώθωνα τὸν μέγαν †τὴν ἀσπίδα· ἀεὶ γὰρ ἔχαιρε ταύτῃ, ὡς ἄλλος τῷ κώθωνι. ἢ καὶ ἐπὶ τῶν ὁμογενῶν νοητέον ἤτοι ἐπὶ τῶν θεῶν· ὡς γὰρ ἐν τοῖς ἄλλοις τοῖς ἐν τῇ γενέσει χρώμεθα τῇ ἐκ τοῦ ἀνάλογον μεταφορᾷ, οὕτω δεῖ καὶ ἐπὶ τῶν θεῶν χρᾶσθαι τῇ ἐκ τοῦ ἀνάλογον μεταφορᾷ θεοὶ γὰρ ἄμφω, ὅτε Ἄρης καὶ ὁ Διόνυσος. [a 17] ὁ μὲν οὖν λόγος συντίθεται ἐκ τούτων ἤτοι εἰκόνων καὶ μεταφορῶν.