Ancient Greek · ~77 min
Edition urn:cts:greekLit:tlg4026.tlg001.1st1K-grc1, Chapter 3
Anonymi in Aristotelis Artem Rhetoricam, In Aristotelis artem rhetoricam commentarium 1.3.9.1
Not analysed yet
Περὶ λέξεως. Τὴν δὲ λέξιν ἀνάγκη εἶναι εἰρομένην, εἶτα διὰ τοῦ καὶ τῷ συνδέσμῳ μίαν ἐφερμηνεύει, τίς ἐστιν ἡ εἰρομένη, καί φησιν, ὅτι εἰρο μένη ἐστίν, ἥτις ἐστὶ μία τῷ συνδέσμῳ· κἂν γὰρ πολλὰς ὑποθέσεις ἀφη γῆται, ἀλλ’ οὖν, καθ’ ὃ ἡ λέξις εἴρεται καὶ συμπλέκεται τῷ συνδέσμῳ, δοκεῖ τε καὶ ἡ λέξις μία τῷ συνδέσμῳ, κἂν πολλαί εἰσι, καὶ αἱ ὑποθέσεις αἱ πολλαὶ ὡς μία τῷ συνδέσμῳ ὑπόθεσις δοκεῖ. [a 25] ἀναβολαὶ λέγονται αἱ διὰ μακροῦ ἀποδόσεις, οἷον ἔμελλεν ἅρα πολλὰς ἡμῖν ὑπο θέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος· τὸ καὶ γὰρ ἐφιλοτι μεῖτο τοῖς ἑαυτοῦ λόγοις τοῦτο ἄλλη ὑπόθεσις παρὰ τὸ ἔμελλεν ἅρα πολλάς, ἀλλ’ ὁ γάρ σύνδεσμος καὶ ὁ καί παρεμπεσόντες συνέπλεξαν ταύτην τῇ ἑτέρᾳ καὶ δοκεῖ μία ὑπόθεσις τῷ συνδέσμῳ. εἰ δὲ εἶπον οὕτως ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις, ἀσυνδέτως εἶπον πολλὰς ὑποθέσεις. ὥστε εἰρομένη ἐστὶ λέξις ἡ μία μὲν τῷ συνδέσμῳ, ὑποθέσεις δὲ πολλὰς ἔχουσα, δοκοῦσαι δὲ πᾶσαι τῷ συνδέσμῳ καὶ ἔχουσαι καὶ πᾶσαι μίαν ἀπόδοσιν τὸ ἑαυτὸν νῦν ἡμῖν προθήσειν ὑπόθεσιν. [a 26] κατεστραμμένη ἡ συνεπτυγ μένη λέξις λέγεται ἡ ἄνευ συνδέσμων ἤτοι ἡ γοργός, ἡ σύντομος, ἡ ἐγγὺς ἑαυτῆς στρεφομένη, ἡ τὴν ἀπόδοσιν ἑαυτῆς ἔχουσα, οἷον ἐγὼ ἀπελθὼν ἐλυτρωσάμην αὐτόν, ἐγγὺς ἡ ἀπόδοσις· οἱ γὰρ σύνδεσμοι πλειόνων ὑποθέσεων εἰσιν ἐφελκυστικοί. ἀντίστροφα λέγονται τὰ ἰσόστροφα, ἃ περὶ τὰ αὐτὰ στρέφονται· περὶ τὰ αὐτὰ στρέφονται, διότι εἰσὶ σύντομα καὶ ἐγγὺς τὰς ἀποδόσεις ἔχουσιν, οἷον Χριστὸς γεννᾶται· δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. [a 27] Ἡροδότου Θουρίου ἥδ’ ἱστορίης ἀπόδειξις. ἐλλιπές ἐστι τὸ τοιοῦτον· τὴν γὰρ ἀπόδοσιν ἔχει διὰ μακροῦ ἀποδοθεῖσαν καὶ ἀποταθεῖσαν. οἱ Ἁλικαρνασεῖς ἄποικοι τῶν Θουρίων. ἥδε ἡ ἀπό ἐστι τῆς ἱστορίας τοῦ Ἡροδότου. [a 26] στροφή, ἀντιστροφὴ καὶ ἐπῳδή. ἀντίστροφα λέγονται τὰ μικρά. [a 27] εἰρομένη δὲ λέξις ἐστὶν ἡ μὴ ἔχουσα τὸ τέλος καὶ τὴν ἀπόδοσιν καθ’ ἑαυτὴν ἤτοι ἐγγὺς ἑαυτῆς καὶ συντόμως ἀποδιδόμενον, ἀλλὰ διὰ μακροῦ ἀποδιδόμενον, ἤτοι ἡ μακρὰ καὶ μετὰ πολλὰ τὴν ἀπόδοσιν ἔχουσα. εἰ μὴ γὰρ καὶ τὸ πρᾶγμα καὶ ἡ διάνοια τελειωθῇ, οὐκ ἀποδίδοται, κἂν δεκαπέντε κῶλα εἴπῃς. [a 31] ἔστι δὲ ἀηδὴς διὰ τὸ ἄπειρον ἤτοι διὰ τὸ μετὰ [τὰ] πολλὰ καὶ διὰ μακροῦ τὴν ἀπόδοσιν ἔχειν· ἕκαστος γὰρ τοῦ τέλους καὶ τῆς ἀποδόσεως ἐφίεται, διὰ δὲ τὸ μὴ συντόμως ἀποδίδοσθαι τὴν ἀπόδοσιν ἀηδιζόμεθα· ἀεὶ γὰρ ὀρεγόμεθα τοῦ τέλους καὶ τῆς ἀποδόσεως ἀκοῦσαι. διὸ καὶ οἱ δρομεῖς πόρρω ὄντες τοῦ τέλους οὐ κάμνουσιν, ἡνίκα δὲ πλησιά σουσι τῷ τέλει, εὐθὺς κάμνουσι διὰ τὸ ἐφίεσθαι συντόμως τὸ τέλος κατα ὅτε καὶ ἑαυτοὺς μᾶλλον ἐπιτείνουσι διὰ τὴν τοῦ τέλους ἔφεσιν. οὐ κάμνουσι πρότερον ἤτοι πόρρω ὄντες τοῦ τέλους. [a 34] κατε στραμμένη δὲ λέξις ἐστὶν ἡ ἐν περιόδοις θεωρουμένη ἤτοι ἡ γοργὸς καὶ συνεπτυγμένη. περίοδος δέ ἐστι λέξις ἔχουσα ἀρχὴν καὶ τελευτὴν ἤτοι ἀπόδοσιν αὐτὴν καθ’ αὑτὴν ἤτοι εὐπεριόριστον καὶ ἐγγὺς τῆς ἀρχῆς καὶ τέλος ἔχουσαν καὶ μέγεθος εὐσύνοπτον ἤτοι σύντομον ἤτοι μὴ ὃν ἐπὶ μακρὸν ἀποτεταμένον· ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην κατασκευάζων τοῦτο ἡ ἀρχή, οὗτος ἐχθρὸς ἐμοί, κἂν μήπω βάλλ’ τοῦτο ἡ ἀπόδοσις· ὥστε ἐγγὺς τῆς ἀρχῆς ἀπεδόθη καὶ ἡ ἀπόδοσις. [b 1] ἡ τοιαύτη δὲ λέξις ἡ σύντομον ἔχουσα καὶ τὴν ἀρχὴν καὶ τὴν ἀπόδοσιν ἐγγὺς ἤτοι ἡ κατεστραμμένη ἐστὶ καὶ ἡδεῖα καὶ εὐμαθὴς ἤτοι εὐδιάγνωστος καὶ σαφὴς διὰ τὸ σύντομον διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ ἤτοι τῇ εἰρομένῃ λέξει τῇ διὰ μακροῦ ἐχούσῃ τὴν ἀπόδοσιν· καὶ ὅτι ὁ ἀκροατὴς ἀεί ἔχει ἤτοι νοεῖ, καὶ διὰ τοῦτό ἐστι καὶ ἡδεῖα σύντομον γὰρ ἔχει τὴν ἀπόδοσιν· μυρία γὰρ ἐὰν εἴπῃς, οὔπω συνίησι, πρὸς τί ταῦτα συντείνουσιν, εἰ μὴ τὴν ἀπόδοσιν ἐπάξεις. [b 3] καὶ πεπεράνθαι τι αὑτῷ ἤτοι ἐνόησέ τι ὁ ἀκροατής. ἀηδὴς δέ ἐστιν ἡ εἰρομένη λέξις διὰ τὸ μηδὲν προνοεῖν ἢ ἀνύειν, ἤτοι διὰ τὸ μηδὲν δύνασθαι νοῆσαι εὐθύς, ἡνίκα ἄρξεται λέγειν ὁ ῥήτωρ, πολλῶν ῥηθέντων, εἰ μὴ ἡ ἀπόδοσις ἀποδοθῇ, ἐπὶ τῆς κατεστραμμένης συνίησί τι ὁ ἀκροατὴς διὰ τὸ ἐγγὺς εἶναι τὴν ἀπόδοσιν. . εὐμαθὴς δέ ἐστιν ἡ κατεστραμμένη λέξις, διότι ἐστὶν εὐμνη μόνευτος. [b 5] τοῦτο δὲ τὸ εἶναι εὐμνημόνευτον ἔχει, διότι ἔχει ἀρι θμὸν βραχύτατον· μετρεῖται γὰρ τὸ κῶλον πέντε ἢ ἐξ ἢ ὀκτὼ συλλαβαῖς. αὕτη δὲ ἡ κατεστραμμένη λέξις καὶ περίοδός ἐστι καὶ ἐν περιόδοις θεωρεῖ ται· ἔχει γοῦν ἡ τοιαύτη λέξις ἀριθμὸν τὸ μέτρον ἐκεῖνο, ὃ πάντων ἐστὶν εὐνημονευτότατον ἤτοι τὸ βραχύτατον μέτρον· τὰ γὰρ βραχέα καὶ ὧν τὸ κῶλον ἔχει ἕξ ἢ ἑπτὰ συλλαβὰς εὐμνημόνευτα μᾶλλον τῶν χύδην ἤτοι τῶν πεζῶν λόγων· ἡ γοῦν κατεστραμμένη λέξις ἀριθμὸν ἔχει, ἐν ᾧ μετρεῖται. καὶ οὐκ ἔστιν ἄπειρος ὡς ἡ εἰρομένη. [b 8] δεῖ δὲ τὴν περίοδον ἀπαρτίζειν διάνοιαν τελείαν, οἷά εἰσι καὶ τὰ τοῦ Σοφοκλέους ἰαμβεῖα· καὶ τὰ τοιαῦτα γὰρ περιοδικά εἰσι καὶ ἐν δυσὶ κώλοις ἢ ἑνὶ κώλῳ διάνοιαν ἀπαρτίζουσιν, ὡς τὸ ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε πεῖράν τιν’ ἐχθρῶν ἁρπάσαι πειρώμενον. τὰ δὲ τοῦ Εὐριπίδου ἰαμβεῖα εἰρομένην λέξιν ἔχουσι· μακρὰς γὰρ τὰς ἀποδόσεις ἔχουσιν, ὡς τὸ ἥκω νεκρῶν κευθμῶνα. ἡ ὅλη γοῦν περίοδος ὀφείλει ἀπαρτίζειν διάνοιαν καὶ τὸ ὅλον κῶλον, μὴ μέντοι γε δὲ διακόπτεσθαι ταῖς στιγμαῖς, οἷά εἰσι τὰ κατὰ σύνθεσιν καὶ διαίρεσιν· καὶ ἐνταῦθα μὲν διαστίξαντες ἄλλην διάνοιαν ἀπαρτίσομεν, ἐνταῦθα δὲ διαστίξαντες ἄλλην, οἷόν ἐστι τὸ γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ, καὶ οἷόν ἐστι καὶ τὸ Καλυδὼν μὲν δὲ γαῖα Πελοπίας χθονός· εἰ μὲν γὰρ στίξομεν εἰς τὸ ἥδε, νοεῖται, ὅτι αὕτη ἡ Καλυδών ἐστι γῆ, καὶ μέρος τῆς Πελοποννήσου, εἰ δὲ στίξομεν εἰς τὸ μέν, νοεῖται, ὅτι δὲ ἡ γῆ τῆς Πελοποννήσου ἐστὶ Καλυδών, καὶ νοεῖται ἡ μὲν Καλυδὼν ὅλον, ἡ δὲ Πελοπόννησος μέρος τῆς Καλυδῶνος, ὡς τὰ ὅλα ὀνομάζεσθαι Καλυ δών. [b 11] καὶ γὰρ ἐν τῷ διαιρεῖσθαι καὶ διακόπτεσθαι τὸ περιοδικὸν κῶλον ταῖς τοιαῖσδε ἢ ταῖς τοιαῖσδε στίξεσιν ἔστιν ὑπολαβεῖν τὸ ἐναντίον, ἤτοι ἄλλην διάνοιαν ἀπαρτίζει καὶ ἄλλην, ἀμφότεραι δὲ διάνοιαι αἱ ὑποσημαινόμεναι ταῖς τοιαῖσδε ἢ ταῖς τοιαῖσδε διαστίξεσίν εἰσιν ἐναντίαι· ὅπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ εἰρημένου κώλου, τὸ Καλυδὼν ἥδε γαῖα· ἐναντίας γὰρ παρεμφαίνει διανοίας ἡ ἄλλη καὶ ἄλλη διάστιξις, τὸ δὲ τοιοῦτον ἀσάφειαν μᾶλλον ποιεῖ· ὥστε τὸ κῶλον τὸ περιοδικόν, ὅπερ θεω ρεῖται ἐν ταῖς κατεστραμμέναις λέξεσιν, οὐκ ὀφείλει εἶναι τοιοῦτον ὡς δύνασθαι διακόπτεσθαι ταῖς διαστίξεσιν, ἵν’, εἰ μὲν τοιώσδε στίξομεν, ἄλλην ἀπαρτίζῃ διάνοιαν, εἰ δὲ τοιῶσδε, ἄλλην, ἀλλὰ δεῖ εἶναι ἀδιάκοπον καὶ μὴ δυνάμενον διαιρεῖσθαι, ὥστε τὴν αὐτὴν καὶ μίαν ἀπαρτίζειν διά νοιαν τὸ περιοδικὸν κῶλον. [b 13] ἡ δὲ περίοδός ἐστι διττή, ἡ μὲν θεωρουμένη ἐν δυσὶ κώλοις, ὡς τὸ μὲν ἐν κῶλον εἶναι ἀρχήν, τὸ δὲ ἕτερον ἀπόδοσιν, οἷόν ἐστιν ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ κατασκευάζων, τοῦτο ἕν κῶλον καὶ ἀρχή, εἶτα τὸ ἕτερον κῶλον, ὅπερ ἐστὶν ἡ ἀπόδοσις, οὗτός ἐστιν ὁ πολεμῶν, κἂν μήπω βάλλῃ μηδὲ τοξεύη· ἡ δ’ ἑτέρα περίοδος ἡ μονόκωλος ἤτοι ἡ ἐν ἑνὶ κώλῳ τὴν διά νοιαν ἀπαρτίζουσά ἐστιν ἀφελὴς ἤτοι ἁπλουστέρα. [b 13] ἔστι δὲ ἐν τοῖς κώλοις τοῖς δυσὶ τῆς περιόδου λέξις ἡ τετελειωμένη ἤτοι ἡ ἀπαρ τίζουσα καὶ τελειοῦσα διάνοιαν καὶ διῃρμένη ἤτοι σύντομος καὶ μὴ ἔχουσα τὸ κῶλον ἐκτεταμένον καὶ διῆκον ἐπὶ πολὺ καὶ εὐανάπνευστος· ἐπεὶ γὰρ μικρόν ἐστι τὸ κῶλον, δηλονότι καὶ εὐανάπνευστόν ἐστι διὰ τὴν βραχύτητα καὶ οὐ διὰ τὴν διαίρεσιν· ὅταν γὰρ ἦ μακρὸν τὸ κῶλον, ὡς τὸ ἔμελλεν ἄρα, διὰ τὸ μὴ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος ἄχρι τοῦ τέλους τοῦ κώλου διαιρεῖ τὸ κῶλον καὶ ἐν τῷ μεταξὺ ὑποστίζει καὶ ἀναπνεῖ. [b 16] ἀλλ’ ὅλη ἡ λέξις ἤτοι ὅλον τὸ κῶλον διὰ τὴν μικρότητά ἐστιν εὐανάπνευστον διὰ τὸ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώ σκοντος εἰς τὸ ἀπνευστὶ διελθεῖν τὸ κῶλον, οἷόν ἐστιν ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην. διῃρημένη· ἀπαρτίζει γὰρ μίαν διάνοιαν καὶ ἐν κῶλον, ὡς τὸ οἶς ἂν ἐγὼ ληφθείην, εἶτα λέγει καὶ τὴν ἀπόδοσιν, οὗτος ἐμοὶ πο λεμεῖ, καὶ ἔχει καὶ ἡ ἀπόδοσις ἑτέραν διάνοιαν· ὥστε διήρηται ἡ ἀπό δοσις τῆς ἀρχῆς. ἢ τὸ διῃρημένον ἤτοι βραχεῖα καὶ οὐχὶ ἀπέραντον καὶ μακρὸν ἔχει τὸ κῶλον, ὡς μὴ ἐξαρκεῖν τὸ πνεῦμα τοῦ ἀναγινώσκοντος ἄχρι τοῦ τέλους τοῦ κώλου. [b 16] κῶλον δέ ἐστι τὸ ἐν μόριον αὐτῆς· δυσὶ γὰρ κώλοις περατοῦται ἡ περίοδος. [b 10] Καλυδὼν μὲν ἥδε γαῖα. τοῦ Εὐριπίδου ἐστί· κεῖται δὲ ἐν τῷ Μελεάγρῳ ἐν ἀντιπόρθμοις πάντ’ ἔχουσιν εὐδαιμονίαν· Οἰνεὺς δ’ ἀνάσσει τῆσδε γῆς Αἰτωλίας, Πορθάονος παῖς, ὅς ποτ’ Ἀλθαίαν γαμεῖ, Ἀήδης ὅμαιμον, Θεστίου δὲ παρθένον. ἢ ἢ τὸ [b 15] μὴ ἐν διαιρέσει νοεῖται οὕ τως, ὥστε ἀναπνεῖν καὶ μὴ πληρουμένης τῆς διανοίας διὰ τὸ διαιρῆσαι τὸ κῶλον μεταξύ. [b 18] μυούρους ἤτοι πάνυ μικρούς, οἷον εἴ εἰσι τρισύλλαβοι ἢ τετρασύλλαβοι. τὸ μὲν γὰρ μικρὸν πάνυ ποιεῖ τὸν ἀκροατὴν πολλάκις προσ πταίειν καὶ προσκρούειν· ἡ γὰρ τάσις τῆς φωνῆς τοῦ λέγοντος ἔχουσα ἔτι ὁρμὴν ἀνακόπτεται καὶ ἀναχαιτίζεται καὶ ἵσταται καὶ ἠρεμεῖ καὶ πάλιν ὁρμήσασα ἀνακόπτεται καὶ ἠρεμεῖ διὰ βραχυκωλίαν· ὅταν γὰρ ὁ ῥήτωρ ἔχων τάσιν ἐν τῷ ἀναγινώσκειν ὁρμῶν ἐπὶ τὸ πόρρω ἔτι καὶ τὸ μέτρον διὰ τὸ προσδοκᾶν εἶναι τὸ κῶλον σχοινοτενὲς ἀντισπασθῇ καὶ ἀντικρουσθῇ ἀπὸ τῆς πρόσω ὁρμῆς παυσαμένου τοῦ ὅρου, οὖ ἔχει τὸ κῶλον ἐν ἑαυτῷ, ἀνάγκη προσπταίειν διὰ τὴν ἀνάκρουσιν καὶ ἀναχαί τισιν τῆς τάσεως τῆς φωνῆς τὸν ἀναγινώσκοντα ῥήτορα, οἷά εἰσι τὰ τοιαῦτα κῶλα προσέβαλεν ὁ ἀνήρ· συνεκροτήθη ὁ πόλεμος. [b 22] εἰ δὲ μακρά εἰσι τὰ κῶλα καὶ σχοινοτενῆ, ποιεῖ τὸν ῥήτορα τὸν ἀναγι νώσκοντα ἀπολείπεσθαι τῆς ἀποδόσεως καὶ στίζειν καὶ ἀναπνεῖν καὶ ταῦτα τῆς ἀποδόσεως μήπω ἀποδοθείσης, οἷον λέγω ἔμελλεν ἄρα πολ λὰς ἡμῖν ὑποθέσεις τῶν λόγων ἀεὶ προτιθεὶς ὁ μέγας Βασίλειος· καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἑαυτοῦ λόγοις ὡς οὔπω τις τῶν πάντων οὐδείς, διὰ τὴν μακροκωλίαν οἴεται εἰς τὸ οὐδείς ἀποδίδοσθαι τὸν λόγον καὶ διὰ τοῦτο στίζει καὶ ἠρεμεῖ ἐν αὐτῷ κἀντεῦθεν τῆς κυρίας ἀποδόσεως ἀπο λείπεται, ὥσπερ καὶ ὁ κάμπτων ἔξω τοῦ τέρματος ἀπολείπει τοὺς συντρέχοντας αὐτῷ, ἅτε ἄλλην βαδίζων ὁδόν. μονόκωλος δὲ περίοδός ἐστιν αὕτη ἐπ’ οὐδενὸς οὖν τῶν ἁπάντων οὐκ ἔστιν ἐφ’ ὅτῳ οὐχὶ τῶν ἁπάντων. [b 25] αἱ δὲ περίοδοι αἱ μακραί, οἶον ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην ταῦτα πράττων καὶ πολέμους ἀνεγείρων καὶ συκοφάντας συνιστῶν, ἡ τοιαύτη οὖν σχοινοτενὴς περίοδός ἐστι λόγος καὶ ἔοικεν ἀναβολῇ ἤτοι τῇ διὰ μακροῦ ἀποδόσει. [b 27] ποιήσαντα ἤτοι ποιητικῶς ποιήσαντα ἀναβολὰς ἤτοι διὰ μακροῦ ἀποδόσεις ἀντὶ τῶν ἀντιστρόφων ἤτοι τῶν μικρῶν καὶ συνεστραμμένων περιόδων. ἀντίστροφα λέγονται τὰ δύο κῶλα τῆς περιόδου, διότι στρέφονται περὶ τὰ ἴσα· καὶ τὸ κῶλον γὰρ τῆς ἀρχῆς καὶ τὸ κῶλον τῆς ἀποδόσεως ἄμφω εἰσὶ μικρά. [b 29] ἡ δὲ μακρὰ ἀναβολὴ ἤτοι ἡ διὰ μακροῦ ἀπόδοσις κακία ἐστὶ τοῦ ποιήσαντος αὐτήν, ἤτοι κακίζεται δὲ ὁ ποιήσας μακρὰν ἀπόδοσιν. εὗρον καὶ σχόλιον οὕτως ἑρμηνεῦον αὐτήν· ἡ δὲ μακρὰ ἀναβολὴ ἤτοι ἡ δὲ κακὴ βουλὴ τῷ ποιήσαντι καὶ τῷ βουληθέντι ἐστὶ κακίστη. [b 30] ἁρμόττει γοῦν τὸ τοιοῦτον ἤτοι τὸ προσπταίειν τὸν λέγοντα ἤτοι τὸν ἀκροατὴν καὶ εἰς τὴν μακροκωλίαν· φθάνουσι γὰρ πρὸ τῆς ἀποδόσεως στίζοντες οἰόμενοι ἐνταῦθα εἶναι καὶ τὴν ἀπόδοσιν, ἔνθα καὶ στίζουσιν· αἱ γὰρ λίαν μικραὶ περίοδοι ποιοῦσι τὸν ἀκροατὴν προπετῆ ἤτοι προσπίπτοντα καὶ προσκρούοντα· καὶ γὰρ ὁ ἀκροατὴς ἔχων τὸν νοῦν τεταμένον ἔτι πόρρω διὰ τὸ οἴεσθαι ἐπὶ πλέον τὴν ἔννοιαν τείνεσθαι ἀναχαιτίζεται τῆς πορρωκοὺς τέρω νοήσεως διὰ τὸ ἄγαν βραχύκωλον τῆς περιόδου. [b 33] διηρημένη δὲ λέξις ἐστὶν ἐν ταῖς περιόδοις, ὅταν ἡ ἐν τῷ ἑνὶ κώλῳ λέξις ἄλλην ἀπαρ τίζῃ διάνοιαν καὶ ἡ ἐν τῷ ἑτέρῳ κώλῳ λέξις ἄλλην· καὶ γὰρ τὸ γυμνι ἀγῶνας καταστησάντων ἄλλην ἀπαρτίζει διάνοιαν. [b 35] ἀντι κειμένη δὲ λέξις ἐστίν, ὅταν τῶν δύο κώλων ἐναντίων ὄντων πρὸς ἄλληλα ἢ μία ἀπόδοσις ἀποδίδοται ἢ ἑκάστῳ κώλῳ ἤτοι κατάλληλος ἑκάστῳ κώλῳ σύγκειται ἤτοι ἀποδίδοται ἀπόδοσις. τὸ ἐπέζευκται ἀντὶ τοῦ ἀπο [1410a 1] οἶον ἀμφοτέρους ὤνησαν οἱ πρὸς βαρβάρους στρατευσάμενοι, τούς τε μείναντας καὶ καταλειφθέντας οἴκοι καὶ τοὺς ἀκολουθήσαντας αὐτοῖς· ἰδοὺ δύο κῶλα ἔχοντα ἐναντία τό τε κατα λειφθῆναι καὶ τὸ ἀκολουθῆσαι, ἑκάστῳ δὲ κώλῳ οἰκεία καὶ κατάλληλος ἀπεδόθη ἀπόδοσις· [a 2] τοῖς μὲν γὰρ ἤτοι τοῖς ἀκολουθήσασι προσε γένετο τὸ προσκτήσασθαι οἴκοι πλείω ὡς ἐκ τοῦ πολέμου πολλὰ κερδή σασι, τοῖς δὲ ἤτοι τοῖς ἀπομείνασι κατέλιπον τὴν οἴκοι ἔξοδον γενομένην ἀνενδεῆ καὶ αὐτάρκη ἤτοι καὶ τοῖς ἀπομείνασι κατέλιπον εἰς διοίκησιν πολλά, καὶ ἀποδόσεις ἤτοι τὸ πλεῖον καὶ ἀνενδεὲς καὶ ἱκανὸν ἐναντία εἰσίν εἰ τῷ ἐναντίῳ δὲ κώλῳ ἀπεδόθη τὸ ἐναντίον, καὶ τῷ ἐναντίῳ δὲ κώλῳ ἀποδοθήσεται τὸ ἐναντίον. πάλιν ἄλλο παράδειγμα· [a 5] καὶ τοῖς χρημάτων δεομένοις, ἐν κῶλον, καὶ τοῖς ἀπολαῦσαι βουλομένοις, ἕτερον κῶλον ἐναντίον τῷ προτέρῳ κώλῳ· ἡ γὰρ ἀπόλαυσις τῇ κτήσει ἀντίκειται· τούτοις τοῖς δυσὶ κώλοις ἀπεδόθη ἀπόδοσις. ἄλλο παράδειγμα· [a 6] πολλάκις συμβαίνει ἐν ταῖς πόλεσι ταύταις τοὺς φρονίμους ἀτυχεῖν, ἕν κῶλον, καὶ τοὺς ἄφρονας κατόρθουν ἤτοι εὐτυχεῖν, ἄλλο κῶλον ἐναντίον· ἐναντία γὰρ τὸ εὐτυχεῖν καὶ ἀτυχεῖν· τούτοις ἀπεδόθη μία ἀπόδοσις. ἄλλο παράδειγμα· [a 8] εὐθὺς ἠξιώ θησαν τῶν ἀριστείων ἤτοι βραβείων, οὐ πολὺ δὲ ὕστερον καὶ τὴν ἀρχὴν τῆς θαλάσσης ἔλαβον ἐναντία ταῦτα τὰ ἦ μὲν γὰρ ἠξιώ θησαν δωρεῶν. φαίνονται ὅτι ἐνδεεῖς ἧσαν, ἦ δὲ ἐξουσίαν τῆς θαλάσσης ἔλαβον, εἰσὶν ἀνενδεεῖς. ἄλλο [a 10]καὶ πλεύσας μὲν ὁ Ξέρξης διὰ τῆς πείρου, πεζεύσας δὲ διὰ τῆς θαλάσσης· ἐναντίον τὸ πεζεῦσαι τῷ πλεῦσαι· ἀπόδοσις πρὸς μὲν τὸ πεζεῦσαι τὸ ζεῦξαι τὸν Ἑλλήσποντον, πρὸς δὲ τὸ πλεῦσαι τὸ διορύξαι τὸν Ἄθῶν, ἐναντία δὲ τὸ διορύττειν καὶ τὸ ζευγνύειν. ἄλλο· [a 12] καὶ οἱ μὲν πολῖται ἐστερήθησαν καὶ ἐξωρίσθησαν τῆς πόλεως νόμῳ καὶ ψήφῳ τυραννικῇ. [a 13] οἱ μὲν γὰρ τῶν πολιτῶν κακῶς ἀπώλοντο, οἱ δὲ αἰσχρῶς ἐσώθησαν ἤτοι ἔφυγον. ἔτι δὲ κοινῆς τῆς πατρίδος οὔσης τοὺς μὲν τυραννεῖν τοὺς δὲ μετοικεῖν καὶ φύσει πολίτας ὄντας. ὁρῶσα δὲ περὶ τὰς ἄλλας πράξεις οὕτω ταραχώδεις οὔσας τὰς τύχας, ὥστε πολλάκις ἐν ταύταις. καὶ πρὸς ἅπαντας τοὺς κινδύνους διενεγκόντες εὐθὺς μὲν τῶν ἀριστείων ἠξιώθησαν· τοῦ Παναθηναϊκοῦ τοῦ Ἰσοκράτους ἑπόμενον· λείπει δέ, ὅτι πρὸς εἰδότας, ὅτι τὰς μὲν τῶν σωμάτων εὐτυχίας οὕτω μεγάλων δωρεῶν ἠξίωσαν, τοῖς δὲ ὑπὲρ τῶν κοινῶν ἰδίᾳ πονήσασι καὶ τὰς αὑτῶν ψυχὰς οὕτω παρασκευάσασιν, ὥστε καὶ τοὺς ἄλλους ὠφελεῖν δύνασθαι τούτους, τοῖς μὲν πλείω ἐπόρισαν, τοῖς δὲ ἀσφα λῶς ἔχειν τὰ προσόντα δεδώκασιν. ἄλλο· [a 14] καὶ ἰδίᾳ μὲν τοῖς βαρβάροις χρῆσθαι ἱκέταις, κοινῇ δὲ πολλοὺς τῶν συμμάχων περιορᾶν δουλεύοντας. ἄτοπον γάρ φησιν· ἰδίᾳ μὲν ἱκετεύουσι τοῖς βαρβάροις ὑπείκομεν, κοινῇ δὲ τοὺς συμμάχους περιορῶμεν καὶ μὴ βοη θοῦμεν αὐτοῖς. ἐνταῦθα ἐναντίον τὸ δέχεσθαι τοὺς ἱκέτας καὶ τὸ περιορᾶν. πάλιν ἄλλο· [a 16] οὕτως ἐστράτευσαν εἰς τοὺς πολεμίους, ὥστε ἢ ζῶντας αἰχμαλώτους ἄξειν αὐτοὺς ἢ σφάξαι καὶ καταλεῖψαι τελευτή σαντας. [a 17] ὁ Πειθόλαος καὶ ὁ Λυκόφρων ῥήτορες. οὗτοι δὲ οἱ τῆς πατρίδος προδόται οἴκοι μὲν ὄντες καὶ ἐν τῇ πατρίδι ἐπώλουν ἡμᾶς, ἐλθόντες δὲ εἰς ἡμᾶς ἐώνηνται καὶ ἠγοράσθησαν παρ’ ἡμῶν κρατηθέντες παρὰ τῶν πολεμίων· ἢ καὶ οὕτως οἴκοι μὲν καθήμενοι οἱ ῥήτορες πωλοῦσιν ἡμᾶς, ἐλθόντες δὲ εἰς ἡμᾶς ἐώνηνται παρ’ ἡμῶν· διδόα μεν γὰρ αὐτοῖς χρήματα καὶ ἀγοράζομεν αὐτούς, ἵνα μὴ εἴπωσι τὰ λυσι τελοῦντα τῇ πόλει. [a 19] ἅπαντα γὰρ ταῦτα τὰ ῥηθέντα παρα δείγματα ποιοῦσι τὸ εἰρημένον ἤτοι τὸ τοῖς ἐναντίοις κώλοις ἀποδίδοσθαι ἑκάστῳ κώλῳ καὶ ἀπόδοσιν κατάλληλον, ἵνα ᾖ, εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἡ τοιαύτη δὲ λέξις ἡ ἀντικειμένη ἤτοι ἡ ἔχουσα ἐν τοῖς διττοῖς κώλοις τὰ ἀντικείμενά ἐστιν ἡμῖν ἡδεῖα, διότι τὰ ἐναντία παράλληλα κείμενα γνωριμώτερα μᾶλλον γίνεται καὶ ὅτι ἔοικε συλλογισμῷ· εἰ γὰρ τῷ ἐναντίῳ ἐστὶ τὸ ἐναντίον ἀπόδοσις, συλλογίζεται ὁ ἀκροατής, καὶ τὸ ἐναντίον ἔσται ἀπόδοσις τοῦ ἑτέρου κώλου τοῦ ἐναντίου. [a 22] ἐπεὶ καὶ ὁ ἔλεγχος συναγωγή ἐστι τῶν ἀντικειμένων ὁ γὰρ κυρίως ἐλέγχων λαμβάνει τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ δειχθέντι καὶ συναχθέντι συμπεράσματι, εἶτα ἐξ αὐτοῦ συνάγει ἄτοπόν τι καὶ ἐκ τοῦ δειχθῆναι ἄτοπόν τι ἐκ τῆς ὑποτεθείσης ὑποθέσεως βεβαιοῖ τὸ συντεθὲν συμπέρασμα ἐξ ἀρχῆς, ὅπερ ἐστὶν ἡ εἰς ἀδύνατον ἀπαγωγή. [a 22] ἀντί θεσις μέν ἐστι τὸ τοιοῦτον ἤτοι τὸ λαμβάνειν τὰ ἀντικείμενα ἐν τοῖς κώλοις καὶ ἐν ταῖς ἀποδόσεσι. παρίσωσίς ἐστιν, ὅταν τὰ κῶλα ἴσας ἔχωσι συλλαβάς. παρομοίωσις δέ ἐστι τὰ ὁμοιοτέλευτα, τὰ τὴν αὐτὴν ἔχοντα τελευτὴν κῶλα, ἤτοι ὅταν ἑκάτερον τῶν κώλων ἔχωσι τὰ ἔσχατα ὅμοια (ὅμοια δὲ κατὰ τὸν ψόφον τῆς φωνῆς)· καὶ ἀεὶ μὲν τὰ πάρισα ἔχουσι †τὰ πάρισα τὴν αὐτὴν ἀρχὴν κατὰ τὸν ψόφον τῆς φωνῆς καὶ τὰ αὐτὰ ὀνόματα ἔχουσι κατὰ τὸν ψόφον τῆς φωνῆς τὰ πάρισα. [a 25] ἀνάγκη ἢ ἐπὶ τῆς ἀρχῆς ἔχειν τὰ αὐτὰ ὀνόματα τὰ πάρισα ἢ ἐπὶ τῆς τελευτῆς. ἡ δὲ τελευτὴ τῶν παρίσων κώλων ἢ τὰς αὐτὰς ἔχουσι συλλαβὰς τὰς ἐσχάτας ἢ τὴν αὐτὴν πτῶσιν τοῦ ὀνόματος τοῦ αὐτοῦ, οἷον καὶ τὰ κῶλα τὰ δύο τελευτῶσιν εἰς τὸ αὐτὸ ὄνομα, ἤτοι ἢ εἰς θηλυκὸν ὄνομα ἢ εἰς ἀρσενικόν, καὶ εἰς τὴν αὐτὴν πτῶσιν, εἰς δοτικὴν καὶ δοτικὴν ἢ εἰς γενικὴν καὶ γενικήν, ἢ τὸ αὐτὸ ὄνομα, ἤτοι καὶ τὰ τέλη τῶν δύο κώλων θηλυκοῦ ὀνόματός εἰσιν ἢ ἀρσενικοῦ (τὸ αὐτὸ δὲ ὄνομα κατὰ τὸν ψόφον). [a 28] ἀγρὸν ἔλαβε, †τὸ κῶλον, ἀργὸν παρ’ αὐτοῦ. πάρισα τὰ κῶλα ἔχοντα ἐν τῇ ἀρχῇ τὸ αὐτὸ ὄνομα ἤτοι ἀγρόν καὶ ἀργόν, τὸ αὐτὸ δὲ κατὰ τὸν ψόφον ἐστὶν ὄνομα τὸ ἀγρόν καὶ ἀργόν· ἐκ τοῦ Ἀριστοφάνους. [a 29] δωρητοί τ’ ἐπέλοντο παραρητοῖς ἐπέεσι. τὰ δύο ταῦτα τὰ κῶλα πάρισα ὄντα ἔχουσιν ἐν ἀρχῇ τὸ αὐτὸ ὄνομα κατὰ τὸν ψόφον, δωρητοί καὶ παραρητοῖς, καὶ ἐκεῖ ρητοί καὶ ἐνταῦθα ρητοῖς· καὶ ἔστι κατὰ τὸν ψόφον τῆς φωνῆς τὸ αὐτό· ἐν τῷ ἰῶτα δὲ τοῦ Ὁμήρου ἐστίν, ἔνθα ὁ Νέστωρ πέμπεται πρὸς τὸν Ἀχιλλέα πρέσβις. τὸ δωρητοί τοῦτο λέγει, ὅτι οἱ ἄνθρωποι ἢ ὑπὸ δώρων ἤτοι λαβόντες δῶρα ἐξίστανται τῆς παλαιᾶς ἔχθρας ἢ παραρητοί εἰσιν ἤτοι ἱκετευόμενοι καὶ παρακαλούμενοι. [a 30] ἐν τῇ τελευτῇ δὲ ταῦτα τὰ πάρισα ἔχουσι τὰς αὐτὰς συλλαβάς, τετοκέναι καὶ γεγονέναι, τὸ έναι ἐν τῇ τελευτῇ ἑκατέρου τοῦ κώλου πτῶσιν δὲ τοῦ αὐτοῦ ὀνόματος τὸ φροντίσι καὶ τὸ ἐλπίσι, θηλυκοῦ ὀνόματός ἐστι καὶ τῆς αὐτῆς πτώσεως. [a 32] ὁ δεῖνα μηδὲν ὠφελήσας πώποτε τὴν πόλιν ἀξιοῖ χαλκοῦς στῆναι (ἀνδριάντα στῆσαι χαλκοῦν αὐτοῦ) μὴ ἄξιος ὢν χαλκοῦ. τὸ αὐτὸ ὄνομά ἐστι κατὰ τὸν ψόφον τὸ χαλκοῦς καὶ τὸ χαλκοῦ. καὶ τὸ κακῶς καὶ κακῶς τὸ αὐτὸ ὄνομα. ἀπὸ συλλαβῆς δὲ τῆς αὐτῆς, οἷον τὸ δεινόν τὸ νόν καὶ τὸ ἀργόν τὸ γόν. [a 36] ἔστι δὲ εὑρεῖν κῶλα ἔχοντα πάντα ἤτοι τὸ ἔχειν κατὰ τὴν ἀρχὴν τὸ αὐτὸ ὄνομα καὶ ἔσονται καὶ ὁμοιοτέλευτα· ἤτοι τὸ αὐτὸ καὶ ἐν κῶλον ἔχον τὰ πάντα, καὶ τὸ αὐτὸ κῶλον εὑρήσεις ἔχον καὶ πάρισον καὶ ἀντίθεσιν· τὸ δ’ ἀληθὲς τοῦτό ἐστι, τὸ αὐτὸ εἶδος τῆς περιόδου ἤτοι τὴν αὐτὴν περίοδον τὴν ἐν δυσὶ κώλοις πεπεραιωμένην εὑρήσεις ἔχουσαν πάντα, ὥστε εἶναι τὰ ἐν αὐτῇ κῶλα καὶ πάρισα καὶ ἀντίθεσιν ἔχοντα καὶ ὁμοιοτέλευτα. [b 2] πρὸς τὸν Θεοδέκτην ἔγραφεν ὁ Ἀριστοτέλης Ῥητορικήν, ἐν ἡ ἀπηριθμήσατο τὰς τῶν περιόδων ἀρχάς, οἷαι ὀφείλουσιν εἶναι. ὁ Ἐπίχαρμος ποιητὴς κωμικός. [b 5] τόκα μὲν ἤτοι τότε μὲν ἐγὼ ἦν ἐν τήνων ἤτοι ἐκείνων, τόκα δὲ (τότε δέ) ἦν παρὰ τήνοις ἤτοι παρ’ ἐκείνοις· φαίνονται μὲν ταῦτα τὰ δύο κῶλα ἀντιθέσεις ἔχειν διὰ τὸ μέν καὶ δέ (εἰσὶ γὰρ οἱ σύνδεσμοι ὁ δέ καὶ ὁ μέν ἑτέρων καὶ ἑτέρων ὀνομάτων ἐφελκυστικοί), οὔκ εἰσι δὲ τῇ ἀληθείᾳ ἐναντίοι οἱ σύνδεσμοι.