Ancient Greek · ~35 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.8.1
Not analysed yet
Τὸ μὲν γὰρ εἶναι τὴν λέξιν ἔμμετρον καὶ μετρικῷ ἀνήκουσαν ἀνδρὶ ἐστὶν ἀπίθανον, ἤτοι ὁ ταῦτα λέγων τὰ ἔμμετρα ἀπίθανός ἐστι καὶ ψευδής· [b 22] δοκεῖ γὰρ πεπλάσθαι ἤτοι ἐπιτηδεύειν τὰς τοιαύτας ἐμμέτρους λέξεις διὰ τὸ ἀπατῆσαι, καὶ ἅμα ἡ τοιαύτη λέξις ἡ ἔμμετρος ἐξίστησι τὸν ἀκροατὴν τοῦ οἰκείου λογισμοῦ καὶ τοῦ προσέχειν τῇ ἀπο δείξει· καὶ προσέχει πάλιν πότε ῥηθῇ καὶ ἔλθοι τοιαύτη ὁμοία λέξις· ἀκούσας γὰρ τοιαύτης ἐμμέτρου λέξεως οἷον τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς πάλιν ἐξέχεται τοῦ ἀκοῦσαι καὶ ἑτέρου μέτρου, δι’ οὖ δείκνυται, τίνα εἰσὶ τὰ παρ’ ἐκείνου ῥηθέντα. καὶ ἄλλως· ξενικὴ οὖσα ἡ λέξις καὶ παρά ξενος ἡ μετρικὴ ποιεῖ τὸν ἀκροατὴν γλιχόμενον καὶ πάλιν ἀκοῦσαι τοιαύτης λέξεως. [b 25] τοῖς ἀπελευθέροις ἐδίδοντο πάλαι ἐπίτροποι, ἵνα αὐτῶν ἀντιποιῶνται καὶ μὴ καταφρονῶνται· οὐ γὰρ τῆς αὐτῆς παρρησίας ἐτύγ χανον οἱ ἐλεύθεροι καὶ ἀπελεύθεροι καὶ διὰ τοῦτο εἶχον ἐπιτρόπους. τῶν γοῦν κηρύκων προαναφωνούντων τίνα ἐπιτροπεῦσαι αὑτοῦ αἱρεῖται ὅδε ὁ ἀπελεύθερος; πρὸ τοῦ πληρῶσαι τοὺς κήρυκας τὴν ἀναφώνησιν ἔλεγον τὰ παιδία τὸν Κλέωνα. ὡς γοῦν ἀπὸ τῆς τῶν παίδων ἀναφωνῆς προλαμ βανούσης τὴν τῶν κηρύκων φωνὴν ἔχομεν προεγνωσμένον, ὃν αἱροῦνται ἐπίτροπον οἱ ἀπελεύθεροι, οὕτως καὶ ἅμα τῷ ῥηθῆναι ξενικὴν ἤτοι ἔμμε τρον λέξιν εὐθὺς ἔχομεν ἐγνωσμένον καὶ ὅτι καὶ ἑτέραν τοιαύτην λέξιν μέλλει ὁ λέγων εἰπεῖν. ἢ καὶ οὕτως· ἅμα τῷ ἀκοῦσαι τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας εὐθὺς ἐγνωσμένον, ὅτι καὶ ἕτερον μέλλει στίχον εἰπεῖν, δι’ οὗ δηλώσει, τίνα εἶπεν ὁ Ἀχιλλεύς. [b 26] τὸ δὲ ἄρρυθμον ἀπέραντόν ἐστιν ἤτοι οὐκ ἔχει ὡρισμένον ἀριθμὸν ὁ ἄρρυθμος καὶ πεζὸς λόγος· ὁ μὲν ἔμμετρος λόγος οἷον ὁ στίχος ἔχει ὡρισμένον ἀριθμὸν τὴν ἑξαποδίαν, ὁ δὲ ἄρρυθμος ἀόριστον ἔχει τὸ μέτρον· ποτὲ μὲν γὰρ τὸ κῶλον ἔχει δεκαπέντε συλλαβάς, ποτὲ δὲ ιηʹ, ποτὲ ιβʹ, ποτὲ κʹ. δεῖ δὲ καὶ τὸ ἄρρυθμον ἤτοι τὰ πεζὰ κῶλα πεπεράνθαι ἤτοι μετρεῖσθαι μέτρῳ τινὶ ἀορίστῳ, ἀλλ’ οὐ μέτρῳ ὡρισμένῳ, ὥσπερ τῇ ἑξαποδίᾳ ὁ ἡρωικὸς καὶ ἰαμβικὸς στίχος τῇ διποδίᾳ, ἀλλὰ ποτὲ μὲν ιβʹ συλλαβαῖς, ποτὲ ιηʹ, ποτὲ κʹ· καὶ γὰρ τὸ ἄπειρον ἤτοι τὸ μηδ’ ὅλως ὑποπῖπτον μέτρῳ τινὶ διὰ τὴν ἀπειρίαν ἀηδές ἐστι καὶ ἄγνωστον. [b 28] πάντα δὲ τὰ κῶλα περαίνονται καὶ μετροῦνται ἀριθμῷ, οὐ μὴν ὡρισμένῳ ἀλλ’ ἀορίστῳ· ἢ γὰρ ιεʹ συλλαβαῖς ἢ ιηʹ. διὸ καὶ ὁ ἀριθμὸς τῆς λέξεως τοῦ σχήματος ἤτοι τῶν κώλων ῥυθμός ἐστι καὶ ῥυθμὸν ἔχουσιν, οὗτινος (τοῦ σχήματος τῆς λέξεως) τὰ μέτρα εἰσὶ τμητὰ ἤτοι ἀόριστα· ποτὲ μὲν γὰρ ιεʹ συλλα βαῖς περαίνεται τὸ κῶλον, ποτὲ δώδεκα. τὸ δὲ μέτρον τῶν ἡρωικῶν στίχων ἐστὶν ἄτμητον· ἑξαποδίᾳ γὰρ μετρεῖται καὶ οὐκ ἔστι δυνατὸν μετρη θῆναι τετραποδίᾳ ἢ ἄλλῳ τινὶ μέτρῳ. [b 30] διὸ δεῖ τὸν λόγον τὸν πεζὸν ἔχειν ῥυθμόν, οὐ μέντοι γε δὲ μέτρον ἢ ἡρωικὸν ἢ ἀναπαιστικὸν ἢ ἰαμβεῖον· εἰ γὰρ ἔχει καὶ μέτρον, ἐστὶ ποίημα ἤτοι ποίησις· ἔχειν δὲ ῥυθμὸν μὴ ἀκριβῆ ἀλλὰ παρεφθαρμένον ἔστι δὲ τοῦτο ἤτοι τὸ μὴ τηρεῖσθαι τὸν ῥυθμὸν ἀκριβῆ ἐν τῷ πεζῷ λόγῳ, ἐὰν μέχρι τινὸς ἤτοι μέχρι τινῶν συλλαβῶν ἐστι τοῦ κώλου ὁ ῥυθμὸς τηρούμενος, εἶτα αἱ ἄλλαι συλλαβαὶ τοῦ κώλου εἰσὶν ἀνειμέναι καὶ διεφθαρμέναι, οἷον εἰ τινὲς μὲν λέξεις τοῦ κώλου εἰσὶ σπονδειακαὶ ἢ ἀναπαιστικαὶ ἢ δακτυλικαί, ἐν αἷς καὶ θεωρεῖται ὁ ῥυθμός, αἱ δὲ ἄλλαι λέξεις οὔκ εἰσι μετρικαὶ ἤτοι σπον δειακαὶ ἢ δακτυλικαί, ἀλλὰ κοιναὶ καὶ ῥυθμὸν οὐκ ἔχουσι. τοιοῦτον δὲ καὶ ὁ Ἑρμογένης παραδίδωσιν. [b 32] ὁ μὲν ἡρῷος ῥυθμός ἐστι σεμνὸς ἤτοι ἀπόκροτος, στομφώδης καὶ λεκτικὸς ἤτοι μεγαλόφωνος καὶ ἁρμονίας ἤτοι ῥυθμοῦ δεόμενος, ὁ δὲ ἴαμβός ἐστιν ἡ κοινὴ λέξις καὶ συνήθης, ᾗ πάντες χρῶνται· διὸ πολλῶν ὄντων τῶν μέτρων, ἡρωικῶν, ἀναπαιστικῶν, τροχαϊκῶν, ἀπὸ πάντων τῶν μέτρων μάλιστα χρῶνται τῷ ἰαμβείῳ μέτρῳ καὶ ἰαμβεῖα φθέγγονται. ἐπεὶ δὲ τὸ ἰαμβεῖον μέτρον ταπεινὸν τὸν λόγον ποιεῖ καὶ ἀνειμένον, δεῖ ἀναμεταξὺ χρᾶσθαι τῇ σε μνότητι καὶ ἐκ στῆσαι καὶ ἐξᾶραι διὰ τῆς σεμνότητος τὸ τοῦ λόγου ταπεινόν ἡ γὰρ σεμνότης ἐξαίρει τὸ τοῦ λόγου ταπεινὸν ἅτε μέγεθος ποιοῦσα. [b 36] ὁ δὲ τροχαῖος ῥυθμὸς κορδακικώτερός ἐστιν ἤτοι ἀνειμενώτερος. ἔστι δὲ τὸ κορδακίζειν εἶδος ἀνειμένης ὀρχήσεως, ἢ τὸ κορδακικώτερον ἤτοι συντομώτερον κορδακίζειν γάρ ἐστι τὸ εἶδος τῆς ὀρχήσεως, ὃ οἱ Σθλάβοι ὀρχοῦνται, τὸ εὐκίνητον· σύντομον δέ ἐστι, διότι συντόμως περατοῦται· τετράμετρον γάρ ἐστιν· ἐπὶ γὰρ τῶν ἰαμβείων τοὺς δύο πόδας λαμβάνουσιν ὡς ἐν καὶ κατὰ συζυγίαν μετροῦσιν αὐτούς, ὅθεν καὶ τρίμετροι λέγονται, καὶ ἐπὶ τῶν τροχαίων κατὰ συζυγίαν μετροῦμεν. τροχαῖος δὲ λέγεται ἐκ μεταφορᾶς τοῦ τροχοῦ· ὡς γὰρ ἐπὶ τοῦ τροχοῦ τὸ ἄνω μέρος τοῦ τροχοῦ καὶ ἐφ’ ὕψους ὂν χαμαὶ γίνεται καὶ ὑποκάτω, οὕτω καὶ ὁ τροχαῖος ἀπὸ μακροῦ ἀρχόμενος καταλήγει εἰς βραχύ. [1409a 1] ὁ γὰρ τροχαῖος ῥυθμός ἐστι τετράμετρος. περὶ μὲν τῶν ἄλλων μέτρων ἐτεχνολόγησαν, πῶς δεῖ χρᾶσθαι αὐτοῖς καὶ οἷον ῥυθμὸν ἀποτελοῦσι· λείπεται δὴ παιάν, ἤτοι περὶ δὲ τοῦ παιᾶνος οὔπω ἐφθάσαμεν εἰπεῖν. παιάν ἐστιν ὁ ἔχων συλλα βὴν μίαν μακρὰν καὶ τρεῖς συλλαβὰς βραχείας· ἐπίτριτος δὲ ὁ ἔχων μίαν βραχεῖαν, τὰς δὲ ἑτέρας τρεῖς συλλαβὰς μακράς. [a 3] ἔχομεν μέτρον ἡρωικὸν καὶ τροχαϊκὸν καὶ τρίτον παιανικὸν (τὸ γὰρ ἰαμβικὸν τῆς κοινῆς διαλέκτου ἐστί) καὶ ἐχόμενον τῶν εἰρημένων μέτρων· ἐν γὰρ τῷ παιανικῷ μέτρῳ εὑρήσεις καὶ τὸ δακτυλικὸν μέτρον καὶ τὸ τροχαϊκὸν καὶ τὸ ἀναπαιστικόν· ἐν μὲν γὰρ τῷ πρώτῳ παιᾶνι, ἐν ᾧ ἐστι τὸ ἐν μακρόν, τὰ δὲ τρία βραχέα, εὑρήσεις τὸν δάκτυλον, ἐν δὲ τῷ δευτέρῳ παιᾶνι τῷ ἔχοντι τὴν πρώτην συλλαβὴν βραχεῖαν, τὴν δὲ δευτέραν μακράν, εὑρήσεις τὸν ἴαμβον, ἐν δὲ τῷ τρίτῳ παιᾶνι τῷ ἔχοντι τὰς δύο συλλαβὰς βραχείας, τὴν δὲ τρίτην μακράν, εὑρήσεις καὶ τὸν ἀνάπαιστον καὶ τὸν τροχαῖον· ἐπεὶ γὰρ ἐν τῷ παιᾶνι ἡ μία συλλαβή ἐστι μακρά, αἱ δὲ τρεῖς βραχεῖαι. τὸ δὲ μακρὸν δύναμιν ἔχει δύο βραχέων, λοιπὸν ἐν αὐτῷ θεωρεῖται ὁ ἡμιόλιος λόγος· τὰ γὰρ τρία πρὸς τὰ δύο τὸν ἡμιόλιον λόγον ἔχουσιν. [a 4] ἐκείνων δὲ τῶν ἄλλων μέτρων ὁ μὲν σπονδεῖός ἐστιν ἐν πρὸς ἐν ἤτοι τὸν ἴσον λόγον ἔχει ὁ σπονδεῖος· τὰ γὰρ δύο μακρὰ ἔχει· ὁ δὲ τροχαῖος καὶ ὁ ἴαμβος τὸν διπλάσιον λόγον ἔχουσι καὶ τὸν ἄνισον, ὃν λόγον τὰ δύο πρὸς τὸ ἕν· καὶ γὰρ καὶ ὁ τροχαῖος ἐκ μακροῦ καὶ βρα χέος σύγκειται καὶ ὁ ἴαμβος βραχὺ ἔχει καὶ μακρόν, τὸ δὲ μακρὸν δύναμιν ἔχει δύο διχρόνων, ὡς εἴπομεν. [a 6] ὁ δὲ ἡμιόλιος ἤτοι ὁ παιὰν ὁ ἔχων τὸν λόγον τὸν ἡμιόλιον ἔχεται τῶν λόγων τούτων ἤτοι τοῦ λόγου, ὃν ἔχει ὁ τρία πρὸς τὰ δύο, ὃν ἔχει αὐτὸς ὁ παιάν, καὶ τοῦ λόγου, ὃν ἔχει τὰ δύο πρὸς τὸ ἕν, ὃν ἔχει ὁ τροχαῖος καὶ ὁ ἴαμβος. οἱ μὲν ἄλλοι ἀφετέοι ἤτοι οἱ δάκτυλοι καὶ οἱ τροχαῖοι διὰ τὰ εἰρημένα, ἤτοι διότι τῆς ποιήσεώς εἰσιν· ἀπὸ πάντων γὰρ τῶν ῥυθμῶν μόνος ὁ παιανικὸς ῥυθμὸς οὐκ ἔστι μετρικός· οὐ γὰρ χρῶνται αὐτῷ οἱ ποιηταί· ὥστε διὰ τὸ μὴ εἶναι μετρικὸν λανθάνει, εἰ χρώμεθα αὐτῷ ἐν τῷ πεζῷ λόγῳ, τοὺς ἀκροατάς. [a 10] δεῖ δὲ τὴν τελευτὴν τοῦ λόγου διαφέρειν τῆς ἀρχῆς τοῦ λόγου. [a 12] τὸ μὲν εἶδος τοῦ παιᾶνος τὸ ἕν, ἐν ᾧ ἡ μὲν ἀρχὴ αὐτοῦ ἐστι μακρά, τὰ δὲ τρία βραχέα, ἁρμόζει τῇ ἀρχῇ τοῦ λόγου· τὸ γὰρ μακρὸν ἔχει στάσεως λόγον καὶ ἠρεμίας, δεῖ δὲ ἐκ στάσεως καὶ ἠρεμίας γενέσθαι τὴν κίνησιν· ἐξ ἀκινησίας γὰρ ἡ κίνησις γίνεται. [a 14] Δαλογενῆ λέγει τὸν Ἀπόλλωνα ὡς ἐν τῇ Δήλῳ γεννηθέντα. Δαλογενές, εἴτε Λύκιε †ἑκάετε, ἤτοι πόρρω βάλλων, τὸ δα μακρόν ἐστι, τὰ δὲ τρία βραχέα. τὸ δὲ ἕτερον εἶδος τοῦ παιᾶνος ἐξ ἐναντίας, ἤτοι ὁ τέταρτος παιὰν ἐξ ἐναντίας ἐστὶ τῷ πρώτῳ παιᾶνι, οὗτινος αἱ μὲν ἐξ ἀρχῆς κείμεναι συλλαβαί εἰσι βραχεῖαι, τὸ δὲ τέλος τῆς λέξεως μακρόν, οἷον μετὰ δὲ γᾶν, τὸ γᾶν μακρόν, τὰ δὲ πρὸ αὐτοῦ βραχέα, ὕδατά τ’ ὠ, τὸ τω μακρόν· ἔστι δὲ ἐκ τῆς θεογονίας καὶ λέγει, ὅτι ἡ γῆ κρυπτομένη ἦν ὑπὸ τῶν ὑδάτων ἡμῖν ἀφανής. τοῦτο δὲ τὸ εἶδος τοῦ παιᾶνος προσαρμόζει τῷ τέλει τοῦ λόγου· [a 17] τελευτὴν γὰρ τοῦ λόγου ποιεῖ, καθ’ ὃ εἰς μακρὸν λήγει, τὸ δὲ μακρὸν στάσιν τινὰ καὶ ἠρεμίαν παρεμφαίνει· τὸ δὲ βραχὺ διὰ τὸ ἀτελὲς ἤτοι διὰ τὸ μὴ ἀνήκειν τῷ τέλει τοῦ λόγου (κίνησιν γὰρ παρεμφαίνει, εἰ ὁ λόγος εἰς βραχὺ λήγει) γίνεται κολοβὸς καὶ ἐλλιπής. [a 19] ἀλλὰ δεῖ τὸν λόγον ἀποκόπτεσθαι ἤτοι ἠρεμεῖν καὶ ἵστασθαι καὶ βεβηκέναι καὶ τέλος λαμ βάνειν δῆλον οὐ διὰ τὸν γράφοντα, ἤτοι οὐ διὰ τὸ στίξαι τὸν γραφέα ἄχρι τοῦδε φαίνεται ὡς ἔλαβεν ὁ λόγος τέλος, οὐδὲ διὰ τὴν παραγραφὴν ἤτοι παραγράψαι στιγμήν, ἀλλὰ διὰ τὸν ῥυθμόν· λαμβάνει γὰρ τέλος δῆλον ἀπὸ τοῦ ῥυθμοῦ, ὅταν καταλήγῃ καὶ τελευτᾷ ὁ λόγος εἰς μακρόν, ὡς ἐπὶ τοῦ μετὰ δὲ γᾶν ὕδατα καταλήγει ὁ λόγος καὶ ἔλαβε τέλος εἰς τὸ νύξ, ὅπερ ἐστὶ μακρόν. [a 22] καὶ τίνες ῥυθμοὶ ποιοῦσι τὸν λόγον εὔρυθμον, οἱ τροχαϊκοὶ καὶ οἱ δακτυλικοί.