Ancient Greek · ~40 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.5.1
Not analysed yet
Περὶ σαφηνείας ἐντεῦθεν. ἀρχὴ δὲ τῆς λέξεως τῆς σαφοῦς τὸ ἑλληνίζειν ἤτοι Ἑλληνικὰς λέξεις λέγειν καὶ σαφεῖς, μὴ βαρβαρικάς. τοῦτο δὲ τὸ ἑλληνίζειν ἐν πέντε θεωρεῖται· [a 20] πρῶτον μὲν γίνεται σαφήνεια, ἐὰν [δὲ] ἀποδιδῷ τις τοὺς συνδέσμους, ὡς πεφύκασκευῶν σιν ἀποδίδοσθαι, τὸν πρῶτον πρῶτον καὶ τὸν ὕστερον ὕστερον· οἷον ὁ μέν πέφυκε πρῶτος ἀποδίδοσθαι καὶ τεθεὶς πρῶτος ἀπαιτεῖ ἀποδοθῆναι τὸν δέ, οἷον ὁ μὲν ἐποίησε τόδε, ὁ δὲ τόδε καὶ ὁ ἐγώ πρῶτος τίθεται, εἶτα οὗτος ἀπαιτεῖ καὶ τὸ οὗτος, οἷον ἐγὼ μὲν ἐποίησα τόδε, ὁ δὲ τόδε. εἰ δὲ πρῶτον εἴπῃς τὸ δέ, εἶθ’ οὕτω τὸ μέν, ποιεῖς ἀσάφειαν. [a 23] δεῖ δὲ ἀνταποδιδόναι ἀλλήλοις τοὺς συνδέσμους, οἷον τῷ μέν τὸν δέ, συντόμως, ἕως οὗ μέμνηται ὁ ἀκροατής· οἷον ἡνίκα εἴπῃς τὸ ὁ μέν, εὐθὺς ὀφείλεις ἐπαγαγεῖν τὸν δέ, ἵνα ἔτι ἐν μνήμῃ ἔχη ὁ ἀκροατὴς τὴν ἀπόδοσιν τοῦ δέ ἐὰν δὲ εἰπὼν ὁ μέν ἐπάξῃς πολλὰς ἐπεμβολὰς πρὸ τοῦ ἀποδοῦναι τὸν δέ, ἀσάφεια γίνεται καὶ εἰς λήθην ἔρχεται ὁ ἀκροατὴς τοῦ ὅτι ἐρρήθη τὸ μέν καὶ διὰ τοῦτο τοῦ δέ μετὰ τὸ εἰπεῖν τὸ μέν ἐν τῷ ἐπεμβάλλειν πολλὰ μεταξὺ πρὸ τῆς τοῦ δέ ἀποδόσεως. [a 24] καὶ μὴ σύνδεσμον πρὸ τοῦ συνδέσμου ἀποδοῦναι τοῦ ἀναγκαίου· οἷον μετὰ τὸ ῥηθῆναι τὸν μέν ἀναγκαῖόν ἐστιν ἀποδοθῆναι τὸν δέ σύνδεσμον· εἰ δὲ εἰπὼν τὸ μέν ἐπάξεις τὸ γάρ καὶ μετὰ τοῦτο τὸ ἐπεί καὶ οὕτω τὸν δέ. μεγάλην ἀσάφειαν ἐποίησας. [a 25] ὀλιγαχοῦ γὰρ δεῖ· καὶ ἀπαιτεῖ καὶ ἡ τέχνη πρὸ τῆς ἀποδόσεως τοῦ δέ μετὰ τὸ εἰπεῖν τὸ μέν ἑτέρους συνδέσμους ἐπεμβαλεῖν μεταξύ, τὸν γάρ καὶ τὸν ἐπεί, ἔνθα δεόμεθα κατασκευῶν τῶν πραγμάτων καὶ ἐγκατάσκευον τὸν λόγον ποιῆσαι· οἷον ἐὰν εἴπῃς [a 26] ἐγὼ δὲ ἐπορευόμην παραλαβὼν αὐτούς, σαφῆ ἐποίησας τὸν λόγον· ἀπεδόθη γὰρ τὸ ἐγώ εἰς τὸ ἐπορευόμην· ἐὰν δὲ εἰπὼν τὸ ἐγώ οὐκ εὐθὺς ἐπάξῃς τὸ ἐπορευόμην, ἀλλὰ πρὸ τοῦ ἐπορευόμην ἐπεμβάλῃς ἑτέρους ἄλλους συνδέσμους, οἷον ἐπεί μοι εἶπεν· ἦλθέ τε γὰρ κλαίων δεόμενός τε καὶ ἀξιῶν, εἶτα ἀποδώσεις τὸ ἐπορευόμην, ἀσαφῆ τὸν λόγον ἐποίησας· ἐν τούτοις γὰρ πολλοὶ προβέβληνται σύνδεσμοι καὶ ἐνεβλήθησαν μεταξύ, ἤγουν ὁ ἐπεί καὶ γάρ, πρὸ τοῦ ἀποδοθησο μένου συνδέσμου ἤτοι πρὸ τοῦ ἐπορευόμην, ὅπερ ἐστὶν ἀπόδοσις τοῦ δέ συνδέσμου τοῦ κειμένου ἐν τῷ ἐγὼ δέ. [a 29] ὅταν δὲ πολὺ γένη ται τὸ μεταξύ, ἤτοι ὅταν δὲ πολλαὶ γένωνται αἱ μεταξὺ ἐπεμβολαὶ τῶν ἄλλων συνδέσμων, ἤτοι τοῦ ἐπεί καὶ τοῦ γάρ, πρὸ τοῦ ἀποδοῦναι τὸ ἐπο ρευόμην, ἀσαφῆ τὸν λόγον ἐποιήσω. σαφὲς δ’ ἂν εἴη, εἴπερ εἶπεν ἐγὼ δὲ ἐπορευόμην παραλαβὼν αὐτούς ἀφεὶς τὰ μεταξὺ τὸ ἐπεί μοι εἶπε καὶ τὰ λοιπά. [a 30] ἐν μὲν δὴ τὸ εὖ ἤτοι καθ’ ἕνα μὲν τρόπον τὸ εὖ ἢ τὸ σαφὲς θεωρεῖται ἐν τοῖς συνδέσμοις ἤτοι ἐν τῷ συντόμως ποιεῖν τὴν τῶν συνδέσμων ἀπόδοσιν. δεύτερος δὲ τρόπος ποιῶν σαφήνειαν τὸ τοῖς ἰδίοις καὶ κυρίοις ὀνόμασιν ἕκαστον ὀνομάζειν καὶ μὴ τοῖς περιέχουσιν ἤτοι τοῖς καθ’ ὅλου, οἷον τὸν Σωκράτην· σαφήνειαν ἂν ποιήσῃς, εἰ Σωκράτην εἴπῃς παρ’ ὃ εἰ ἄνθρωπον ἢ ζῷον. [a 31] καὶ τρίτος τρόπος ποιῶν σαφήνειαν τὸ μὴ ἀμφιβόλοις ὀνόμασι χρᾶσθαι ἤτοι ὁμωνύμοις· ταῦτα δὲ δεῖ παραφυλάττειν, ἤτοι τὸ τοῖς ἰδίοις ὀνόμασι χρᾶσθαι καὶ μὴ τοῖς καθ’ ὅλου, τὸ μὴ ὁμωνύμοις χρῆσθαι φωναῖς, ποιοῦσιν ἀσάφειαν, ἐὰν μὴ προαιρῆται ὁ ῥήτωρ τἀναντία ἤτοι τὴν ἀσάφειαν καὶ ἔμφασιν ποιῆσαι δεινότητος· εἰ γὰρ τοῦτο αἱρεῖται, χρησι μεύσῃ ἂν εἰς ἀσάφειαν καὶ τὸ τοῖς καθ’ ὅλου χρᾶσθαι καὶ ὁμωνύμοις· [a 33] ὅπερ, τοῦτο τὸ ὁμωνύμοις χρᾶσθαι, ποιοῦσιν οἱ ῥήτορες, καὶ τὸ ἐπεμβάλλειν μεταξὺ πρὸ τῆς ἀποδόσεως συνδέσμους πολλούς, ὅταν μηδὲν μὲν ἔχωσι λέγειν οἱ ῥήτορες, ἤτοι ὅταν τὰ πράγματα οὐ παρέχωσιν αὐτοῖς ὕλην εἰς τὸ λέγειν, προσποιοῦνται δὲ ὕλην εἰς τὸ λέγειν ἔχειν· καὶ διὰ τὸ προσποιεῖσθαι ἔχειν ὕλας πολλὰς εἰς τὸ λέγειν λέγουσι ταῦτα ἤτοι ὁμωνύμως· ἐπεμβάλλουσι γὰρ μεταξὺ συνδέσμους πολλούς. [a 35] φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς, ὅτι τὸ κύκλῳ ἤτοι τὸ παρεμβάλλειν μεταξὺ πρὸ τῆς ἀποδόσεως συνδέσμους πολλούς, ἐὰν γένηται πολλὴ ἡ περιβολή, φενακίζει καὶ ἀπατᾷ καὶ ἀσάφειαν ποιεῖ· κἀντεῦθεν συμβαίνει τοὺς ἀκροατὰς πάσχειν καὶ μὴ νοεῖν ἐκ τοῦ λέγειν τοὺς ῥήτορας ἀμφίβολα· ὥσπερ καὶ οἱ πολλοὶ συμπαρανεύουσι καὶ ἀμφιβάλλουσιν, ὅταν ἀκούωσι τῶν μάντεων ἀμφίβολα λεγόντων. [b 1] ἔλαττον δέ ἐστιν ἁμάρτημα τὸ λέγειν τὰ πράγματα αὐτά, ἀλλὰ μὴ τὰ γένη αὐτά· καὶ διὰ τοῦτο καὶ οἱ μάντεις οὐ τὰ πράγματα λέγουσι διὰ τὸ εὐόλισθον, ἀλλὰ τὰ γένη αὐτῶν μᾶλλον γὰρ ἐπιτυγχάνει λέγων τὰ γένη, οἶον καὶ εἴ τις ἐν τῇ χειρὶ αὑτοῦ περικαλύψει κυάμους δέκα ἢ δεκαπέντε, εἶτα προτείνῃ τῷ ἑτέρῳ τὸ εἰπεῖν; ζυγὰ τὰ λέγεις ἢ μόνα; ἐὰν ἀποκριθῇ ὁ ἐρωτώμενος ἄρτια ἢ περισσά, μᾶλλον ἐπιτύχῃ, παρ’ ὃ ἐὰν εἴπῃ πόσα εἰσίν, ἤτοι παρ’ ὃ ἐὰν εἴπῃ τρία ἢ τέσσαρα ἢ πέντε· καὶ πάλιν ἐὰν εἴπῃ τις, ὅτι ἔσται ἤτοι μέλλει γενέσθαι τόδε ἀορίστως. μᾶλλον ἐπιτύχῃ, παρ’ ὃ ἐὰν εἴπῃ πότε ἔσται ἤτοι μετὰ τρεῖς ἢ καὶ πέντε ἡμέρας, τουτ έστιν ὡρισμένως. [b 4] διὸ καὶ οἱ χρησμολόγοι ἤτοι οἱ μάντεις ἐρωδόσεις τώμενοι καὶ πότε ἔσται, ἃ λέγουσι γενέσθαι, οὐ προσορίζονται τὸ πότε ἤτοι τὸν καιρόν, ἀλλ’ ἀορίστως λέγουσι τὸ μέλλει τόδε γενέσθαι. ἅπαντα δὴ ταῦτα, ἤτοι τὸ ἀντὶ τῶν πραγμάτων λέγειν τὰ γένη αὐτῶν, τὸ μὴ ὡρισμένον λέγειν τὸν καιρόν, τὸ ἐπεμβολὰς ποεῖν ἐκτεταμένας ὅμοιά εἰσιν ἤτοι ἀσάφειαν ποιοῦσιν· οἷον εἰ μὲν εἴπῃς ὅτι ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος ἑαυτὸν ἡμῖν νῦν προθήσειν ὑπόθεσιν. σαφὴς ὁ λόγος διὰ τὸ σύντομον γενέσθαι καὶ τὴν ἀπόδοσιν ἐὰν δὲ εἰπὼν τὸ ἔμελλεν ἐπεμβάλῃς μεταξὺ καὶ γὰρ ἐφιλοτιμεῖτο, ἀσαφῆ τὸν λόγον ἐποίησας. [b 6] ὥστε φευκτέον τὰ τοιαῦτα ἤτοι τὸ ἀορίστως λέγειν τὸ ὁμώνυμον, τὸ τὰ γένη ἀντὶ τῶν πραγ μάτων λέγειν, εἰ μὴ ἕνεκα τοιούτου τινός, ἤγουν εἰ μή που μέλλεις ἀσάφειαν ποιῆσαι· τότε γὰρ καὶ μάλα χρηστέον αὐτοῖς ὡς λυσιτελοῦσιν εἰς τὴν ἀσάφειαν· ἢ εἰ μή που ἔχων πράγματα λέγειν προσποιεῖται λέγειν, καὶ τότε χρηστέον αὐτοῖς. [b 6] τέταρτος τρόπος σαφηνείας τὸ τὰ γένη τῶν ὀνομάτων διαιρεῖν ἤτοι τὰ ἀρσενικά, τὰ θηλυκὰ καὶ τὰ σκεύη ἤτοι τὰ οὐδέτερα, ὡς ὁ Πρωταγόρας ἔλεγεν· δεῖ γὰρ ἀποδιδόναι ταῦτα τὰ γένη ὀρθῶς· οἶον εἰ ἀρσενικὰ λέγεις ὀνόματα, ὀφείλεις καὶ τὰς ἀποἀρσενικὰς ποιεῖν, εἰ δὲ θηλυκὰ λέγεις ὀνόματα, ὀφείλεις ἐπισυνάπτειν αὐτοῖς ὀνόματα θηλυκὰ καὶ τὰς ἀποδόσεις θηλυκάς· ὁ γὰρ Ψαλμῳδὸς ἐπιέμιξε συνάψας τοῖς θηλυκοῖς καὶ ἀρσενικοῖς ὀνόμασι τὸ ἅ διὰ τοῦ ἅ ἐποίησεν ἀσάφειαν, οἷον σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. καὶ τοῖς οὐδε τέροις ὀνόμασι δεῖ ἐπισυνάπτειν οὐδέτερα ὀνόματα, οἷον [b 9] ἡ δ’ ἐλθοῦσα καὶ διαλεχθεῖσα· ὁρᾷς, πῶς τοῖς θηλυκοῖς ὀνόμασι συγκατθηλυκά, οἷον καὶ διαλεχθεῖσα, καὶ οὐχὶ ἀρσενικὰ ἢ οὐδέτερα. πέμπτος τρόπος σαφηνείας τὸ ὀνομάζειν τὰ πολλὰ ἤτοι τὸ τὰ πολλὰ πληθυντικῶς λέγειν καὶ ἀποδιδόναι πληθυντικῶς, οἷον [b 10] οἱ δ’ ἐλθόντες ἐτύπτησάν με, οὐκ εἶπεν ἔτυπτέ με, καὶ τὸ τὰ ὀλίγα ἤτοι τὰ δυϊκὰ δυϊκῶς λέγειν καὶ τὴν ἀπόδοσιν ποιεῖν δυϊκήν, οἷον αὐτὼ δὲ μάρ τυρε ἠιόν· εἰκότως δὲ εἶπε τὰ δύο ὀλίγα, τῶν γὰρ δύο οὐδέν ἐστιν ὀλι γώτερον· καὶ τὸ ἐν ὀρθῶς ὀνομάζειν ἤτοι καὶ τὸ ἑνικὸν ἑνικῶς ἀποδιδόναι, οἷον ὁ δ’ ἐλθὼν ἔτυπτέ με. [b 11] ὅλως δὲ δεῖ τὸ γεγραμμένον εἶναι εὐανάγνωστον καὶ μὴ τραχὺ καὶ δυσχέρειαν ποιοῦν περὶ τὴν ἐκφώνησιν· τοιαῦτα δ’ εἰσὶ τὰ μὴ ἔχοντα συγκρούσεις συμ φώνων, ὡς τὸ Ἀτρεὺς σκῆπτρον κρούει. καὶ τὸ λεγόμενον δεῖ εἶναι εὔφραστον, ἤτοι ἃ δύναται ῥᾳδίως ἐκφωνεῖν ὁ ἀναγινώσκων καὶ μὴ ἔχειν δυσχέρειαν περὶ τὴν φράσιν αὐτοῦ ὁ ἀναγινώσκων ὡς συγ κρούσεις ἔχον συμφώνων, ἤτοι δεῖ εἶναι εὐανάγνωστον. [b 12] ἔστι δὲ τὸ αὐτὸ ἤτοι σαφὴς ὁ λόγος, εἰ εὐανάγνωστός ἐστιν. ὅπερ (τοῦτο τὸ σαφές) οὐκ ἔχουσιν οἱ πολλοὶ σύνδεσμοι, ἤτοι ἔνθα παρεμπλοκὴ γένηται συνδέσμων πολλῶν πρὸ τῆς ἀποδόσεως τοῦ λόγου. οὐδὲ ταῦτά εἰσι σαφῆ, ἃ οὐ ῥᾴδιόν ἐστι διαστίξαι, ἤτοι οὕτως δεῖ ἀναγινώσκειν ἤτοι Ἡροκλέα χρυσοῦν ἢ οὕτως χρυσοῦν ῥόπαλον· ἀσάφεια γὰρ γίνεται διὰ τὸ ἄδηλον εἶναι, τίνι δεῖ τὸ χρυσοῦν ἐπισυνάψαι, Ἡρακλεῖ ἢ τῷ ῥοπάλῳ. [b 14] διαστίξαι ἔργον ἤτοι δύσκολον ἄδηλον γάρ ἐστι, ποίῳ δεῖ προσκεῖσθαι τὸ ἀεί, τῷ προτέρῳ ἤτοι τῷ δέοντος, οἷον τοῦ λόγου τοῦ δέοντος ἀεὶ ἀξύνετοι, ἢ τῷ ὕστερον ἤτοι τῷ ἀξύνετοι, οἷον τοῦ λόγου τοῦ δέοντος ἀεὶ ἀξύνετοι. ἐντεῦθεν περὶ σολοι κισμοῦ. [b 18] σολοικίζειν ποιεῖ καὶ τὸ μὴ ἀποδιδόναι, ὅπερ ἁρμόττει ὑποκείμενον ἀμφοῖν ἤτοι ἑκατέρᾳ αἰσθήσει, ἐν μὴ ἐπιζευγ νύῃς, ἤτοι ἐὰν μὴ καθ’ ὅλου εἴπῃς· οἷον τῇ μὲν ὄψει ὑπόκεινται τὰ χρώματα, τῇ δὲ ἀκοῇ οἱ ψόφοι· εἰ μὲν οὖν εἴπῃς καθ’ ὅλου ὅτι αἰσθά νομαι τῶν φωνῶν τῶν φωνούντων ὀξέα, οὐ σολοικίζεις, ἐὰν δὲ εἴπῃς εἶδον τὴν φωνήν, σολοικίζεις· οὐ γὰρ ἁρμόττει ἡ φωνὴ ὑποκείμενον εἶναι τῇ ὄψει. ὁμοίως σολοικίζει καὶ ὁ λέγων εἶδε τὸ θερμόν. [b 20] τὸ μὲν οὖν ἰδών ἐστιν οὐ κοινὸν ἤτοι μερικόν, τὸ δὲ αἰσθάνομαί ἐστι κοινὸν ἤτοι καθ’ ὅλου. δεῖ γοῦν ἐπιζευγνύειν ἤτοι καθ᾽ ὅλου λέγειν αἰσθάνομαι τῶν φωνῶν, ἀλλὰ μὴ εἶδον τὰς φωνάς. ἀσαφὴς δὲ γίνεται ὁ λόγος, ἐὰν μέλλων πολλὰ εἰπεῖν μεταξὺ καὶ ἐπεμβαλεῖν μὴ εἴπῃς πρὸ τῆς ἐπεμβολῆς τὴν ἀπόδοσιν, οἷον τοῦ ἔμελλον ἐστὶν ἀπόδοσις τὸ πορεύ εσθαι· οἷον εἰπὼν [b 22] ἔμελλον διαλεχθεὶς ἐκείνῳ μὴ εὐθὺς ἀποδώσει τὸ πορεύεσθαι, ἀλλὰ μεταξὺ ἐπεμβάλῃ τὸ τάδε καὶ τάδε καὶ ὦδε, εἶτα ἐπάξει τὴν ἀπόδοσιν, ἀσαφὴς ὁ λόγος γίνεται. ἐὰν δὲ εἴπῃς ἔμελλον διαλεχθεὶς ἐκείνῳ πορεύεσθαι, εἶτα καὶ εἰπεῖν τάδε καὶ τάδε καὶ ὧδε, σαφὴς ὁ λόγος γίνεται. καὶ πάλιν εἰ εἴπῃς ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας ασίλειος καὶ εὐθὺς ἐπάξεις τὴν ἀπόδοσιν ἑαυτὸν ἡμῖν νῦν προθήσειν τῶν λόγων ὑπόθεσιν, εἶτα ἐφιλοτιμεῖτο γὰρ τοῖς ἑαυτοῦ λόγοις, σαφὴς ὁ λόγος ἐγένετο. τὸ δὲ ποιεῖν μέγεθος τῷ λόγῳ ἐστὶ τῆς σεμνότητος. εἰ δὲ εἰπὼν ἔμελλεν ἄρα πολλὰς ἡμῖν ὑποθέσεις καὶ τὰ λοιπὰ πρὸ τοῦ ἀπο διδόναι ἑαυτὸν ἡμῖν νῦν ἐπεμβάλῃ καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις, εἶτα ἀποδώσει τὸ ἑαυτὸν νῦν ἡμῖν προθήσειν, ἀσαφὴς ὁ λόγος ἐγένετο.