Ancient Greek · ~41 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.7.1
Not analysed yet
Καὶ ἀνάλογον ἤτοι ἁρμόζουσα τοῖς ὑποκειμένοις πράγμασιν ἠθική ἐστι λέξις ἡ ἐμφαίνουσα τὸ ἦθος τοῦ λέγοντος ὀργίλον ἢ χάριεν ἢ ἀλη θευτικὸν ἢ σεμνόν. [a 12] αὐτοκιβδήλως ἤτοι ταπεινῶς καὶ εὐτελῶς. γράφεται καὶ αὐτοκαβδάλως. λέγεται δὲ καὶ αὐτοκάβδαλον τὸ ταπεινὸν καὶ εὐτελὲς καὶ αὐτόξεστον καὶ αὐτοσχέδιον ἐκ μεταφορᾶς τῶν κονταρίων, ἐν οἷς οὐχὶ ἀπεξέσθη τὸ ἄκρον παρὰ τοῦ τέκτονος, ἐν ᾧ τὸ ξίφος ἐντίθεται, ἀλλὰ τοιοῦτόν ἐστι φύσει ἀπεξεσμένον πρὸς τὸ ὀξύ, ὥσπερ εἰ ἀπεξέσθη παρὰ τοῦ τέκτονος πρὸς τὸ ὀξὺ καὶ ἐξεπίτηδες. τὸ δὲ ἀνά λογόν ἐστι καὶ ἁρμόζον ἐστὶ τοῖς ὑποκειμένοις πράγμασιν, εἴ γε τὰ εὔογκα ἤτοι τὰ ἐξῃρμένα καὶ μεγάλα πράγματα μὴ αὐτοκιβδήλως ἤτοι εὐτελῶς καὶ ταπεινῶς λέγηται ἤτοι ἀπαγγείληται, ἀλλὰ σεμνῶς καὶ μεμεγέλλουσι γεθυσμένως· καὶ πάλιν τὰ εὐτελῆ δεῖ ταπεινῶς ἀπαγγέλλειν καὶ εὐτελῶς, ἀλλὰ μὴ σεμνῶς καὶ ὀγκηρῶς καὶ διῃρημένως, ἤτοι τὰ εὔογκα πράγματα καὶ μέγεθος ἔχοντα δεῖ ἀπαγγέλλειν σεμνῶς καὶ διῃρημένως καὶ ὀγκηρῶς καὶ τὰ εὐτελῆ δεῖ ἀναλόγως ἀπαγγέλλειν εὐτελῶς καὶ ταπεινῶς. [a 13] ἀλλ’ οὐδὲ ἐπὶ τῷ εὐτελεῖ πράγματι ἢ ὀνόματι ἐπῇ κόσμος, ἤτοι κεκαλλωπισμένας λέξεις δεῖ λαμβάνειν· εἰ δὲ μή, ἤτοι εἰ δὲ ἐν τοῖς εὐτελέσι πράγμασι χρώμεθα ὀνόμασι καὶ λέξεσι κεκαλλωπισμέναις, κώμῳδίαν ποιοῦμεν· οἱ γὰρ κωμῳδοὶ τὰ εὐτελῆ καὶ οὐδαμινὰ πράγματα ἀπαγ διὰ λέξεων κεκαλλωπισμένων. ταὐτὸν γάρ ἐστι βροντὴ καὶ σπουδή. [a 15] καὶ γὰρ ὁ Κλεοφῶν ῥήτωρ ὢν ὁμοίως τοῖς κωμῳδοῖς ἔνια ἔλεγεν ἤτοι τινὰ τῶν εὐτελῶν πραγμάτων ἀπήγγελλε καὶ ἔλεγε διὰ λέξεων κεκαλλωπισμένων, οἷον εἰ εἴποιεν ὧ πότνια συκῆ· ἡ γὰρ συκῆ εὐτελὲς πρᾶγμα, τὸ δὲ πότνια θείοις καὶ θεοῖς ἁρμόζουσα. [a 16] παθητικὴ δὲ λέξις ἐστίν· εἰ μὲν ὑβρίζεις, ὀφείλεις λέγειν λέξιν ὑβριζομένου, οἵαν εἰκὸς λέγειν τὸν ὑβριζόμενον, οἷον οἰνοβαρές, κυνὸς ὄμματ’ ἔχων, κραδίην δ’ ἐλάφοιο, εἰ δὲ ἀσεβῆ καὶ αἰσχρά εἰσι τὰ πράγματα, δεῖ λέγειν αὐτὰ ὡς δυσχε ραίνων καὶ εὐλαβούμενος καὶ λυπούμενος ἐπ’ αὐτοῖς, οἷον ὦ τῆς συμφορᾶς, ὡς δεινά μοι τὰ συναντήματα. [a 18] εἰ δέ εἰσιν ἐπαινετά, δεῖ πάλιν ἀγαμένως καὶ θαυμαστικῶς ἀπαγγέλλειν αὐτά· ἡ γὰρ λέξις ἡ οἰκεία καὶ ἁρμόζουσα τῷ πράγματι, οἷον ἡ θαυμαστικὴ λέξις ἀνήκει τοῖς ἐπαινετοῖς πράγμασι καὶ ἡ περιπαθὴς καὶ ἡ σχετλιαστικὴ ἀνήκει τοῖς λυπηροῖς καὶ ἐλεεινοῖς πράγμασι, πιθανὸν τὸ πρᾶγμα ποιεῖ καὶ ἀληθὲς δοκεῖ φαίνεσθαι· [a 20] ἡ γὰρ ψυχὴ τοῦ ἀκούοντος παραλογίζεται καὶ ἀπατᾶται καὶ οἴεται ὡς ἀληθῶς λέγοντος, ἤτοι ὅτι ἀληθῶς λέγει ὁ ῥήτωρ, ἀπὸ τοῦ λέγειν λέξεις ἁρμοζούσας καὶ ἀναλόγους τοῖς πράγμασιν· ἐπὶ τοῖς τοι ούτοις γὰρ πράγμασιν, οἷς καὶ ἀνάλογος λέξις παρὰ τοῦ ῥήτορος τίθεται, ἀπατᾶται ὁ ἀκροατὴς καὶ οἴεται, ὡς οὕτως ἔχουσι τὰ πράγματα, καθὼς καὶ παρὰ τῷ ῥήτορι ἀπαγγέλλονται. [a 22] ὥστε οἱ ἀκροαταὶ οἴονται οὕτως ἔχειν τὰ πράγματα, ὡς ὁ λέγων ἀπαγγέλλει αὐτά, κἂν καὶ μὴ οὕτως ἔχωσιν. εἰ δὲ τῶν πραγμάτων λυπηρῶν ὄντων καὶ περιπαθῶν θαυμαστικῶς ἀπαγγέλλει αὐτὰ ἢ τὰ ἐπαινετὰ ἀπαγγέλλει σχετλιαστικῶς καὶ περιπαθῶς, ἀπίθανος δοκεῖ ὁ τοιοῦτος ῥήτωρ καὶ ψευδὴς καὶ πρὸς τὸ ἀπατᾶν ἀφορῶν, καὶ διὰ τοῦτο ἀπεστραμμένως ἀπαγγέλλει τὰ πράγματα καὶ οὐκ ἀναλόγως. [a 23] καὶ ὁ ἀκούων συλλυπεῖται τῷ λέγοντι περιπαθῶς τὰ περιπαθῆ πράγματα, κἂν μηδὲν ἀληθὲς λέγη, ἀλλ’ οὖν οἱ ἀκροαταὶ οἴονται ἀληθεύειν αὐτόν· διὸ καὶ πολλοὶ ἀπὸ τοῦ σχετλιάζειν ἐν τοῖς λυπηροῖς θορυβοῦσι τοὺς ἀκροατὰς ἀκούοντας αὐτοῦ λέγοντος ὦ τῆς συμφορᾶς, οἷά μοι ἐπεσυνέβησαν· ὁμοίως δὲ θορυβοῦνται οἱ ἀκροαταὶ καὶ ἐὰν ἀκούσωσι τοῦ λέγοντος θαυμάζοντός τι, καὶ διὰ τοῦτο προσέχουσιν αὐτῷ. [a 25] ἠθικὴ δέ ἐστι καὶ ἡ τῶν σημείων δεῖξις. ἄλλα εἰσὶ σημεῖα τοῦ γέροντος, ἤτοι τὸ προβουλεύεσθαι, τὸ εἰδέναι τὰ ὄντα, τὰ προ όντα, τὰ μέλλοντα, καὶ ἄλλα εἰσὶ σημεῖα τοῦ νέου, ἤτοι τὸ θαρραλέον, τὸ ἀνδρεῖον, οἶον νέῳ πάντ’ ἔοικεν Ἄρεϊ δεδαιγμένῳ ὀξέι χαλκῷ· πρέπει γὰρ καὶ τῷ νέῳ τὸ κεῖσθαι ἀπεκταμένῳ ἐν πολέμῳ. [a 26] ἡ ἀρμότ τουσα δεῖξις ἑκάστῳ γένει καὶ ἔξει. [a 29] ἕξεις δέ, καθ’ ἅς ποιός τις λέγεται· ἢ γὰρ ἕξιν ἔχει τοῦ ὀργίζεσθαι, καθ’ ἣν ὀργίλος λέγεται, ἢ ἔξιν ἔχει τοῦ μὴ ὀργίζεσθαι, καθ’ ἣν πρᾶος λέγεται· καὶ ἄλλα μὲν ἁρμόττουσι τῷ ὀργίλῳ, ἄλλα δὲ τῷ πράῳ. οὐ γὰρ καθ’ ἅπασαν ἕξιν ποιός τις παρονομάζεται, ἤτοι οὐ γάρ, εἰ ἕξιν ἔχει τις τοῦ ἀσκεπὴς περιπατεῖν ἢ βραδέως ἐσθίειν, ἤδη καὶ ἀπ’ αὐτοῦ παρονομάζεται. [a 30] καὶ τὰ ὀνόματα καὶ αἱ λέξεις οἰκεῖαι ὀφείλουσιν εἶναι ἑκάστου τῇ ἕξει· ἄλλα γὰρ ὀνόματά εἰσιν οἰκεῖα τῷ ἀγροίκῳ καὶ ἄλλα οἰκεῖα τῷ πεπαιδευμένῳ ἤτοι τῷ σοφῷ· οὕτω γάρ, εἰ λέγεις τὰ ὀνόματα τὰ οἰκεῖα ἑκάστῳ, τὸ ἦθος ἑαυτοῦ μᾶλλον δείξεις, ὅτι ἐστὶν ἀληθευτικόν. [a 32] πάσχουσι δὲ οἱ ἀκροαταὶ ἤτοι ἀπατῶνται καὶ τῷ συνήθει καὶ καθωμιλημένῳ καὶ γνωρίμῳ τοῖς πᾶσιν, ᾧτινι πάντες οἱ λογογράφοι κατακόρως χρῶνται καὶ ἀεὶ ἀπατῶντες, οἷον ὅταν τις εἰσελθὼν εἴπῃ ἐπὶ δικαστηρίου τοῦτο δέ, ὃ μέλλω εἰπεῖν, πάντες ἴσασι καὶ οὐδεὶς ἀγνοεῖ [a 35] ὁ γοῦν ἀκροατὴς ἢ καὶ ὁ δικαστὴς αἰσχυνόμενος τὸ θρυλλούμενον οὔτις τοι τῶνδ’ ἐπαίτιός ἐστι, μή πως δόξῃ ἀγνοῶν, ὅπερ οἱ ἄλλοι πάντες γινώσκουσι, δέχεται τὸ παρ’ ἐκείνου λεγόμενον καὶ ὁμολογεῖ. τὸ δὲ χρᾶσθαι τούτῳ ἤτοι τῷ λέγειν ὅτι τοῦτο, ὅ φημι, καὶ οἱ σκυτοτόμοι γινώσκουσιν, εὐκαίρως ἢ ἀκαίρως κοινόν ἐστιν ἀπάντων τῶν εἰδῶν, ἤτοι καὶ ἐν τῷ δικανικῷ καὶ συμβουλευτικῷ καὶ ἐν τῷ πανηγυρικῷ χρώμεθα τῷ λόγῳ τούτῳ ἤτοι ὅτι πάντες τοῦτο γινώσκουσι, πλὴν ποτὲ μὲν εὐκαίρως ποτὲ δὲ ἀκαίρως. ἢ τῶν εἰδῶν ἤτοι τοῦ παθητικοῦ καὶ ἠθικοῦ. [b 1] ἄκος δέ ἐστιν ἐπὶ πάσης ὑπερβολῆς, ἤτοι ὅταν δὲ εἴπῃς τι ἀκαίρως καὶ ὑπερβάλλῃ τὸ πρᾶγμα ἤτοι οὐκ ἔστι τοῦ πράγματος, τότε λέγε τὸ θρυλλούμενον ἤτοι τότε δεῖ προσεπιπλήττειν ἑαυτὸν ἐν τῷ λέγειν οἷόν με φύγεν ἕρκος ὀδόντων, ἢ ὅτι ἀλλ’ οἷόν με διέλαθε καὶ εἶπον εἰ γὰρ οὕτως προσεπι πλήττεις ἑαυτόν, δοκεῖ τὸ λεγόμενον ἀεὶ παρὰ σοῦ εἶναι ἀληθὲς καὶ σὺ ἀληθὴς δοκεῖς· λέγουσι γὰρ οἱ ἀκροαταί, ὅτι, εἰ μικρόν τι παρεγκλίνας τῆς ἀληθείας καὶ εἰπὼν ἄκαιρον ἤτοι ὃ τοῦ παρόντος οὐκ ἔστι καιροῦ ἑαυτὸν προσεμέμψατο καὶ συνέπληξε, λοιπὸν φιλαλήθης ἐστὶ καὶ τῆς ἀληθείας ἐξέχεται. [b 3] ἐπεὶ τὸ προσεπιπλήττειν ἑαυτὸν οὐ λανθάνει τὸν λέγοντα ἤτοι τὸν ῥήτορα, δι’ ὃ ταῦτα ποιεῖ· ποιεῖ γὰρ τοῦτο ἤτοι τὸ ἑαυτὸν προσε πιπλήττειν, κἂν μικρόν τι τῆς ἀληθείας παρεκτραπῇ καὶ ἄκαιρα δοκῇ λέγειν, ἵνα τὰ ἄλλα τὰ παρ’ αὐτοῦ λεγόμενα δοκῶσιν ἀληθῆ τοῖς ἀκροαταῖς. [b 4] ἔτι οὐ δεῖ χρᾶσθαι πᾶσιν ἀνάλογον ἤτοι ἀναλόγως τοῖς πράγμασιν, ἤτοι οὐ δεῖ χρῆσθαι πᾶσι τοῖς τῷ πράγματι ἁρμόζουσιν· οὕτω γάρ, εἰ μὴ πᾶσι τοῖς ἁρμόζουσι τῷ πράγματι ἅμα χρᾷ, κέκλεπται καὶ ἀπατᾶται ὁ ἀκροατής. [b 5] οἷον εἰ τὰ ὀνόματα σκληρὰ ἤτοι αἱ λέξεις καὶ τραχέα εἰσὶ καὶ ὑβριστικά, ἅτινα λέγεις πρός τινα ἀντιδικοῦντά σοι, οὐ δεῖ ταύτας τὰς τραχείας λέξεις καὶ σημαινούσας ὕβριν ἐκφέρειν καὶ μετὰ φωνῆς ἀγρίας καὶ τραχείας καὶ ἐν οἷς ταύτας λέγεις δεικνύειν καὶ πρόσωπον ὀργι ζομένου καὶ τὰ ἄλλα τὰ ἁρμόττοντα ἤτοι βλέμμα καὶ κίνημα καὶ ἰδίωμα ἄγριον· ἀλλ’ εἰ μὲν αἱ λέξεις εἰσὶν ὑβριστικαί, δεῖ σε ταύτας ἐκφέρειν μετὰ φωνῆς ὑφειμένης καὶ μὴ ἀγρίας καὶ πρόσωπον ἔχειν ἱλαρὸν καὶ βλέμμα πρᾶον, ἵνα τὸ τῶν λέξεων τραχὺ συγκαλύπτηται διὰ τῆς ὑφειμένης φωνῆς καὶ τοῦ ἱλαροῦ προσώπου καὶ μὴ φαίνῃ μελάγχολος καὶ ὑβριστικός· [b 7] εἰ δὲ μή, ἤτοι εἰ δὲ καὶ αἱ λέξεις εἰσὶ τραχεῖαι καὶ ἐκφέρεις ταύτας μετὰ φωνῆς ἀγρίας καὶ πρόσωπον ἐνδείκνυσαι ἄγριον, φανερὸν γίνεται, ὅτι μελάγχολος εἶ καὶ ψευδὴς καὶ ἐπίκεισαι τῷ, ὃν ἀδικεῖς. εἰ δὲ τόδε μέν, ἤτοι εἰ δὲ αἱ λέξεις εἰσὶ σκληραὶ καὶ ὕβριν ὑποσημαίνουσαι, τόδε δὲ μή. ἤτοι ἡ δὲ φωνή. δι’ ἧς ταύτας ἐκφέρεις. ἐστὶ μαλακὴ καὶ ὑφειμένη καὶ τὸ πρόσωπον ἐνδείκνυσαι ἱλαρόν, λανθάνεις ποιῶν τὸ αὐτὸ ἤτοι λεληθότως ὑβρίζεις αὐτὸν καὶ οὐδὲ δοκεῖς ὕποπτος τοῖς ἀκροαταῖς τὸ αὐτὸ δὲ ποιεῖς λεληθότως ἤτοι τὸ ὑβρίσαι τὸν ἀντιδικοῦντα, ὅπερ ἂν ἐποίησας, καὶ εἰ μετὰ τραχείας φωνῆς ἐξέφερες τὰς τραχείας λέξεις καὶ ὑβριστικάς. εἰ δὲ βούλει δοκεῖν, ὡς ἃ λέγεις πιθανά εἰσι, δεῖ τὰ μαλακὰ ὑφειμένως ἀπαγγέλλειν καὶ δι’ εὐτελῶν λέξεων καὶ τὰ σκληρὰ πάλιν σκληρῶς καὶ ὀγκηρῶς ἀπαγγέλλειν· [b 9] εἰ δὲ τὰ μαλακὰ καὶ ταπεινὰ ἀπαγγέλλεις σκληρῶς καὶ ὀγκηρῶς, δόξεις περίεργος καὶ δολερὸς καὶ μωρὸς ὡς σπουδάζων ἀντιστρέφειν τὰ πράγματα καὶ ἀπίθανα δόξεις λέγειν. [b 11] τῷ δὲ λέγοντι παθητικῶς ἁρμόζουσιν αἱ ἐπίθετοι λέξεις ὡς τὸ πελώριος καὶ διπλᾶ ὡς τὰς συνθέτους λέγειν ὡς τὸ οὐρανόμηκες καὶ ξένας λέξεις ἤτοι διαλέκτου καὶ τῆσδε ἢ τῆσδε τῆς γλώττης· τῷ γὰρ λέγοντι κακὸν οὐρανόμηκες συγγνώμη ἐστὶν ὡς ὀργιζομένῳ· δοκεῖ γὰρ ὁ ὀργιζόμενος μὴ προσέχειν οἷς λέγει ὡς ὑπὸ τῆς ὀργῆς τὰς φρένας ἐξεστηκώς, καὶ διὰ τοῦτο συγγνωμονοῦσιν αὐτῷ, κἂν ἀνοίκεια καὶ ἀκατάλ ληλα λέγη· τὸ γὰρ οὐρανόμηκες ἐπὶ θείων λέγεται, οὐ μὴν δὲ ἐπὶ κακῶν· εἴ τι γὰρ ἔλθῃ εἰς τὴν γλῶτταν τοῦ ὀργιζομένου, τοῦτο καὶ λέγει καὶ οὐ σκοπεῖ τὰ κατάλληλα. [b 13] καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροα τάς, ἤτοι ὅταν τοὺς ἀκροατὰς ποιήσῃ ὥστε αὐτῷ προσέχειν ὡς ἀληθῆ λέγοντι, εἴτε ψέγει, εἴτε ἐπαινεῖ, εἴτε ὀργίζεται, ἤτοι ὅταν καὶ οἱ ἀκροαταὶ χαίρωσι τοῖς ἐπαίνοις ἢ τοῖς ψόγοις καὶ κρίνωσι τὸν ῥήτορα δικαίως ὀργιστάντες ζόμενον καθ’ οὗ ὀργίζεται ἢ δικαίως ψέγοντα ὃν ψέγει ἢ δικαίως ἐπαινοῦντα καὶ οἷον ἐνθουσιῶσι, καὶ τότε δεῖ χρᾶσθαι τοῖς διπλοῖς καὶ ἐπιθέτοις ὀνόστάντες μασι. καὶ εἴ τι ἂν βούλοιο. [b 15] ὁ δὲ Ἰσοκράτης ἐγκώμιον ποιεῖται στρατιωτῶν πολεμησάντων καὶ τινῶν μὲν σφαγέντων τινῶν δὲ καὶ σωθέντων, καί φησιν ἐν τῷ τέλει τοῦ ἐγκωμίου φήμη δὲ πάντων καὶ ἡ γνώμη πάντων οὕτως ἔχειν ταῦτα, ἃ λέγω ἐπαινῶν, μαρτυροῦσι καὶ διαβεβαιοῦσι καὶ μὴ ἄλλως· ἀλλὰ λέγουσι ταῦτα καὶ οἱ στρατιῶται οἱ τὸν τότε ὑπο πόλεμον, οἳ καὶ ἔτλησαν τὰ δεινὰ καὶ διεσώθησαν. [b 17] φθέγγονται γὰρ τὰ τοιαῦτα ἤτοι τὰ παράλληλα, οἷον φήμη, γνώμη, ἐνθουσιάζοντες· ὥστε καὶ οἱ ἀκροαταὶ ὁμοίως ἔχοντες ἤτοι ἐνθου σιάζοντες καὶ ὅλοι γενόμενοι τοῦ λέγοντος ἀποδέχονται τοὺς ῥήτορας λέγοντας τοιαῦτα ἤτοι παράλληλα. [b 18] διὸ καὶ τὸ τὰ τοιαῦτα λέγειν ἤτοι παράλληλα, ἐπεὶ καὶ τῶν ἐνθουσιαζόντων ἐστὶν ἡ ποίησις, λοιπὸν τῇ ποιήσει ἁρμόττει. ἢ δεῖ οὕτως λέγειν τὰ παράλληλα μεταποιῆσαι τοὺς ἀκροατὰς ἐνθουσιάζειν καὶ ἀποδέχεσθαι τοὺς λέγοντας ἢ μετ’ εἰρωνείας ἤτοι ἢ δεῖ χρᾶσθαι τῇ εἰρωνείᾳ μετὰ τὸ ἀποδεῖξαι τὸν δεῖνα προδότην τῆς πατρίδος καὶ λέγειν μετ’ εἰρωνείας πάντα μετὰ τὰς ἀποδείξεις ὁ καλὸς οὑτοσί, ὁ γενναῖος. [b 20] οἱ λόγοι τοῦ Γοργίου, ὃν παρεισάγει ὁ Πλάτων διαλεγόμενον, εἰρωνευτικοί εἰσιν ἅπαντες.