Ancient Greek · ~266 min
<ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΑΣΙΣ ΕΙΣ ΤΟ Κ>
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis <ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΑΣΙΣ ΕΙΣ ΤΟ Κ>.1
Not analysed yet
Περὶ ἡδονῆς. κεφ. α΄. Μετὰ δὲ ταῦτα περὶ ἡδονῆς ἀκόλουθόν ἐστι διελθεῖν τελεώτερον· καὶ γὰρ συμπέφυκέ πὼς καὶ συνῳκειωμένη τῷ γένει ἡμῶν. διὰ τοῦτο καὶ παιδαγωγοῦντες τοὺς νέους ἄγομεν ἡδονῇ καὶ λύπῃ, διὰ μὲν τῆς λύπης ἀπάγοντες τῶν φαύλων, διὰ δὲ τῆς ἡδονῆς εἰς τὸ ἀγαθὸν προτρεπόμενοι· ὅθεν δῆλον, ὅτι φύσει ἰὴν μὲν λύπην φεύγομεν, τὴν δὲ ἡδονὴν διώκομεν. ἐπ’ εἰ δὲ περὶ τῶν ἀνθρωπίνων παθῶν καὶ πράξεων ὁ λόγος ἡμῖν, καὶ περὶ ἰῆς ἡδονῆς διαλαβεῖν εἰκὸς ἄν εἴη καὶ πρέπον τῇ πραγματείᾳ. φαίνεται δέ, ὅτι οὐ μικρὰ συλλαμβάνεται πρὸς τὴν κτῆσιν τῆς ἠθικῆς ἀρετῆς τὸ χαίρειν οἷς χαίρειν προσήχει καὶ μισεῖν ἃ δέον ἐστὶ μισεῖν. ταῦτα γὰρ συμπαρεκτείνεται τῷ ἀνθρωπίνῳ βίῳ· καὶ τοῖς μὲν χαίρομεν, τοῖς δὲ λυπούμεθα· καὶ μεγάλην ῥοπὴν ἔχει πρὸς τὴν ἀρετὴν καὶ τὸν εὐδαίμονα βίον εὖ καὶ καλῶς καὶ κατὰ τὸν ὀρθὸν γινόμενα λόγον. περὶ δὲ τῶν τοιούτων μὴ λέγειν ἥκιστα ἂν δόξειεν εἰκὸς εἶναι, ἐπεὶ μηδὲ ἁπλοῦς μηδὲ προφανὴς ὁ περὶ τῆς ἡδονῆς λόγος. ὥστε μὴ δεῖσθαι πολλῶν καὶ σπου. δαίων λόγων, ἀλλὰ οὕτω πολλήν τινα τὴν ἀμφισβήτησιν ἔχει, ὥστε οἱ μὲν αὐτὸ τὸ ἔσχατον ἀγαθὸν τὴν ἡδονὴν εἶναί φασιν, οἱ δὲ οὐδ’ ἀγαθὸν ἁπλῶς ἀλλ’ ἐξ ἐναντίας κομιδῇ φαῦλον. καὶ τῶν λεγόντων φαῦλον ἡδονὴν οἱ μὲν καὶ αὐτοὶ φρονοῦσιν οὕτως ἔχειν καὶ πεπεισμένοι εἰσὶ φαῦλον αὐτὴν εἶναι, οἱ δὲ φρονοῦσι μὲν ἀγαθόν τινα ἡδονὴν εἶναι, τοὺς ἄλλους δὲ ἐθέλουσι πείθειν φαῦλον ἁπλῶς ἅπασαν εἶναι, νομίζοντες οὕτως βέλτιον εἶναι τῷ βίῳ καὶ λυσιτελέστερον τοῖς ἀνθρώποις τὴν ἡδονὴν οἴεσθαι φαῦλον εἶναι· φύσει γὰρ πάντας ἀνθρώπους εἰς αὐτὴν ῥέποντας δέον εἶναί φασιν εἰς τοὐναντίον ἕλκειν καὶ δι’ ὧν ἔξεστι καθάπαξ τῶν ἡδονῶν ἀπάγειν. ἵνα δυνηθῶσιν εἰς τὸ μέσον ἐλθεῖν καὶ ὡς δεῖ πρὸς τὴν ἡδονὴν ἔχειν. ταῦτα δὲ οὐ καλῶς λέγουσιν· οὐ γὰρ οὕτω δυνήσονται τοὺς πολλοὺς τῶν φαύλων ἀπαγαγεῖν ἡδονῶν. τὰ γὰρ ἀνθρώ- πινα πάθη καὶ ἃ δρῶσι πιστότερά εἰσι τῶν περὶ αὐτὰ λόγων. ὅταν τοίνυν οἶς μὲν λέγουσι τὴν ἡδονὴν ψέγωσι, δι' ὦν δὲ ποιοῦσι καὶ πάσχουσιν ἐπαινῶσιν, ἑαυτοῖς ἀντιλέγοντες, ὑπὸ τῶν ἀκουόντων καὶ ὁρώντων καταγελῶνται· καὶ τοῖς λόγοις οὐδὲν μᾶλλον ὤνησαν τοὺς πολλούς, ὑπὸ τῶν πραγμάτων ἐλεγχομένοις. ὁ γὰρ ψέγων τὴν ἡδονὴν ὀφθείς ποτε ἐφιέμενος αὐτῆς ἀποκλίνειν δοκεῖ πρὸς αὐτὴν καὶ ἀγαθὸν ἦγε ἴσθ’ αἰ· καὶ οὕτω δόξαν ἐντίθησι τοῖς ὁρῶσιν οὐ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἀλλ ἀπλῶς ἅπασαν ἐπαινεῖσθαι. τὸ γὰρ διορίζειν καὶ διαιρεῖν καὶ τὸ μὲν ἀγαθὸν εἶναι κρίνειν, ἐνδέχεσθαι δὲ ἄλλην φαύλην εἶναι, οὐκ ἔστι τῶν πολλῶν· ἀλλ’ ἅμα τε εἶδον τὸν νοῦν ἔχοντα ἡδονῇ τινι χαίροντα καὶ πᾶσαν ἡδονὴν ἀγαθὸν καὶ αἱρετὸν ᾠήθησαν εἶναι, καὶ οὕτως οὐ μόνον ἃ ἐβούλοντο οὐκ ἔπεισαν ἀλλὰ καὶ τὴν ἀλήθειαν προσαπώλεσαν. ὅθεν φανερόν, ὅτι οἳ ἀληθεῖς λόγοι οὐ μόνον πρὸς τὴν γνῶσιν χρησιμώτατοί εἰσι, πλάνης καθαίροντες ἀπάτης, ἀλλὰ καὶ τῷ βίῳ λυσιτελοῦσι· πιστεύονται γὰρ τοῖς ἔργοις ἀκολουθοῦντες. <Ἡ τοῦ Εὐδόξου περὶ ἡδονῆς ὑπόληψις καὶ Πλάτωνος καὶ καὶ ἔτι ὅτι ἀγαθὸν ἡ ἡδονὴ καὶ οὐ πᾶσα αἱρετή· καὶ λύσις τῶν ἐναντίων λόγων. κεφ. β΄. >Περὶ μὲν τούτων ἅλις· λέγωμεν δὲ περὶ ἡδονῆς. καὶ πρῶτον ἐκθησόμεθα τὰς τῶν παλαιῶν περὶ αὐτῆς δόξας. ὁ μὲν οὖν Εὔδοξος αὐτὸ τὸ ἔσχατον ἀγαθὸν ᾤετο τὴν ἡδονὴν εἶναι, διότι πάντα ἑώρα τῆς ἡδονῆς ἐφιέμενα καὶ λογικὰ καὶ ἄλογα· οὗ δὲ πάντα ἐφίεται, τοῦτό ἐστι τὸ πάντων ὑπερέχον τῶν ἀγαθῶν· ᾤετο γὰρ ἀγαθὸν μὲν ἑκάστῳ εἶναι ἰδίως ὃ ἕκαστον ζητεῖ. καθάπερ καὶ τροφὴν ἕκαστον διώκει τὴν αὐτῷ ἀγαθὴν καὶ λυσιτελῆ· πᾶσι δὲ κοινῶς ἀγαθὸν οὗ πάντα κοινῶς ἐφίενται καὶ πορίζειν βούλονται ἑαυτοῖς· ὃ δὲ πᾶσίν ἐστιν ἁπλῶς ἀγαθὸν καὶ οὗ πάντα ἐφίεται, τοῦτο εἶναι τὸ ἔσχατον ἀγαθόν. ταῦτα μὲν οὖν Εὔδοξος ἀπεφαίνετο περὶ τῆς ἡδονῆς. ἑπιστεύοντο δὲ οἱ λόγοι διὰ τὴν ἐν τῷ ἤθει τοῦ λέγοντος ἀρετὴν μᾶλλον ἢ δι’ ἑαυτούς· σώ φρῶν γὰρ ὢν διαφερόντως, οὐχ ὡς φίλος τῆς ἡδονῆς ἐδόκει ταῦτα λέγειν ἀλλὰ τῷ σφόδρα τῆς ἀληθείας φροντίζειν. ἔτι δὲ καὶ ἐκ τοῦ ἐναντίου τῇ ἡδονῇ τῆς λύπης φανερὸν ᾤετο εἶναι· ἰὴν γὰρ λύπην πάντα φεύγοντα, τὴν ἡδονὴν ἀνάγκην εἶναι πάντα διώκειν· ὃ δὲ πάντα διώκει, τοῦτο εἶναι τὸ ἀγαθόν. ἔλα καὶ οὕτως ἐπεχείρει λέγων· μάλιστα αἱρετὸν εἶναι ὃ δι’ ἑαυτὸ αἱρετόν ἐστι καὶ ὃ μὴ δι’ ἕτερον μηδ’ ἑτέρου χάριν αἱρούμεθα· τοιοῦτον δὲ φανερῶς τὴν ἡδονὴν εἶναι· καὶ γὰρ οὐδεὶς ἐρωτᾷ τίνος ἕνεκα τὴν 7)0077,7 βουλόμεθα ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἐρωτώμεθα, οἷον, φέρε εἰπεῖν, τίνος ἕνεκα τὰ χρήματα ἢ ἡ τιμή, περὶ δὲ τῆς ἡδονῆς οὐκέτι· οὐδεὶς γὰρ δώσει τέλος τῆς ἡδονῆς, ἀνθ’ ὅτου βούλεται ἥδεσθαι ἀλλὰ αὐτὴν αἱρεῖται καθ’ ἑαυτήν, ὡς καθ’ ἑαυτὴν οὖσαν· ἐπεὶ δὲ τὸ καθ’ ἑαυτὸ αἱρετὸν τὸ τέλος ἐστὶ τὸ ἔσχατον καὶ τὸ ἀγαθὸν αὐτό, διὰ τοῦτο συνῆγε τὴν ἡδονὴν τὸ ἔσχατον ἀγαθὸν εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν δῆλον εἶναι ᾤετο τὸ προκείμενον· προστιθεμένη γὰρ ἡ ἡδονὴ τῶν ἀγαθῶν ὁτῳοῦν, αἱρετώτερον ποιεῖ καὶ ἐφετὸν μᾶλλον· ἡ γὰρ σωφροσύνη ἰὴν ἡδονὴν προσλαβοῦσα ἢ ἡ δικαιοσύνη ἡδίων ἔσται καὶ αἱρετωτέρα ἑαυτῆς· ὃ δὲ προστιθέμενον παντὶ ἀγαθῷ βέλτιον δύναται ποιεῖν, τοῦτο ἐνόμιζεν εἶναι τὸ ἔσχατον ἀγαθόν. ἔχει δὲ οὐχ οὕτως. ὃ γὰρ προστιθέμενον ἀγαθῷ βέλτιον δύναται ποιεῖν, φαίνεται ὅτι ἀγαθόν ἐστιν· οὐκ ἀνάγκη δὲ αὐτὸ εἷναι τὸ ἔσχατον ἀγαθὸν ἢ ἑτέρου ὁτουοῦν βέλτιον· πάν γὰρ ἀγαθὸν ἑτέρῳ προστεθὲν ἀγαθῷ αἱρετώτερον ποιεῖ· μεῖζον γὰρ τὸ ὅλον τοῦ μέρους ἐπὶ παντός. καὶ ἃ μὲν ἐδόκει τῷ Εὐδόξῳ περὶ ἡδονῆς. ταῦτα. |λάτων δὲ οὐκ εἶναι ἔφασκεν αὐτὴν τὸ ἔσχατον ἀγαθὸν ἀπὸ τῶν αὐτῶν ἐπιχειρῶν λόγων ὅθεν Εὔδοξος ἐπειρᾶτο τὸ ἔσχατον ἀγαθοὶ τὴν ἡδονὴν ἀποφαίνειν. ἐπεὶ γὰρ οὐκ ἔστι, φησίν, ἀγαθὸν ἔσχατον, οὗ ἐνδέχεται μεῖζον γενέσθαι· αὐτὸ γὰρ εἰκὸς εἶναι τὸ μέγιστον ἀγαθόν· ᾧ ἄρα ἀγαθῷ ἄλλο ἀγαθὸν προστεθὲν μεῖζον ἐποίησε καὶ αἱρετώτερον, τοῦτο οὐκ ἔστι τὸ ἔσχατον ἀγαθόν· οὐ γάρ ἐστι τὸ μέγιστον ἀγ. αθόν, οὗ μεῖζον ἄλλο δύναται γενέσθαι· ἡ δὲ ἡδονὴ τοιαύτη· ὁ γὰρ ἡδὺς βίος φρόνησιν ἢ σωφροσύνην προσλαβὼν ἡδίων γίνεται καὶ αἱρετώτερος· ἔστιν ἄρα τι βέλτιον τῆς ἡδονῆς· οὐκ ἄρα ἡ ἡδονή ἐστι τὸ ἔσχατον ἀγαθόν, ἀλλὰ ἀγαθόν τί ἐστι τοιοῦτον, οἷα ἀγαθά εἰσιν αἱ ἀρεταὶ καὶ αἱ ἐπιστῆμαι καὶ τἄλλα, ὧν καὶ ἡμεῖς κοινωνοῦμεν. τοῦτο γὰρ καὶ ζητοῦμεν ἐπὶ τοῦ παρόντος δείξαι τούτων τῶν ἀγαθῶν ἕν τι εἶναι τὴν ἡδονήν. ἕτεροι δὲ ἐνιστάμενοι πρὸς τ· οὺς τοῦ Εὐδόξου λόγους ἔφασκον μὴ εἶναι ἀγαθόν, οὗ πάντα ἐφίεται· λέγουσι δὲ οὐδέν. ἐκεῖνο γάρ φαμεν ἀληθὲς εἶναι, ὃ πᾶσι δοκεῖ ἀληθές· ὁ δὲ ταύτην ἀναιρῶν ἰὴν κοινὴν δόξαν καὶ τὴν ἐκεῖθεν ἀτοσειόμενος πίστιν πῶς ἄν δύναιτο πιστότερα λέγειν; ὅτι δὲ ἀγαθόν ἐστιν οὗ πάντα ἐφίεται, πᾶσι τοῖς ἐν αἰσθήσει δοκεῖ· δι’ ὧν γὰρ εἰς αὐτὸ φέρονται διώκουσιν’ ὡς ἄρα ἀγαθὸν νομίζουσιν εἶναι. εἰ μὲν γὰρ τὰ ἀνόητα μόνον ὠρέγοντο αὐτοῦ, αὐτοῖς ἂν ἦν ἀγαθὸν μόνον, καὶ ἡ ψῆφος οὐκ ἂν ἦν βεβαία τῶν ἀνοήτων, οὐδ’ ἂν ἐδόκει ἀγαθὸν ἀληθῶς εἶναι· ὅταν δὲ καὶ τὰ ἀνόητα καὶ τὰ φρόνιμα κοινῇ πάντα νομίζωσιν ἀγαθὸν εἶναι, δι’ ὦν ζητοῦσιν αὐτό, τί ἔτι κωλύει ἀγαθὸν ἀληθῶς εἶναι; καὶ γὰρ καὶ ἐν τοῖς ἀνοήτοις ἔστι τι φυσικὸν ἀγαθὸν τὴν φαυλότητα αὐτῶν ὑπερβαῖνον, δι’ ὃ τῷ ἀγαθῷ οἰκειούμενα ὡς οἰκείου ἤδη ὀρέγονται. καὶ πρὸς μὲν τὸν πρῶτον τοὺ Εὐδόξου λόγον ταύτην κομίζουσι τὴν ἔνστασιν, πρὸς δὲ τὸν δεύτερον, ὃς ἐκ τοῦ ἐναντίου ἐστὶν εἰλημμένος, ἐκείνην οὐκ ἀνάγκη φασίν, εἰ ἡ λύπη κακόν ἐστι, τὴν ἡδονὴν ἀγαθὸν εἶναι· οὐ γὰρ ἤ τι κακόν, τὸ ἐναντίον αὐτῷ ἀγαθόν· ἔστι γὰρ ἐναντίον κακὸν κακῷ. ἡ γὰρ γὰρ ἠλιθιότης τῇ ἀκολασίᾳ ἐναντίον ἐστίν, ἀμφοτέρων οὐσῶν καδιώκουσιν κῶν, καὶ ἀμφότερα τῇ σωφροσύνῃ. ταῦτα μὲν οὖν καλῶς λέγουσιν, οὐ μὴν ἐπί γε τῆς ἡδονῆς ἀληθύουσιν. εἰ γὰρ ἄμφω κακὰ ἦν, καὶ ἡ ἡδονὴ καὶ ἡ λύπη, ἦν ἄν καὶ ἄμφω φευκτά· καθάπερ εἰ καὶ ἄμφω ἦσαν ἀγαθά, ἦν ἂν ἀμφότερα αἱρετά, ἢ εἰ μήτε ἀγαθὰ τε φευκτά, οὐδὲ αἱρετὰ ὁμοίως ἀμφότερα· νῦν δὲ τὴν μὲν λύπην φεύγομεν ὡς κακόν, τὴν δὲ ἡδονὴν αἱρούμεθα ὡς ἀγαθόν· ὅθεν φανερόν, ὅτι ὡς κακὸν ἀγαθῷ ἡ λύπη τῇ ἡδονῇ ἀντίκειται. ἕτεροι δὲ λέγουσι μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν, ὅτι οὐκ ἔστι ποιότης, οὐδὲν λέγοντες ἀναγκαῖον· οὐδὲ γάρ αἱ ἐνέργειαι τῶν ἀρετῶν ποιότητές εἰσιν, οὐδὲ εὐδαιμονία ποιότης ἐστίν· ἐνέργεια γάρ ἐστιν· ἀλλ’ ὅμως οὐδὲν κωλύει ἀγαθὰ ταῦτα εἶναι. ἔτι δὲ καὶ ὅτι οὐκ ἔστιν ὡρισμένον τι ἡ ἡδονή, τὸ δὲ ἀγαθὸν ὡρισμένον, διὰ τοῦτο μὴ εἶναι τὴν ἡδονὴν ἀγαθόν· ἀόριστον δὲ ἔλεγον εἶναι τὴν ἡδονήν, ὅτι οὐκ ἔστιν ἡ αὐτὴ ἀλλ’ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰ μὲν οὖν ἐν αὐτῇ τῆ ἡδονῇ τὸ μᾶλλον καὶ τὸ ἧττον ἐθεωρεῖτο, ἦν ἄν ἀληθὴς ὁ λόγος αὐτοῖς· νῦν δὲ ἡ ἐπίτασις καὶ ἡ ἄνεσις ἐν τῷ ἥδεσθαι γίνεται, |ὅτι οἱ ἡδόμενοι μᾶλλον καὶ ἧττον ἥδονται· τοῦτο δὲ καὶ ἐν ταῖς ἀρεταῖς συμβαῖνον φαίνεται· δίκαιοι γάρ εἰσι μᾶλλον καὶ ἧττον καὶ ἀνδρεῖοι, καὶ δικαιοπραγεῖν καὶ σωφρονεῖν μᾶλλον καὶ ἧττον ἔστιν, ἀλλ’ οὐ διὰ τοῦτο ἀόριστοί εἰσιν αἴ ἀρεταί· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἡδονὴ αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐκ ἔστιν ἀόριστος, ἐν δὲ τοῖς ἡδομένοις τὴν ἐπίτασιν καὶ τὴν ἄνεσιν ἐπιδέεται, ὅτι οὐκ ἔστιν ἀμι- γὴς λύπης ἐν πᾶσιν, οὐδὲ ὁμοίως· καθάπερ καὶ ἐπὶ τῆς ὑγιείας συμβαίνει· καὶ γὰρ αὐτὴ ὡρισμένη οὖσα ἐν τοῖς ὑγιαίνουσιν επιτεινεται καὶ ἀνίεται· οὐ γὰρ η αὐτὴ συμμετρία πᾶσιν εστιν, ουδε ἐν τῳ αὐτῷ μία τις ἀεί, ἀλλὰ μεταβάλλει ποτὲ μὲν ἐπὶ τὸ μεῖζον, ποτὲ δὲ ἐπὶ τὸ ἔλαττον, καὶ νῦν μὲν καθαρῶς ὑγιαίνει τινὶ τὸ σῶμα, νῦν δὲ ἔνεστί τι καὶ νόσου. τοιοῦτον δὴ καὶ περὶ τὴν ἡδονὴν ἐνδέχεται εἶναι. ἔτι δὲ καὶ ἐκεῖθεν συνῆγον τὴν ἡδονὴν μὴ εἶναι ἀγαθόν· ἡ ἡδονὴ κίνησίς τις καὶ γένεσίς ἐστι· κίνησις δὲ καὶ γένεσις ἀτελῆ· τὸ δὲ ἀτελὲς οὐκ ἔστιν ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλειον· ἡ ἡδονὴ ἄρα οὐκ ἔστιν ἀγαθόν. ἔστι δὲ αὐτοῖς ἡ ἐλάττων πρότασις ψευδής· οὔτε γὰρ κίνησις οὔτε γένεσίς ἐστιν ἡ ἡδονή. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις, δῆλον ἐκεῖθεν. πάσῃ μὲν γὰρ κινήσει δοκεῖ οἰκεῖον εἶναι τάχος καὶ βραδυτής· καὶ εἰ μὴ αὐτή τις πρὸς ἑαυτὴν βραδεῖα ἢ ταχεῖα φαίνεται τῷ τάχιον ἑαυτῶν καὶ βράδιον κινεῖσθαι τὰ κινούμενα, οἷά ἐστι τὰ ἀνωμάλως κινούμενα, ἀλλὰ πρὸς ἄλλο γοῦν θεωρούμενα ταχέως ἢ βραδέως κινεῖσθαι λέγονται· καθάπερ ἡ τοῦ οὐρανοῦ κίνησις ὁμαλὴ μέν ἐστι καθ’ ἑαυτήν, πρὸς δὲ τὴν <τῶν> ἀστέρων κίνησιν, ταχεῖα λέγεται. πάσῃ μὲν οὖν κινήσει τὸ τάχος καὶ ἡ βραδυτὴς οἰκεῖόν ἐστι, τῇ δὲ ἡδονῇ οὐ προσήκει· ἡ ἡδονὴ ἄρα οὐκ ἔστι κίνησις. ὅτι δὲ οὐκ ἔστιν ἐν τῆ ἡδονῇ ταῦτα, δῆλον. ἡσθῆναι μὲν γὰρ λέγεταί τις ταχέως ὥσπερ ὀργισθῆναι διὰ τὸ ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ ἥδεσθαι ἀπὸ τοῦ μὴ ἥδεσθαι κινηθῆναι, ἥδεσθαι δὲ ταχέως ἢ βραδέως οὐκέτι, οὔτε πρὸς ἑαυτόν, καθάπερ τὰ ἀνωμάλως κινούμενα, οὔτε πρὸς ἄλλο, καθάπερ τὰ ὁμαλά. τὸ δὲ βαδίζειν καὶ αὔξεσθαι καὶ ἀλλοίουσθαι καὶ πάντα ὅσα κινήσεώς ἐστι μετὰ τῆς ταχυτῆτος θεωροῦνται καὶ τῆς βραδυτῆτος. μεταβάλλειν μὲν γὰρ λέγεταί τις εἰς τὴν ἡδονὴν ταχέως ἢ βραδέως, <ἐνεργεῖν δὲ κατ’ αὐτὴν ταχέως ἢ βραδέως> οὐκ ἔστιν. ἐστι κινήσεως ἡ ἡδονὴ καὶ ἠρεμία τις καὶ οὐ δήπου αὐτὴ δύναται κίνησις εἶναι. ὅτι μὲν οὖν οὐκ ἔστι κίνησις ἡ ἡδονὴ δῆλον. ἔτι δὲ οὐδὲ γένεσίς ἐστιν· εἰ γὰρ ἡ ἡδονὴ γένεσις, ἡ λύπη ἄν εἴη φθορά, καὶ ἔσται ὧν ἡ ἡδονὴ γένεσις, τούτων ἡ λύπη φθορά· οὐ γὰρ τοῦ τυχόντος φθειρομένου τὸ τυχὸν γίνεται, ἀλλ’ ἐξ οὗ γίνεταί τι. εἰς τοῦτο καὶ διαλύεσθαι πέφυκεν. ἐπεὶ δὲ λέγουσι τὴν λύπην ἔνδειαν εἶναι τοῦ κατὰ φύσιν, εἴη ἄν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις· ταῦτα δὲ σωματικά ἐστι ἰὰ πάθη. εἰ δή ἐστιν ἡ ἡδονὴ τοῦ κατὰ φύσιν ἀναπλήρωσις, ἐν ᾧ ἡ ἀναπλήρωσις, τοῦτο ἂν καὶ ἔχοι τὴν ἡδονήν, καὶ ἥδεσθαι δύναται· τὸ σῶμα ἄρα ἥδεται, καὶ ἐν τούτῳ ἡ ἡδονή. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· τὸ γὰρ ἥδεσθαι τῆς ψυχῆς εἶναι δοκεῖ. οὐκ ἄρα ἡ ἡδονὴ γένεσίς τις καὶ ἀναπλήρωσίς ἐστιν, ἀλλὰ ἕπεται τῇ ἀναπληρώσει, καθάπερ καὶ τῆ ἐνδείᾳ ἡ λύπη· γινομένης μὲν γὰρ ἀναπληρώσεως ἡδόμεθα, τεμνόμενοι δὲ λυπούμεθα. |δοκεῖ δὲ γενέσθαι αὕτη ἡ δόξα ἀπὸ τῶν σωματικῶν καὶ τῶν περὶ τὴν τροφὴν λυπῶν καὶ ἡδονῶν· ἐνδεεῖς γὰρ γεγονότες καὶ προλυπηθέντες ἡδόμεθα τῆ ἀναπληρώσει. τοῦτο δὲ οὐ περὶ πάσας συμβαίνει τὰς ἡδονάς. ἄλυποι γάρ εἰσιν αἵ τε μαθηματικαὶ καὶ αἱ ἐν ταῖς αἰσθήσεσι· καὶ γάρ καὶ αἱ κατὰ τὴν ἀκοὴν ἡδοναὶ καὶ κατὰ τὴν ὄσφρησιν καὶ κατὰ τὴν ὅρασιν μηδεμιᾶς προηγησαμένης λύπης γίνονΤαι καὶ οὐκ ἔστιν οὐδεμία αὐτῶν ἐνδείας ἀναπλήρωσις. ἔτι δὲ καὶ ἐλπίδες καὶ μνήμαι τῶν ἀγαθῶν ἥδισταί εἰσιν· αἱ δὴ κατὰ ταύτας ἡδοναὶ τίνος εἰσὶ γενέσεις; οὐδενὸς γὰρ ἔνδεια ἐν αὐτοῖς προηγήσατο, οὗ γένοιτ’ ἄν ἀναπλήρωσις· ὅθεν φανερόν, ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ γένεσις. ἕτεροι δὲ ἀξιοῦσι μὴ εἷναι τὴν ἡδονὴν ἀγαθόν, προφέροντες τὰς ἐπονειδίστους τῶν ἡδονῶν. πρὸς οὓς ἐκεῖνο λέγομεν, ὅτι οὐκ ἔστι ταῦτα ἡδέα, ἃ τοῖς φαύλοις ἡδέα δοκεῖ· οὐ γὰρ εἰ τοῖς κακῶς διακειμένοις ἡδέα ταῦτά ἐστιν, οἰητέον ἤδη αὐτὰ καὶ ἡδέα ἁπλῶς εἶναι, ἀλλὰ τούτοις μόνον ἡδέα· καθάπερ οὐδὲ τὰ τοῖς κάμνουσιν ὑγιεινὰ ἢ γλυκέα ἡ πικρὰ ἁπλῶς ὑγιεινὰ ἢ γλυκέα ἀλλὰ αὐτοῖς· ἐπεὶ οὐδὲ λευκὰ ἁπλῶς τὰ φαινόμενα τοῖς ὀφθαλμιῶσι λευκά· φανερὸν δή, ὅτι οὐδὲ ἀπὸ τούτων τῶν λόγων δόξειεν ἂν ἡ ἡδονὴ μὴ ἀγαθὸν εἶναι. μάλιστα μὲν γάρ, ὅτι οὔκ εἰσιν ἡδοναὶ αἱ παρὰ τοῖς μοχθηροῖς ἡδοναί· ἔπειτα, εἰ καὶ ταύτας ἡδονὰς εἶναι δώσομεν, ἀλλ’ οὐκ ἀνάγκη διὰ τοῦτο τὴν ἡδονὴν ἁπλῶς φαύλην εἶναι· οὐ γὰρ μία ἐστὶν ἡ ἡδονὴ τῷ εἴδει ἀλλὰ πολλαί. καὶ οὐδὲν κωλύει τὰς μὲν φαύλας εἶναι, τὰς δὲ ἀγαθάς· ἕτεραι γὰρ αἱ ἀπὸ τῶν καλῶν καὶ ἐπαινετῶν ἡδοναὶ καὶ ἄλλαι αἱ ἀπὸν τῶν αἰσχρῶν· καὶ αἱ μὲν ἀγαθαὶ αἱ δὲ φευκταί, ὥσπερ τὸ πλουτεῖν ἢ ὑγιαίνειν· ἔστι γὰρ πλουτεῖν καλῶς κτώμενον ὅθεν <οὐδείς> καὶ ἔστιν αἰσχρῶς πλουτεῖν, προδόντα τὴν ἑαυτοῦ ἢ ἐξανδραποδισάμενον τοὺς οἰκείους· καὶ ἔστιν ὑγιαίνειν καλῶς ἀνθρωπικὴ διαίτῃ χρώμενον καὶ κακῶς, ὅταν οὐχ ὅθεν δεῖ κτησώμεθα τὴν ὑγίειαν· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τὸν αὐτὸν δὴ τρόπον ἐπὶ τῶν ἡδονῶν. καὶ ὅλως ἕτεραί εἰσι τῷ εἴδει, καὶ οὐκ ἔστιν ἡσθῆναι τὴν τοὐ μουσικοῦ ἡδονήν, μὴ ὄντα μουσικόν, ἢ τὴν τοῦ δικαίου μὴ ὄντα δίκαιον· ὅθεν φανερόν, ὅτι ἄλλη ἐστὶ τῷ εἴδει ἡ τοῦ μουσικοῦ ἡδονὴ καὶ ἄλλη ἡ τοῦ δικαίου· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὐ τοίνυν εἰ ἡ τῶν φαύλων ἡδονὴ κακόν, ἤδη ἁπλῶς ἡ ἡδονὴ φευκτόν ἐστιν. ἔτι δὲ καὶ ἀπὸ τῆς διαφορᾶς τοῦ κόλακος καὶ τοῦ φίλου τὴν ἡδονὴν ἐδόκει μὴ εἶναι ἀγαθόν. ὁ μὲν γὰρ κόλαξ ψέγεται, ὅτι πρὸς ἡδονὴν ὁμιλεῖ, ὁ δὲ φίλος ἐπαινεῖται, ὅτι μὴ πρὸς ἡδονὴν ἀλλὰ πρὸς ἀλήθειαν καὶ τὸ ἀγαθόν. ὅθεν δοκεῖ συνάγεσθαι, τὴν ἡδονὴν ἐπονείδιστον εἶναι. οὐ τοῦτο δὲ ἀπὸ τούτων συνάγεται, ἀλλὰ μᾶλλον ὅτι διάφοροί εἰσι τῷ εἴδει αἱ ἡδοναί· καὶ ἡ μὲν ἐπαινεῖται, ἡ δὲ ἐπονείδιστός ἐστιν. ὅτι γὰρ καὶ ὁ φίλος ἡδύς ἐστιν καὶ ἡδονὴν ἔχει τῶ φίλῳ, τίς ἀγνοεῖ; φανερὸν τοίνυν, ὅτι ἡδονή ἐστι ἰοῖς συνοῦσι παρ’ ἑκατέρου. καὶ ἡ μὲν τοῦ κόλακος διαβάλλεται, ἐπαινεῖται δὲ ἡ τοῦ φίλου. ἔτι δὲ καὶ ἐκεῖθεν ἐπονείδιστον εἶναι ἐδόκει ἡ ἡδονή. καὶ γὰρ οὐδεὶς ἂν ἕλοιτο νοῦν ἔχων ἥδεσθαι διὰ βίου τὴν τῶν παιδίων ἡδονὴν διανοούμενος καὶ χαίρων, ὥσπερ ἐκεῖνα, οὐδ’ ἄλλο τι |αἰσχρὸν ποιεῖν, ἵνα ἥδοιτο διὰ βίου· διὰ τοῦτο δὲ οὐδεμία ἀνάγκη τὴν ἡδονὴν φαῦλον εἶναι. οὐ γὰρ φεύγει ὁ νοῦν ἔχων τὴν παιδικὴν ζωὴν καὶ τὸ αἰσχρὰ πράττειν διὰ τὴν ἐκεῖθεν ἡδονήν, ἀλλὰ αὐτὰ δι’ ἑαυτά, ὅτι φευκτά εἰσιν. ἐπεὶ καὶ πολλὰ πρὸς ἡδονὴν φέροντα διώκομεν οὐ διὰ τὴν ἡδονήν, ἀλλ’ ὅτι αὐτὰ δι’ ἑαυτά εἰσιν αἱρετά· τὸ γὰρ ὁρᾶν καὶ μνημονεύειν καὶ εἰδέναι καὶ τἀς ἀρετὰς ἔχειν ἑλοίμεθα ἄν, καὶ εἰ μηδεμίαν ἐπιφέροι ἡδονήν’ εἰ δ’ ἐξ ἀνάγκης ἕπονται τούτοις ἡδοναί, οὐδὲν διαφέρει· βουλοίμεθα γὰρ ἄν ταῦτα ἡμῖν αὐτοῖς, καὶ εἰ μηδεμία γένοιτ’ ἂν ἀπ’ αὐτῶν ἡδονή· ὅτι μὲν οὖν οὐ πᾶσα ἡδονὴ αἱρετὸν καὶ ἀγαθόν, καὶ ὅτι εἰσί τινες αἱρεταὶ καθ’ ἑαυτὰς διαφέρουσαι τῷ εἴδει τῶν φύλων ἢ ταῖς αἰτίαις ὅθεν γίνονται, δῆλον ἔοικεν εἶναι. <Περὶ τοῦ ὅτι οὐκ ἔστι κίνησις ἡ ἡδονή. κεφ. γ'. >Τὰ μὲν οὖν λεγόμενα περὶ ἡδονῆς καὶ λύπης ταὐτά ἐστιν. ζητοῦμεν δὲ ἤδη περὶ αὐτῆς τί ἐστιν ἢ ποῖόν τι· τοῦτο δὲ γένοιτ’ ἄν καταφανὲς ἄνωθεν ἀναλαβοῦσι τὸν λόγον. ἔστι τοίνυν ἡ ἡδονὴ τελεία καὶ καθάπερ ἡ ὅρασις καθ’ ὁντιναοῦν χρόνον τελεία ἐστί, καὶ οὐκ ἔστι λαβεῖν μέρος οἰκοδομίας· τῆς γὰρ ὅλης ποιήσεως, φέρε εἰπεῖν, τοῦ ναοῦ ἑτέρα ἡ τῶν λίθων σύνθεσις καὶ ἄλλη ἡ τῶν κιόνων κατασκευή, καὶ διαφέρουσι πρός τε ἀλλήλας καὶ πρὸς τὴν ὅλην οἰκοδομίαν· ἡ μὲν γὰρ τελεία· καὶ γὰρ οὐδενὸς ἐλλείπει τῶν δεόντων· ἡ δὲ τῆς κρηπῖδος καὶ τοῦ τριγλύφου ἀτελής· μέρους γὰρ οἰκοδόμησις ἑκατέρα. τῷ εἴδει οὖν διαφέρουσι. καὶ ὅλως οὐκ ἔστιν ἐν ὁτῳοῦν χρόνου μέρει, δηλονότι τοῦ κατὰ κίνησιν χρόνου, τελείαν λαβεῖν κίνησιν· κατὰ τὸ εἶδος ὃ ζητεῖται ἐν τῇ τελεία κινήσει, ἀλλ’ ἐν τῷ ὅλῳ χρόνῳ ἡ τελεία κίνησις ἀποτελεῖται. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ βαδίσεως καὶ τῶν λοιπῶν κινήσεων. καὶ γὰρ ἡ φορὰ διάφορα εἴδη κινήσεως περιέχει. καὶ γὰρ ἅλσις καὶ πτῆσις καὶ βάδισις πάσαι φοραὶ μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων κατ’ εἶδος· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἐν ἑκάστῃ τῶν φορῶν τούτων διάφορα εἴδη γίνεται βαδίσεως. οἱ γὰρ ὅροι διάφοροι, τὸ πόθεν καὶ ποῖ· τῶν ὅρων δὲ διαφόρων ὄντων, διάφορα καὶ τὰ εἴδη τῆς βαδίσεως· τῆς γὰρ ἐν τῷ σταδίῳ βαδίσεως τὸ μέρος διαφόρους ἔχει τοὺς ὅρους πρὸς τὴν ὅλην βάδισιν· καὶ οὐ μόνον πρὸς τὴν ὅλην, ἀλλὰ καὶ πρὸς τὰ λοιπὰ μέρη. εἰ γὰρ εἴη ἡ βάδισις ὅλη ἀπὸ τοῦ α΄ ἐπὶ τὸ ε΄, ἡ ἀπὸ τοῦ α΄ ἐπὶ τὸ γ΄ διάφορος ἄν εἴη κατὰ τοὺς ὅρους τῆς τε ὅλης καὶ τῆς ἀπὸ τοὐ γ΄ ἐπὶ τὸ δ΄ καὶ τῆς ἀπὸ τοῦ δ΄ ἐπὶ τὸ ζ καὶ ἔτι τῆς ἀπὸ τοῦ ζ΄ ἐπὶ τὸ ε΄. διαφόρων δὲ ὄντων τῶν ὅρων, καὶ αὐταὶ δίφοροι ἂν εἶεν τῷ εἴδει. εἰ γὰρ καὶ γραμμὴν ἑκάστη βάδισις διεπορεύετο, τὴν αὐτὴν οὖσαν τῷ εἴδει, x003E; ἀλλ’ ἐπεὶ ἑκάστη γραμμὴ ἐν τόπῳ ἐστίν, οἱ δὲ τόποι διάφοροι, διὰ τοῦτο διάφοροί εἰσιν αἱ κινήσεις. τοὺς μὲν οὖν ἀκριβεῖς περὶ κινήσεως λόγους ἐν ἄλλοις ἐποιησάμεθα. τοῦτο δὲ μόνον ἐνταῦθα εἰπεῖν ἀναγκαῖον, ὅτι οὐκ ἐν παντὶ χρόνῳ τελεία ἐστὶν ἡ κίνησις ἀλλ’ ἐν τῷ ὅλῳ. αἱ δὲ ἐν τοῖς μέρεσι τοὐ ὅλου χρόνου κινήσεις ἀτελεῖς εἰσι καὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει, εἴπερ οἱ ὅροι τῆς κινήσεως τὸ πόθεν καὶ ποῖ τὴν κίνησιν εἰδοποιοῦσι. ἰῆς δὲ ἡδονῆς τὸ εἶδος ἐν ὁτῳοῦν χρόνῳ τέλειόν ἐστι. φανερὸν τοίνυν, ὅτι ἡ ἡδονὴ καὶ ἡ κίνησις ἕτεραί εἰσιν ἀλλήλων· καὶ ἡ μὲν ἡδονὴ ὅλον τι καὶ τέλειον ἐστιν, ἡ δὲ κίνησις οὐκ ἐν παντὶ χρόνῳ τελείαι. καὶ ὅτι κίνησιν μὲν ἄνευ χρόνου οὐκ ἐνδέχεται εἶναι, ἡδονὴν δὲ δυνατόν. καὶ γὰρ ἐν μὲν τῷ νῦν καὶ τῷ ἀτόμῳ οὐ δυνατὸν κινηθῆναι, ἡσθῆναι δὲ δυνατὸν ὅλην καὶ τελείαν ἡδονήν. ἐκ τούτων δὲ δῆλον, ὅτι οὐ μόνον οὐκ ἔστι κίνησις ἡ ἡδονὴ ἀλλ’ οὐδὲ γένεσις. οὐ γὰρ πάντων ἁπλῶς γένεσίς ἐστιν ἀλλὰ τῶν μεριστῶν καὶ μὴ ὅλων, ἐπεὶ μηδὲ ὁράσεως ἐστι γένεσις οὐδὲ στιγμῆς οὐδὲ μονάδος· ὅτι ὅλον τι ἕκαστον αὐτῶν ἐστι καὶ οὐ μεριστὸν οὐδὲ ἐν χρόνῳ ἀπὸ τοῦ ἀτελοῦς ἐὴ τὸ τέλειον ἔρχεται, ἀλλ’ ἐν ὁτῳοῦν χρόνῳ ὅλον τι καὶ τέλειον ἕκαστον αὐτῶν ἐστιν. ἥ τε γὰρ μονὰς οὐ τὸ μὲν τελεία ἐστί, τὸ δὲ ἀτελής, καὶ τῷ χρόνῳ τελειοῦται, οὔτε ἡ στιγμή· τό τε ὁρᾶν ἐν παντὶ μέρει τοῦ χρόνου, καθ’ ὃν ὁρῶμεν, τέλειόν ἐστι· καὶ ὅλως πάσης αἰσθήσεως ἐνέργεια πρὸς τὸ οἰκεῖον αἰσθητὸν ἐνεργούσης τελεία ἐστὶν ἐν παντὶ μέρει του χρόνου· <Περὶ τοῦ ὅτι πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή. κεφ. δ'. >Έπεται δὲ ταῖς ἐνεργείαις τῆς αἰσθήσεως καὶ τῆς διανοίας ἡ ἡδονή, καὶ μάλιστα ὅταν ὑγιαίνουσαι τελειοτάτην προβάλλωνται τὴν ἐνέργειαν, καὶ περὶ τὸ κάλλιστον ἐνεργῶσιν ἡ μὲν αἴσθησις τῶν αἰσθητῶν, ἡ δὲ διάνοια τῶν διανοητῶν. τηνικαῦτα γὰρ μάλιστα καὶ τελείως ἐνεργεῖ <ἡ |ἐνέργεια ἢ> ἡ ἐνεργοῦσα ἕξις. οὐδὲν <γὰρ> διαφέρει ταύτην ἐνεργεῖν εἰπεῖν ἐπειδὰν γὰρ ὑγιῶς τε καὶ τελείως ὁρῶμεν καὶ τὸ κάλλιστον ὁρῶμεν τῶν ὁρατῶν, τελειοτάτη γίνεται ἡ ἐνέργεια· ὁμοίως καὶ ἐπὶ τῆς διανοίας καὶ τῶν ἄλλων αἰσθήσεων· ἡ δὲ τελειοιάτη καὶ ἡδίστη. ὅτι δὲ γίνεται κατὰ τὴν διάνοιαν ἡδονὴ καὶ καθ’ ἑκάστην αἴσθησιν, φανερόν· φαμὲν γὰρ διανοήματα ἡδέα εἶναι καὶ θεωρήμασι χαίρομεν καὶ ὁράμασιν ἡδόμεθα καὶ ἀκούσμασι, καὶ μάλιστα ὅταν τελείως τε ἐνεργῶμεν, καθὼς εἴρηται, καὶ τὰ βέλτιστα ὁρῶμεν ἦ θεωρῶμεν ἢ ἄλλως αἰσθανώμεθα. τοιούτων γὰρ ὄντων τῆς τε αἰσθήσεως καὶ τῶν αἰσθητῶν καὶ τῆς διανοίας καὶ τῶν διανοητῶν, ἀεὶ ἔσται ἡδονή, ἕως ἂν ἡ διάνοια καὶ ἡ αἴσθησις πάσχῃ ὑπὸ τῶν ἀντικειμένων. ἕπεται τοίνυν τῇ ἐνεργείᾳ ἡ ἡδονὴ καὶ τελειότης τίς ἐστιν αὐτῆς. τελειοῖ δὲ οὐχ ὡς ἕξις τὸν ἔχοντα ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγουσα· ὥσπερ τὸν δυνάμει οἰκοδόμον ἡ οἰκοδομικὴ τελειοῖ καὶ ἐνεργείᾳ ποιεῖ οἰκοδόμον, καθάπερ οὐδὲ ἡ ὑγίεια καὶ ὁ ἰατρὸς ὁμοίως αἴτιά εἰσι τοῦ ὑγιαίνειν· ἡ μὲν γὰρ αὐτὴ ποιεῖ μὴ οὖσαν τὴν τοῦ ὑγιαίνειν ἐνέργειαν, ὁ δὲ συντηρεῖ καὶ φυλάττει, καὶ ὅπως παραμείνῃ ζητεῖ. ἔτι δὲ οὐδ’ ὥσπερ τὸ αἰσθητὸν τελειοῖ τὴν αἴσθησιν ἢ τὸ διανοητὸν τὴν διάνοιαν, οὕτω καὶ ἡ ἡδονὴ τελειοῖ τὴν ἐνέργειαν αὐτῶν. ἡ μὲν γὰρ ἕξις καὶ τὸ ἀντικείμενον ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προάγουσι τὴν ἐνέργειαν, ἡ δὲ ἡδονὴ τῇ ἐνεργείᾳ γενομένῃ συμπεφυκυῖα συντηρεῖ καὶ φυλάττει. πείθει γὰρ ἐνεργεῖν ἡ ἐπ’ αὐτῷ ἡδονή, καὶ ἔστι τῆ ἐνεργείᾳ καθάπερ ἐπιγινόμενον τέλος, ὥσπερ ἡ ὥρα τοῖς ἐν ἀκμῇ· καὶ ἕπεται |ἀεὶ ταύτῃ ἕως ἄν ᾖ ἥ τε αἴσθησις καὶ ἡ διάνοια, καὶ περὶ τὸ αἰσθητὸν καὶ διανοητὸν ἐνεργῇ, καὶ μάλιστα, ὅταν εὖ καὶ ἄριστα ἔχωσι καὶ περὶ τὸ ἄριστον ἐνεργῶσιν. ἀπορήσειε δ’ ἄν τις εἰ τοῦτο οὕτως ἔχει, πῶς οὐδεὶς οὕτως ἐνεργῶν συνεχῶς ἥδεται. πρὸς ὃ ῥητέον, ὅτι κάμνει πάντα τὰ άνθρώπεια καὶ οὐ δύναται συνεχῶς ἐνεργεῖν. διὰ τοῦτο οὐδὲ ἥδεσθαι δύναται συνεχῶς, ἐπεὶ ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἀκολουθεῖ· ἔνια δὲ τέρπει μὲν νεωστὶ φανέντα, χρόνον δέ τινα συνεθισθέντα οὐχ οὕτως ἡδέα δοκεῖ. τὸ δὲ αἴτιον, ὅπερ ἔφην. τὸ μὲν γὰρ πρῶτον παρακέκλιται ἡ διάνοια καὶ ἐπιτεταμένως περὶ αὐτὰ ἐνεργεῖ, ὥσπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέπόντες, μετέπειτα δὲ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια ἀλλὰ παρημελημένη· διὰ τοῦτο καὶ ἡ ἡδονὴ ἀμαυροῦται. <Περὶ τοῦ ὅτι φύσει διωκτὸν ἡ ἡδονή’ καὶ ἔτι περὶ τοῦ ὅτι διαφέρου σιν αἱ ἡδοναί. κεφ. ε΄. >Ἐπεὶ δὲ πᾶσαν ἐνέργειαν τελειοῖ ἡ ἡδονή, ἐνέργεια δὲ καὶ τὸ ζῆν, τὰ ἄρα ἐφιέμενα τοῦ ζῆν ὀρέγονται τῆς ἡδονῆς, ὅτι τελειότης ἐστὶν αὐτοῦ. πάντα δὲ ἐφίενται τοὺ ζῆν· ὥστε δόξειεν ἂν πάντα ἐφίεσθαι τῆς ἡδονῆς. πᾶσαν γὰρ ἐνέργειαν ἡ ἡδονὴ αἱρετωτέραν ποιεῖ· καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ μάλιστα, οἷς μάλιστα ἥδεται, οἷον ὁ μουσικὸς τῆ ἀκοῇ περὶ τὰ μέλη καὶ ὁ φιλομαθὴς τῇ διανοίᾳ περὶ ἰὰ θεωρήματα καὶ τῶν ἄλλων ἕκαστος. ἐπεὶ οὖν οὕτω ποιεῖ τὴν ἐνέργειαν ἡ ἡδονὴ καλλίω καὶ αἱρετωτέραν, εἰκότως τὰ ὀρεγόμενά τινος ἐνεργείας καὶ τῆς κατ’ αὐτὴν ὀρέγονται ἡδονῆς· τὰ ἄρα τοῦ ζῆν ἐφιέμενα |εὐλόγως καὶ τῆς ἐκεῖθεν ἐφίενται ἡδονῆς, ὅτι τὸ αἱρετὸν καὶ ἐφετὸν αὐτοῖς τελειοῖ. τὸ δὲ ζητεῖν ἐπὶ τοῦ παρόντος, πότερον ποτέρου ἕνεκα αἱρετόν, ἡ ἡδονὴ διὰ τὸ ζῆν ἢ τὸ ζῆν διὰ τὴν ἡδονήν, ἀφείσθω. φαίνεται δὲ ὅτι ἀδιαίρετά εἰσι ταῦτα ἀλλήλων, καὶ οὔτε ἡδονὴν χωρὶς ἐνεργείας οὔτε ἐνέργειαν χωρὶς ἡδορῆς εὕροι τις ἄν· τελείωσις γὰρ ἐνεργείας ἡ ἡδονή, καὶ διὰ τοῦ τὸ οὐ δύναται χωρὶς εἶναι. διὰ ταῦτα φαίνεται καὶ ὅτι αἱ ἡδοναὶ διαφέρουσιν ἀλλήλων τῷ εἴδει· καὶ γὰρ διαφόρων· τῷ εἴδει ἐνεργειῶν τελειότητες οὖσαι καὶ αὐταὶ διάφοροί εἰσιν. αἱ γὰρ τελειότητες τῶν διαφόρων εἰδῶν οὐ δύνανται μὴ διάφοροι ὅροι εἶναι ἰῷ εἴδει, οἷον αἱ τῆς διανοίας ἐνέργειαι τῶν τῆς αἰσθήσεως διαφέρουσι τῷ εἴδει καὶ ἔτι αὗται ἀλλήλων, ὥστε καὶ αἱ ἡδοναί. τοῦτο δέ ἐστι φανερὸν ἐκ τοῦ πάσῃ ἐνεργείᾳ οἰκείαν ἡδονὴν προσεῖναι. ὅτι δὲ οἰκείᾳ, δῆλον· καὶ γὰρ συναύξει τὴν ἐνέργειαν ἡ οἰκεία ἡδονή. μάλιστα γάρ τις ἕκαστα γινώσκει καὶ ἐξακριβοῖ καὶ ὅλως ἐνεργεῖ, ὅταν μεθ’ ἡδονῆς τοῦτο ποιῇ· καὶ γὰρ γεωμετρικοὶ γίνονται μαλιστα οἱ χαίροντες τῷ γεωμετρεῖν καὶ κατανοοῦσιν ἕκστα μᾶλλον, καὶ ἕκαστον ἡ ἡδονὴ πρὸς τὸ οἰκ· εῖον ἔργον ἐπιδιδόναι ποιεῖ. εἰ τοίνυν τὰς ἐνεργείας συναύξουσιν αἱ ἡδοναί, τὰ δὲ συναύξοντα οἰκεῖα, τὰ δὲ οἰκεία τοῖς διαφόροις τῷ εἴδει καὶ αὐτὰ διάφορα κατὰ τὸ εἶδος, φανερὸν ὅτι αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλων. ἔτι καὶ ἐκεῖθεν γίνεται δῆλον τὰς ἡδονὰς διαφόρους εἶναι τῷ εἴδει· καὶ γὰρ προσίστανται ταῖς ἐνεργείαις αἱ ἀλλότριαι, ἡδοναί, καθάπερ αἱ οἰκεῖαι τελειοτέρας ποιοῦσιν· ἡ γὰρ τῆς αύλητικῆς ἡδονὴ συγχέοι ἄν ῥᾳδίως τὴν ἐν τοῖς μὰ θήμασι θεωρίαν, ὅταν μὴ ἕξιν μαθηματικὴν ὁ θεωρῶν· ἔχῃ, ἀλλ’ ἥδηται μᾶλλον αὐλοῦντος ἀκούων ἢ θεωρῶν, καὶ οὕτω φθείρῃ τὴν περὶ τὸν λόγον ἐνέργειαν ἡ τῆς αὐλητικῆς ἡδονή. ὁμοίως δὲ καὶ ἐπὶ ἰῶν ἄλλων συμβαίνει, ὅταν δύο ἐνεργείας τις κατὰ ταὐτὸν ἐνεργῇ· καὶ γὰρ ἡ ἡδίων τὴν ἑτέραν ἐκκρούει, καὶ τοσούτῶ μᾶλλον, ὅσῳ κατὰ ἰὴν ἡδονὴν διαφέρει. εἰ γὰρ σφόδρα ὑπερβάλλει τὴν ἐξ ἑτέρας ἡ τῆς ἑτέρας ἡδονή, καὶ παντελῶς ἀφανίζει τὴν ἀλλοτρίαν ἐνέργειαν, ὥστε μηδὲ ὅλως κατ’ αὐτὴν ἐνεργεῖν· διὰ τοῦτο ἐπειδὰν χαίρωμέν τινι σφόδρα, οὐ πάνυ δρῶμεν ἕτερον· εἰ δὲ οὐ πάνυ ἡδόμεθα ὁτῳοῦν, καὶ ἄλλα ποιοῦμεν, οἷον ποιοῦσι καὶ οἱ ἐν τοῖς θεάτροις τραγηματίζοντες· ὅταν γὰρ φαῦλοι οἱ ἀγωνιζόμενοι ὧσι καὶ οὐ πάνυ χαίρωσι τῷ θεάματι, τότε μάλιστα αὐτὸ δρῶσιν. ἐπεὶ τοίνυν ἡ μὲν οἰκεία ἡδονὴ τὰς ἐνεργείας ἐξακριβοῖ καὶ χρονιωτέρας καὶ βελτίους ποιεῖ ἡ δ’ ἀλλοτρία λυμαίνεται, φανερὸν ὅτι πολὺ διαφέρουσιν ἀλλήλων· σχεδὸν γὰρ ὥσπερ αἱ οἰκεῖαι ταῖς ἐνεργείαις λῦπαι κώλυμα γίνονται καὶ προχωρεῖν οὐκ ἐῶσιν, οὕτω καὶ αἱ ἀλλότριαι ἡδοναί. φθείρουσι γὰρ αἱ οἰκεῖαι λῦπαι τὰς ἐνεργείας· εἰ γάρ τις ἐπὶ τῷ γράφειν λυποῖτο. οὐ γράψει, καὶ εἴ τῳ τὸ λογίζεσθαι ἀηδές, οὐ θεωρήσει· τοῦτο δὲ πείσεται, καθὼς εἴρηται, καὶ ἀπὸ τῆς ἀλλοιρίας ἡδονῆς. εἰ τοίνυν ἡ ἀλλοτρία ἡδονὴ παραπλήσιον ποιεῖ ταῖς οἰκείαις λύπαις, ἡ δὲ οἰκεία λύπη τῇ οἰκείᾳ ἡδονῇ ἐναντίως ἔχει, φανερὸν ὅτι ἡ ἀλλοτρία ἡδονὴ τῇ οἰκεία ἐναντίως ἔχει· τὰ δὲ τοιαῦτα οὐ δύνανται τὰ αὐτὰ εἶναι τῷ εἴδει· ἡ ἄρα ἡδονὴ οὐκ ἔστι μία κατὰ τὸ εἶδος. |<Περὶ τοῦ ὅτι ἐπιεικείᾳ καὶ φαυλότητι καὶ ἔτι καθαρότητι διαφέρουσιν αἱ ἡδοναί· καὶ ὅτι ἑτέρων ζῴων καὶ ἕτεραι· καὶ τίς ἡ ἀληθής. κεφ. δ΄. >Ἐπεὶ δὲ ἑκάστη ἡδονὴ τῇ ἐνεργείᾳ, ὅθεν ἐστίν, οἰκείως ἔχει, αἱ δὲ ἐνέργειαι διαφέρουσιν ἀλλήλων ἐπιεικείᾳ καὶ φαυλότητι, καὶ αἱ μὲν αἱρεταί εἰσιν, αἱ δὲ φευκταί, αἱ δὲ οὐδέτερον, τὸν αὐτὸν τρόπον καὶ τὰς ἡδονὰς ἔχειν ἀνάγκη, καὶ τὰς μὲν ἀγαθὰς εἶναι, τὰς δὲ φαύλας, τὰς δὲ οὐδέτερ. ον τούτων· καὶ ἐπιεικὴς μὲν καὶ ἀγαθὴ ἡδονή ἐστιν ἡ οἰκεία τῆ ἐπιεικεῖ καὶ ἀγαθῇ καὶ σπουδαίᾳ ἐνεργείᾳ, φαύλη δὲ ἡ τῇ φαύλῃ ἐνεργείᾳ οἰκεία· καὶ γὰρ αἱ ἐπιθυμίαι τῶν μὲν καλῶν ἐπαινεταί, τῶν δὲ φαύλων ψεκταί· ἡ δὲ οἰκεία τῇ ἐνεργεία,, ἣ ουτε έπαινετὴ ἐστιν οὔτε ψεκτή. καὶ αὐτὴ οὐδέτερόν ἐστιν. ἐπεὶ δὲ τῇ ἐνεργείᾳ καὶ ὄρεξίς ἐστιν ὅθεν κινεῖταί τις ἐπὶ τὸ ἐνεργεῖν, ζητητέον πότερα μᾶλλόν ἐστιν οἰκεία, ἡ ἡδονὴ τῇ ἐνεργείᾳ ἢ τῇ ὀρέξει. φαίνεται δὲ ὅτι οἰκειοτέρα ἐστὶ τῇ ἐνεργείᾳ. τῇ μὲν γὰρ ὀρέξει ἡ ἡδονὴ οὕτε συμπέφυκεν οὔτε ἅμα γίνεται αὐτῇ κατὰ τὸν χρόνον ἀλλὰ διέστηκεν αὐτῆς καὶ τῷ χρόνῳ καὶ τῇ φύσει. προηγεῖται γὰρ ἡ ὄρεξις τῆς ἐνεργείας καὶ · τῆς ἐπ’ αὐτῇ ἡδονῆς· τῇ δὲ ἐνεργεία οὕτω συμπέφυκεν ἡ ἡδονὴ καὶ οὕτως ἀχωρίστως ἔχει, ὥστε ἀμφισβητεῖται, εἰ ταὐτόν ἐστι τῇ ἐνεργείᾳ ἡ ἡδονή. φαίνεται μὲν οὗν, ὅτι τῆ ἐνεργείᾳ μᾶλλον ᾠκείωται ἡ ἡδονὴ ἢ τῇ ὀρέξει· ταὐτὸν δὲ οὐκ̣ ἔστιν· οὐ γὰρ ταὐτὸν ἡδονὴ διανοίᾳ οὐδὲ αἰσθήσει οὐδεμίᾳ· ἄτοπον γὰρ οὕτως οἴεσθαι. ἀλλὰ τῷ ἀχωρίστως ἀλλήλων ἔχειν δοκεῖ μηδὲν διαφέρειν ἐνεργείας. |διάφοροι δέ εἰσι καὶ αὐταὶ αἱ ἡδοναὶ πρὸς ἀλλήλας, ὅτι καὶ αἱ ἐνέργειαι. |διαφέρει γὰρ ὄψις ἁφῆς καθαριότητι, καθόσον ἡ μὲν τοὺ εἴδους ἀντιλαμβάνεται μόνου, ἡ δὲ ἁφὴ τῇ ὕλῃ μᾶλλον προσάγει, καὶ ἡ ἀκοὴ ταύτῃ τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως διαφέρει, ὅτι τῆς ὕλης ἅπτονται μᾶλλον· ὅθεν καὶ αἱ ἑπόμεναι ἡδοναὶ διοίσουσιν ἀλλήλων καὶ τῶν ἐκ τῆς διανοίας ἡδονῶν, ὅτι διάφοροι αἱ ἐνέργειαι. καὶ αὐταὶ δὲ αἱ τῆς διανοίας ἡδοναὶ οὐχ αἱ αὐταὶ ἔσονται ἀλλήλαις, ὅτι διάφοροι ἐνέργειαι διανοίας φαίνεται δὲ ὅτι καὶ ἑκάστῳ ζῴῳ οἰκεία τίς ἐστιν ἡδονή, καθάπερ καὶ ἔργον ἐστὶν οἰκεῖον. εἰ γὰρ ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἀκολουθοῦσιν, ἑκάστῳ δὲ ζῴῳ οἰκεία τίς ἐστιν ἐνέργεια κατάλληλος τῇ φύσει, καὶ ἡδονὴ ἄν οἰκεία εἴη. τοῦτο δὲ καὶ καθ’ ἕκαστον θεωροῦντι γίνεται δῆλον. ἑτέρα γὰρ ἵππου ἡδονὴ καὶ κυνὸς καὶ ἀνθρώπου, καθάπερ Ἡράκλειτός φησιν, ὄνον σύρματα ἄν ἑλέσθαι μᾶλλον ἡ χρυσόν· ἥδιον γὰρ χρυσοῦ τροφὴ ὄνοις. αἱ μὲν οὗν οἰκεῖαι ἡδοναὶ ταῖς διαφόροις ἐνεργείαις καὶ αὐταὶ διάφοροί εἰσι· τὰς δὲ τῶν αὐτῶν ἐνεργειῶν τὰς αὐτὰς εὔλογον εἶναι κατὰ τὸ εἶδος· διοίσουσι δὲ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. ὅτι γὰρ ταῖς αὐταῖς ἐνεργείαις οὐχ ὁμοίως ἥδονται πάντες, φανερόν, ἐπεὶ καὶ τοσαύτη γίνεται ἡ διαφορά, ὥστε τοῖς αὐτοῖς τοὺς μὲν ἥδεσθαι, τοὺς δὲ λυπεῖσθαι· καὶ γλυκέα οὐ πᾶσι τὰ αὐτά· οὐ γὰρ τὰ αὐτὰ δοκεῖ γλυκέα τῷ πυρέττοντι καὶ τῷ ὑγιαίνοντι, οὐδὲ θερμὰ τὰ αὐτὰ τῷ ἀσθενεῖ καὶ τῷ εὐεκτοῦντι. τοῦτο δὲ καὶ ἐφ’ ἑτέρων συμβαίνει. καθάπερ δὲ ἐπὶ τῶν τοιούτων ἡδέων τὰ ἀληθῶς ἡδέα ἰῶν δοκούντων ἀπὸ τῶν ὑ. γιαινόντων γνωσόμεθα διελεῖν· οὕτω καὶ τὰς ἐν τῷ ἤθει ἡδονὰς ἀπὸ ἰῶν εὗ ἐχόντων περὶ τὸ ἦθος, δηλαδὴ τῶν σπουδαίων, διορισόμεθα. εἰ δὲ τοῦτο καλῶς λέγεται καὶ ἑκάστου μέτρον ἡ ἀρετή, καὶ τὸ ἀγαθὸν εἶναι διὰ τὴν ἀρετήν ἐστιν ἑκάστῳ, καὶ ἡδοναὶ ἀν’ εἶεν ἀληθῶς αἱ τῷ σπουδαίῳ φαινόμεναι ἡδοναί, καὶ ἡδέα οἷς οὗτος χαίρει· πρὸς ἃ δὲ οὗτος ἀηδῶς ἔχει, οὐκ ἂν εὐλόγως ἡδέα λέγοιντο οὐδὲ ἡδοναί. εἰ δὲ τοῖς διεφθαρμένοις ἡδέα δοκεῖ ταῦτα, οὐδὲν θαυμαστόν. πολλαὶ γὰρ φθοραὶ καὶ λῦμαι ἀνθρώπων γίνονται καὶ ἡδεῖς εἰσιν, ἀλλ’ οὐχ ἁπλῶς ἡδεῖς, ἀλλὰ τοῖς γε διεφθαρμένοις· τὰς μὲν οὖν ὁμολογουμένων αἰσχρὰς δῆλον ὡς οὐκ ἂν εἴη ῥητέον ἡδονὰς εἶναι, πλὴν τοῖς διεφθαρμένοις. τῶν δὲ ἐπιεικῶν ἡδονῶν τίνα ῥητέον κυρίως ἀνδρωπίνην ἡδονὴν εἶναι; καὶ τοῦτο δὲ φανερὸν ἐκ τῶν εἰρημένων. ἐπεὶ γὰρ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἑπόμεναι ἡδοναί, ληπτέον τὴν ἀνθρωπίνην ἐνέργειαν, ἣ τ· οῦ ἀνθρώπου ἐστὶ καθό ἐστιν ἄνθρωπος, εἴτε μία ἐνέργειά ἐστιν εἴτε πλείους· καὶ δὴ ταύτας τὰς ἐνεργείας αἱ τελειοῦσαι ἡδοναὶ τὰς τοῦ τελείου κα μακαρίου ἀνδρός, αὗταί εἰσιν αἱ τοῦ ἀνθρώπου, ᾖ ἄνθρωπος, ἡσοναί· αἱ δὲ λοιπαὶ δευτέρως καὶ πολλοστῶς λέγοιντο ἃν ἀνθρώπιναι, καθάπερ καὶ αἱ ἐνέργειαι. |<Περὶ εὐδαιμονίας. κεφ. ζ΄. >Ἐπεὶ δὲ περὶ τῶν ἀρετῶν εἴρηται καὶ τῆς φιλίας καὶ τῆς ἡδονῆς, λοιπὸν περὶ εὐδαιμονίας τύπῳ διελθεῖν, ἐπεὶ τέλος αὐτὴν εἶναι τῶν ἀνθρωπίνων πάντων φαμέν. γένοιτο δ’ ἂν ἡμῖν σαφὴς καὶ ῥᾴδιος ὁ λό- γος, τὰ προειρημένα περὶ τῆς εὐδαιμονίας ἀναλαβοῦσιν. εἴρηται τοίνυν περὶ αὐτῆς ἐν τῷ ιγ΄ κεφαλαίῳ τοῦ πρώτου βιβλίου, ὅτι οὐκ ἔστιν ἕξι; · εὐδαίμων γὰρ ἄν εἴη καὶ ὁ διὰ βίου καθεύδων καὶ ὁ φυτῶν βίον ζῶν καὶ ἔτι ὁ τὰ μέγιστα δυστυχῶν· ἐνδέχεται γὰρ ἕξιν ἔχοντα ἀρετῆς οὕτω βιῶναι. εἰ δὲ τοῦτο ἄδοξον, εὐδαίμονα τὸν οὕτως ἔχοντα καλεῖν, ἐνέργειά τις ἂν εἴη ἡ εὐδαιμονία. ζητητέον δὴ τίς τῶν ἀνθρωπίνων ἐνεργειῶν ἐστιν. ἐπεὶ γὰρ αἱ μὲν τῶν ἐνεργειῶν ἀναγκαῖαί εἰσι καὶ πρὸς ἄλλα φέρουσι καὶ δι’ ἄλλα ζητοῦνται, αἱ δὲ καθ’ ἑαυτάς εἰσιν αἱρεταί, δῆλον ὅτι τὴν εὐδαιμονίαν θετέον εἶναι τῶν καθ’ ἑαυτὰς αἱρετῶν· αὐτάρκης γὰρ ἡ εὐδαιμονία καὶ οὐδενός ἐστιν ἐνδεής· τὸ δὲ δι’ ἄλλο αἱρετὸν ἐκείνου δεῖται, δι’ ὃ ζητεῖται πρὸς τὸ αἱρετὸν εἶναι καὶ ἀγαθόν. καθ’ ἑαυτὰς δέ εἰσιν αὐτάρκεις αἱ κατὰ τὰς ἀρετὰς ἐνέργειαι, ἃς οὐ δι’ ἄλλο ζητοῦμεν ἀλλὰ δι’ ἑαυτάς. τὸ γὰρ τὰ καλὰ καὶ σπουδαῖα πράττειν τῶν καθ’ ἑαυτὰ αἱρετῶν· καὶ τῶν παιδιῶν δὲ αἱ ἡδεῖαι οὐ δι’ ἄλλα ζητοῦνται· οἱ γὰρ αἱρούμενοι αὐτὰς οὐδὲν ἐξ αὐτῶν ὠφελοῦνται· βλάπτονται μὲν οὖν μᾶλλον, τῶν σωμάτων ἀμελοῦντες, καὶ ἦς κτήσεως τῶν ὑπὲρ τοῦ σώματος ζητουμένων. διὰ τοῦτο καὶ πολλοὶ τῶν εὐτυχῶν καὶ κατὰ τὸν βίον εὐθυμουμένων ἐπὶ τὸν παιδιώδη τρέχουσι βίον καὶ πολλοῦ τιμῶνται τοὺς εὐτραπέλους· καὶ οἱ παρὰ τοῖς τυράννοις παίζειν ἡδέως εἰδότες εὐδοκιμοῦσιν· ἡδεῖς γάρ εἰσιν, αὐτοῖς παρέχοντες ὧν ἐφίενται καὶ δέονται πρὸς τὴν νομιζομένην εὐδαιμονίαν. δοκεῖ μὲν οὖν τὰς παιδιὰς εὐδαιμονικὰς εἶναι διὰ τὸ τοὺς ἐν δυναστείαισ ἐν τούτοις μάλιστα |διατρίβειν· οὔκ εἰσι δέ· οὐ γὰρ ἱκανὸν σημεῖον τῶν· τοιούτων ἀνδρῶν ἡ ψῆφος. οὐ γὰρ ἐν τῷ δυναστεύειν ἡ ἀρειὴ οὐδὲ ὁ ὑγιαίνων μάλιστα νοῦς, ἀφ’ ὧν αἱ σπουδαῖαι ἐνέρ· -γειαι. οὐδὲ γὰρ ἐπεὶ τῆς ἐλευθερίου καὶ εἰλικρινοῦς ἡδονῆς ἄγευστοι καθάπαξ ὄντες ἐπὶ τὰς σωματικὰς καταφεύγουσιν ἡδονάς, διὰ τοῦτο ταύτας εὔλογον οἴεσθαι τῶν ὡς ἀληθῶς αἱρετωτέρας εἷναι. καὶ γὰρ οἱ παῖδες τὰ παρ’ αὐτοῖς τιμώμενα κράτιστα οἴονται εἶναι· ἀλλ’ οὔτε τοῖς ἀνδράσι τίμια τὰ τῶν παίδων δοκεῖ, οὔτε ἐπιεικεῖς οὐ θαυμάσουσιν ὅπερ οἱ φαῦλοι· ἀλλὰ τοὺς μὲν ἡ δοκοῦσα τοὺς δὲ ἡ ἀληθὴς ἡδονὴ μάλιστα τέρψε καθάπερ οὖν ἐν ἀρχῇ εἴρηται, τὰ ὡς ἀληθῶς τίμια καὶ σπουδαῖά ἐστιν, ἃ θαυμάζει καὶ οἷς ἥδεται ὁ σπουδαῖος. ἐπεὶ δὲ ἀκολούθους ταῖς ἕξεσι ταῖς ἐν τῇ ψυχῇ καὶ τὰς ἐνεργείας ἕκαστος ἐπιζητεῖ, καὶ ταύτας οἴεται μάλιστα αἱρετωτάτας εἶναι, ὁ δὲ σπουδαῖος κατὰ τὴν ἕξιν τῆς ἀρετῆς ζῇ, φανερόν, ὅτι ταῖς ἐνεργείαις ἡσθήσεται ταῖς κατὰ τὴν ἀρετήν, καὶ ταύτας τιμίας ἡγήσεται καὶ ἡδείας· τῶν δὲ παιδιῶν, ὡς ἀλλοτρίων τῆς ἕξεως καταφρονήσει. ἐπεὶ δὲ ὀρθῶς καὶ ὑγιῶς οὗτος ψηφίζεται, οὐκ ἄρα τίμιον ἡ παιδιά, οὐδ’ ἄρα ἐν αὐτῇ ἡ εὐδαιμονία. καὶ γὰρ ἄτοπον παιδιὰν εἶναι τῶν ἀνθρωπίνων τὸ τέλος καὶ πάντα πραγματεύεσθαι καὶ κακοπαθεῖν διὰ βίου τοῦ παίζειν χάριν. εἰ γάρ τις ὑπόθοιτο ταύτην εἶναι τὴν εὐδαιμονίαν, ἀκόλουθόν ἐστι καὶ ταῦτα δὴ συγχωρεῖν. τῆς γὰρ εὐδαιμονίας ἕνεκα πάντα ζητοῦμεν· τῆς παιδιᾶς δὲ χάριν πονεῖν διὰ βίου καὶ σπουδάζειν ἠλίθιόν τι δοκεῖ λίαν εἶναι, καὶ τοῦτο δὴ παιδικόν. τὸ ἀνάπαλιν μὲν οὖν ἕνεκα τοῦ δύνασθαι σπουδάζειν παίζειν αἱρεῖσθαι κατ’ Ἀνάχαρσιν καλῶς καὶ ὀρθῶς ἄν ἔχοι. καὶ γὰρ ἀνάπαυσίς τις ἡ παιδιὰ τοῖς ἀγωνιζομένοις, συνεχῶς οὐ δυναμένοις πονεῖν, ἣ τὴν δύναμιν αὐτοῖς ἀνακαινουμένη, τοῖς πόνοις ἀκμῆτας ἀποδίδωσιν. ὅθεν οὐ τέλος ἡ ἀνάπαυσις ἀλλ’ ἀναπαύσεως ἐνέργεια τέλος. ἔτι πᾶσιν ὁμολογεῖται τὸν εὐδαίμονα βίον κατὰ τὴν ἀρετὴν εἶναι· οὗτος δὲ μετὰ σπουδῆς· καὶ ὁ σπουδαῖος οὐ παίζων ἀλλά σπουδάζων. ἔτι δὲ βελτίω λέγομεν εἶναι τὰ σπουδαῖα τῶν μετά παιδιᾶς καὶ γελοίων· καὶ τὴν ἐνέργειαν βελτίονος τῆς ψυχῆς μέρους σπουδαιοτάτην φαμέν· τὸ δὲ βέλτιον κα τοὺ βελτίονος μέρους μᾶλλον τῇ εὐδαιμονίᾳ προσήκει. ἔτι ἡ μὲν ἀπόλαυσις τῶν σωματικῶν ἡδονῶν κοινή ἐστι καὶ τοῖς τυχοῦσι καὶ τοῖς φαύλοις καὶ ἀνδραπόδοις καὶ τοῖς μοχθηροτάτοις ἔνεστιν οὐχ ἧττον ἢ τοῖς ἀρίστοις· ἡ δὲ εὐδαιμονία τῶν ἀρίστων λέγεται μόνον, καὶ οὐδεὶς ἄν εἴποι καὶ τοῖς φαύλοις προσεῖναι, καὶ γὰρ οὐδὲ βίον τὸν αὐτὸν ἀμφοτέρων εἶναι, ὅτι μὴ κατὰ τὴν φαύλην διαγωγὴν ἡ εὐδαιμονία, ἀλλ’ ἐν ταῖς κατ’ ἀρετὴν ἑνεργείαις, καθάπερ καὶ πρότερον εἴρηται. <Περὶ τῆς θεωρητικῆς εὐδαιμονίας. κεφ. η΄. >Ἐπεὶ δὲ ἡ εὐδαιμονία ἐν ταῖς κατ’ ἀρετὴν ἐνεργείαις δέδεικται οὖσα, εἴ τις εἴη κρατίστη τῶν τοιού· των ἐνεργειῶν, μάλιστα ἐν ταύτῃ ἄν εἴη. κράτιστον γὰρ καὶ ἄριστον ἡ εὐδαιμονία· κρατίστη δὲ ἐνέργεια ἡ τοῦ κρατίστον τῶν ἐν ἡμῖν ἐνεργούντων, ὃ κατὰ φύσιν ἄρχει 1 καὶ ἡγεῖται πρὸς τὴν ἀλήθειαν, καὶ τὸ ἀγαθόν, εἴτε νοῦς τοῦτο ἂν καλοῖτο εἴτε ἄλλο τι, ὃ δὴ ἔννοιαν ἔχει περὶ καλῶν τε καὶ θείων, εἴτε θεῖον ὂν καὶ αὐτὸ εἴτε τῶν ἐν ἡμῖν τὸ θειότατον· ἡ δὴ τούτου ἐνέργεια εὖ καὶ καλῶς γινομένη καὶ κατὰ τὴν οἰκείαν ἀρετὴν εἴη ἄν ἡ τελεία εὐδαιμονία καὶ ἔστι θεωρητική, καθὼς πρότερον εἴρηται· ὅτι δὲ ἐν ταύτῃ τῇ ἐνεργείᾳ ἐστὶν ἡ τελεία εὐδαιμονία, καὶ τὰ προειρημένα ἡμῖν περὶ τῶν ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ ἀλήθεια μαρτυρεῖ. καὶ γὰρ ὡς ἐν τῷ περὶ φιλίας εἴρηται, ὁ νοῦς ἐστι τὸ ἡμέτερον εἶναι καὶ διὰ τοῦτο κρατίστη ἐστὶν ἡ αὐτοῦ ἐνέργεια, καὶ ἃ γινώσκει κράτιστά εἰσι τῶν αἰσθήσει γινωσκομένων· εἰ δὲ ἅριστον δεῖ εἶναι τὴν εὐδαιμονίαν, ἐν τῷ ἀρίστῳ εἶναι πᾶσα ἀνάγκ. η. ἔτι τὸ συνεχὲς ἀποδιδόναι δεῖ τῇ εὐδαιμονίᾳ. οὕτω γὰρ ἄν τελείως δύναιτό τις εὐδαιμονεῖν, μὴ διακοπτομένης αὐτῷ τῆς εὐδαιμονίας. τοῦτο δὲ θεωροῦσι μάλιστα δυνατόν· θεωρεῖν γὰρ δυνάμεθα συνεχῶς μᾶλλον ἢ ὁτιοῦν ἕτερον πράττειν. ἔτι καὶ ἡδονὴν οἰόμεθα δεῖν τῇ εὐδαιμονίᾳ παραμεμῖχθαι, ἡδίστη δὲ τῶν καῖ’ ἀρετὴν ἐνεργειῶν ἡ κατὰ σοφίαν ὁμολογουμένως ἐστί· φαίνεται τοίνυν ἡ φιλοσοφία ία θαυμαστὰς ἔχουσα ἡδονὰς 017 τε τὴν καθαριότητα καὶ τὸ ὕλης ἀπηλλαγμένη καθάπαξ εἶναι καὶ διὰ τὸ βέβαιον, ὅτι περὶ τὰ ἀκίνητα καὶ ὡσαύτως ἔχοντα ἐνεργεῖ. ἡ γὰρ πρακτικὴ τῆς τε ὕλης δεῖται περί τε τὰ ἐνδεχόμενά ἐστι· τοιαῦτα γὰρ τὰ πρακτά· ὅθεν οὐκ ἔνι τελείως κατὰ ταύτην εὐδαιμονεῖν. |ἔτι καὶ αὐτάρκη τὸν εὐδαίμονα εἶναι δεῖ. τοῦτο δὲ τῆς θεωρητικῆς ἐστι μᾶλλον ἢ τῆς ἑτέρας· τῶν μὲν γὰρ πρὸς τὸ ζῆν ἀναγκαίων καὶ ὁ θεωρητικὸς δεῖται καὶ ὁ πρακτικός. πρὸς τούτοις δὲ ὁ μὲν πρακτικὸς καὶ ἄλλων δεῖται πρὸς τὸ τὴν ἀρετὴν ἐνεργῆσαι· καὶ γὰρ ὁ δίκαιος δεῖται πρὸς οὓς δικαιοπρα γήσει καὶ μεθ’ ὧν καὶ ὁ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ τῶν ἄλλων ἕκαστος, ὁ δὲ σοφός καὶ καθ’ ἑαυτὸν ὢν δύναται θεωρεῖν καὶ οὐδενὸς δεῖται πρὸς τοῦτο καὶ μᾶλλον ὅσῳ σοφώτερος· εἰ δὲ δεῖταί πὼς καὶ αὐτὸς ἄλλων, ὅτι μετ’ ἄλλων βέλτιον θεωρήσει, πρός γε τὸ τὴν ἐνέργειαν τελείως ἐνεργῆσαι καὶ καθ’ ἑαυτὸν αὐταρκέστατός ἐστιν. ἔτι και δι’, ἑαυτὴν αἱρετὴν καὶ ἀγαπητὴν εἶναι δεῖ τὴν εὐδαιμονίαν. φαίνεται δὲ ἡ θεωρητικὴ ζωὴ αὐτὴ δι’ ἑαυτὴν φιλουμένη. καὶ γὰρ οὐδὲν ἀπ’ αὐτῆς ἄλλο ζητοῦμεν, οὐδέ τι γίνεται ἡμῖν ἕτερον παρὰ τὸ θεωρεῖν· ἀφ᾿ ἑκάστης δὲ τῶν πρακτικῶν ἀρετῶν ἔστι τι ἄλλο ἢ μικρὸν ἢ μεῖζον λαβεῖν. καὶ γὰρ ἀπὸ μὲν τῆς ἀνδρείας νίκη, ἀπὸ δὲ σωφροσύνης ἡ κατὰ ψυχὴν ἠρεμία, ἀπὸ δὲ φρονήσεως τὸ εὑρεῖν τὰ πρὸς τὸ ἔσχατον φέροντα τέλος, ἀπὸ δὲ πασῶν ἡ πολιτικὴ εὐδαιμονία, τῇ δὲ θεωρίᾳ οὐδὲν ἀκολουθεῖ, οἱ ὃ δοκεῖ δέον εἶναι ζητεῖσθαι, ἀλλὰ αὐτὴ δι’ ἑαυτὴν ἀγαπᾶται. φαίνεται ἄρα ταύτην εἶναι τὴν ἀνθρωπίνην εὐδαιμονίαν. ἔτι καὶ ἐν ἠρεμίᾳ τινὶ καὶ σχολῇ συνεστάναι δεῖ τὴν εὐδαιμονίαν. τέλος γάρ τί ἐστιν ἡ σχολή, καὶ ἀσχολούμεθα ἵνα δυνηθῶμεν σχολάσαι, καὶ πόλεμον αἱρούμεθα διὰ τὴν εἰρήνην. αἱ μὲν οὖν ἐνέργειαι τῶν πρακτικῶν ἀρετῶν ἐν τοῖς πολιτικοῖς εἰσι καὶ πολεμικοῖς· αἱ δὲ τοιαῦται πράξεις μάλιστα |δοκοῦσι πόρρω πάσης ἠρεμίας καὶ σχολῆς εἶναι· αἱ μὲν πολεμικαὶ παντελῶς· οὐδὲν γὰρ ἐν αὐταῖς ἐστιν ἠρεμίας· εἰ γὰρ ἦν, δι’ ἑαυτὸ ἄν ὁ πόλεμος ἐζητεῖτο. οὐδεὶς δὲ αἱρεῖται τὸ πολεμεῖν τοῦ πολεμεῖν ἕνεκα, οὐδέ τις ἐθέλει δι’ ἑαυτὸν τὸν πόλεμον παρασκευάζειν· δόξειε γὰρ ἂν μιαιφόνος τις εἶναι, εἰ τοὺς φίλους πολεμίους ποιοῖτο, ἵνα μάχαι καὶ φόνοι γίνωνται. εἰσὶ δὲ καὶ αἱ τοῦ πολιτικοῦ πράξεις φανερῶ. ἄσχολοι καὶ παρ’ αὖ τὸ τὸ πολιτεύεσθαι περιποιουμένου δυναστείας καὶ τιμὰς ἣ τήν γε εὐδαιμονίαν ἑαυτῶ καὶ τοῖς πολίταις· ἑτέρα γὰρ ἡ αὐτοῦ καὶ ἄλλη ἡ τῆς πόλεως εὐδαιμονία. καὶ δῆλον· εὐδαίμων γὰρ αὐτὸς γενόμενος οὐκ ἀγαπᾷ ἀλλὰ καὶ τὴν πολιτικὴν ζητεῖ, δῆλον ὡς ἑτέραν οὖσαν. ἐπεὶ τοίνυν τῶν μὲν κατὰ τὰς ἀρετὰς πράξεων αἱ πολιτικαὶ καὶ πολεμικαὶ κάλλει καὶ μεγέθει προέχουσιν, αὗται δὲ ἄσχολοι καὶ τέλους τινὸς ἐφίενται καὶ οὐ δι’ ἑαυτάς εἰσιν αἱρεταί, ἡ δὲ τοῦ νοῦ ἐνέργεια σπουδαιοτέρα τέ ἐστιν, ὅτι τοῦ βελτίστου τῆς ψυχῆς ἐστι μέρους καὶ οὐδενὸς ἕνεκα ζητεῖται οὐδὲ ἄλλου παρ’ αὐτὴν ἐφίεται τέλους ἔχει τε οἰκείαν ἡδονὴν μείζονα ἢ κατὰ τὰς πρακτικὰς ἐνεργείας, ἣ δὴ ἡδονὴ συναύξει τὴν ἐνέργειαν, ἔτι δὲ ἡ τοῦ νοῦ ἐνέρηεια καὶ αὐτάρκης ἐστὶ μάλιστα καὶ ἠρεμαία, ὡς ἀνθρώποις δήπουθεν δυνατόν, καὶ ὅσα ἄλλα τῷ μακαρίῳ ἀπονέμονται. κατὰ ταύτην τὴν ἐνέργειαν φαίνεται ὄντα, φανερὸν ὅτι ἡ τελεία τοῦ ἀνθρώπου εὐδαιμονία αὕτη ἂν εἴη τέλειον μῆκος βίου λαβοῦσα· τῶν γὰρ τῆς εὐδαιμονίας οὐδὲν ἀτελὲς εἶναι προσήκει. <Ὅτι μείζων ἢ καὶ ἄνθρωπον ἡ θεωρητικὴ εὐδαιμονία· καὶ ἔτι περὶ τῆς ἠθικῆς, ἤγουν τῆς κατ’ ἄνθρωπον. κεφ. θ΄. >Ἐστι δὲ ὁ τοιοῦτος βίος κρείττων ἢ κατὰ ἄνθρωπον. ὁ γὰρ οὕτω ζῶν οὐχ ᾖ ἄνθρωπος οὕτω βιοῖ, ἀλλὰ καθό τι θεῖον αὐτῷ ὑπάρχει· ὅσῳ δὴ διαφέρει τοῦτο δὴ τὸ θεῖον τοῦ καθ’ ἡμᾶς συνθέτου. τοσοῦτον διοίσουσιν αἱ τούτου ἐνέργειαι τῶν ἄλλων ἀνθρωπίνων ἐνεργειῶν καὶ ἡ τούτου ἀρετὴ τῆς ἄλλης ἠθικῆς ἀρετῆς. εἰ γὰρ θεῖον ὁ νοῦς πρὸς τὸν ἄνθρωπον καὶ ὁ κατὰ νοῦν βίος θεῖος πρὸς τὸν ἀνθρώπινον βίον. οὐ χρὴ δὲ ταῖς ἐνίων παραινέσεσιν ἑπομένους ἀνθρώπινα φρονεῖν ἀνθρώπους ὄντας καὶ θνητὰ θνητούς, ἀλλ’ ἐφ’ ὅσον ἐνδέχεται ἕκαστον ἑαυτὸν ἀπαθανατίζειν καὶ πάντα ποιεῖν πρὸς τὸ ζῆν κατὰ τὸ κράτιστον τῶν ἐν αὑτῷ. κράτιστον δὲ τῶν ἐν ἡμῖν ὁ νοῦς ἐστιν. εἰ γὰρ μεγέθει καὶ ὄγκῳ οὐδενὸς ὑπερέχει διὰ τὸ ὑπερβαίνειν τὴν ὕλην, ἀλλὰ τῇ γε δυνάμει καὶ τιμιότητι μέγιστόν ἐστιν ἁπάντων· ἐπεὶ καὶ δεινῶς ἄτοπον, εἴ τις ἑαυτῷ μὴ ζῴη μηδὲ τὸν ἑαυτοῦ βίον αἱροῖτο ἀλλὰ τόν τινος ἄλλου’ καὶ γὰρ αὐτός ἐστιν ἕκαστος τὸ κυριώτατον καὶ ἄριστον τῶν ἐν αὐτῷ, καὶ <κατὰ> τοῦτο ἑαυτῷ ἄν βιῴη καὶ τὸν οἰκεῖον μάλιστα βίον. ἄλλως τε τὸ πρότερον λεχθὲν ἁρμόσει καὶ νῦν· τὸ γὰρ οἰκεῖον τῇ φύσει ἑκάστου, τοῦτο κράτιστον καὶ ἥδιστόν ἐστιν ἐκάστῳ· τῷ ἀνθρώπῳ δὲ οἰκεῖον μάλιστα πάντων τὸ κατὰ νοῦν ἐνεργεῖν, εἴπερ αὐτός ἐστιν ὁ νοῦς· οἰκεῖον δὲ τὸ καθ’ ἑαυτὸν ἐνεργεῖν ἑκάστῳ τῶν ἐνεργούντων· κράτιστος ἄρα <καὶ> ἥδιστος ὁ κατὰ βίος ἀνθρώπῳ· οὗτος ἄρα καὶ εὐδαιμονέστατος, καὶ αὕτη ἄν εἴη πρώτως ἡ ἀνθρωπίνη εὐδαιμονία. δευτέρως δὲ ἡ κατὰ τὴν ἄλλην ἀρετήν. αἱ γὰρ κατ’ αὐτὴν ἐνέργειαι ἀν’ θρωπικαὶ ἐν τῖς πρὸς ἀλλήλους τῶν ἀνθρώπων κοινωνίαις συνιστάμεναι. δίκαια γὰρ καὶ ἀνδρεῖα καὶ τὰ ἄλλα τὰ κατὰ τἁς ἀρετὰς πρὸς ἀλλήλους πράττομεν ἐν πράξεσι καὶ χρείαις καὶ συναλλάγμασι καὶ τὰ πάθη παιδαγωγοῦμεν, τὸ πρέπον τῷ πλησίον διατηροῦντες· ταῦτα δὲ πάντα τὴν σύνθετον ταύτην συντηροῦσι ζωήν. τὰ δὲ τοιαῦτα ἀνθρωπικά. ἔτι αἱ ἠθικαὶ ἀρεταὶ πολλὴν ἔχουσιν ἐνίοτε ἀπὸ τοῦ σώματος τὴν σκοπήν· καὶ γὰρ σωφρονικοί τινές εἰσι φύσει καὶ πρὸς ἀνδρείαν εὖ ἔχουσι καὶ πρὸς μεγαλοψυχίαν ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως, καὶ ὅλως σφόδρα ᾠκείωται τοῖς πάθεσιν ἡ ἠθικὴ ἀρετή. καὶ αὐτὴ δὲ ἡ φρόνησις. συνέζευκται γάρ τῇ τοῦ ἤθους ἀρειῇ, #x003E; καὶ δέδεικται ἐν τοῖς ἔμπροσθεν, ἐπεὶ φρόνησις μὲν τὰς ἀρχὰς ἀπὸ τῶν ἠθικῶν ἀρετῶν ἔχει· τὸ γὰρ ὁρθοδοξεῖν περὶ τὸ τέλος ἐκεῖθεν. ἡ δὲ ἠθικὴ ἀρετή, πῶς δεῖ τοῦ τέλους τυχεῖν ἀπὸ τῆς φρονήσεως λαμβάνει, καθὼς ἐν τῷ ιγ' κεφαλαίῳ τοῦ ς' βιβλίου διείληπται. ἐπεὶ τοίνυν ἡ μὲν ἠθικὴ ἀρετὴ περὶ τὰ ἀνθρώπινά ἐστι πάθη καὶ τούτοις ἐστὶ συνημμένη, ταύτης δὲ ἀχώριστος ἡ φρόνησις εἶναι ἐδείχθη, φανερὸν ὅτι πᾶσα ἀρετὴ πρακτικὴ τοῖς πάθεσίν ἐστι συνημμένη· περὶ τὸ σύνθετον ἄρα καὶ τὴν ἐν τούτῳ ζωήν· αἱ δὲ τοὺ συνθέτου ἀρεταὶ ἀνθρωπικαί· ὁ γὰρ τοῦ ἀνθρώπου ὁρισμὸς ἀπὸ τοῦ συνθέτου· ὥστε καὶ ὁ βίος, ὁ κατὰ ταύτας τὰς ἐνεργείας, ἀνθρω|πικὸς καὶ ἡ εὐδαιμονία· ὁ δὲ κατὰ νοῦν βίος μόνος ἐστὶ κεχωρισμένος τῶν ἀνθρωπίνων καὶ ἡ κατὰ τοῦτονεὐδαιμονία. πῶς δὲ κεχωρισμένος ἐστί, καὶ ὡς ἔχει, διακριβῶσαι, μεῖζόν ἐστι τοῦ προκειμένου καὶ θεολογίᾳ μᾶλλον προσῆκεν· τοσοῦτον ὸὲ μόνον εἰπεῖν ἀρκέσει ἐν τῷ παρόντι, ὅτι τὰ ἀνθρώπινα ὑπερβαίνει. τοῦτο δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον. οὐ γὰρ δεῖται τῶν ἐκτὸς καὶ τῆς ἐκεῖθεν χορηγίας εἰς τὴν οἰκείαν ἐνέργειαν. δεῖται μὲν γὰρ ὁ θεωρῶν, ἄνθρωπος ὤν, τῶν πρὸς τὸ ζῆν ἀναγκαίων, εἰς δὲ αὐτὴν τὴν ἐνέργειαν οὐδενός· ὁ δὲ πρακτικὸς δεῖται μὲν καὶ ὧν ὁ θεωρητικός, καὶ μᾶλλον οὗτος, ὅσῳ καὶ μᾶλλον τῷ σώματι ματι πρὸς τὰς ἐνεργείας χρῆται· δεῖται δὲ ἔτι πρὸς τἀς ἐνεργείας καὶ τῆς ἔξωθεν χορηγίας. ὁ μὲν γὰρ ἐλευθέριος χρημάτων πρὸς τὸ τὰ ἐλευθέρια πράττειν, ὁ δὲ δίκαιος, ἵνα ἀνταποδῷ. χωρὶς γὰρ τῶν ἔξωθεν τούτων οὐ πράξουσιν οὐδὲν τῶν κατὰ τὴν οἰκείαν ἀρετὴν ἕκαστος. δεῖ γὰρ τῷ μὲν ἀνδρείῳ καιροῦ τινος καταλλήλου καὶ τῆς ἐν σώματι δυνάμεως, ὅθεν ἐπιδείξεται τὴν τόλμαν καὶ τὴν καρτερίαν, καὶ τῷ σώφρονι ἐξουσίας καὶ τοῦ δύνασθαι, εἰ βούλοιτο, ταῖς ἡδοναῖς ἐφεῖναι· καὶ τῶν ἄλλων ἑκάστῳ χρεία τῶν καταλλήλων, ἐν οἷς δύναται πρᾶξαι τὴν ἀρετήν. ἄνευ γὰρ τοῦ πρᾶξαι κατὰ τὴν ἕξιν τῆς ἀρετῆς μάλιστα μὲν ἄδηλος ἡ βούλησις καὶ ἡ ἕξις. προσποιοῦνται γὰρ ἔνιοι μὴ δίκαιοι ὄντες βούλεσθαι δικαιοπραγεῖν, καὶ ἐν μόνῃ τῇ προαιρέσει, ἀλλὰ δεῖ καὶ τῆς πράξεως· ἐν ἀμφοῖν γάρ ἐστι· κ ὰ οὕτως ἐν ἀμφοῖν ἐστιν, ὥστε ζητεῖται ἐν ποτέρᾳ μᾶλ|λόν ἐστιν ἡ ἀοετή, ἐν τῆ προαιρέσει ἢ ἐν τῇ πράξει. τὸ γὰρ τέλειον δῆλον ὡς ἐν ἀμφοῖν ἄν εἴη. φανερὸν τοίνυν, ὅτι ἡ πρακτικὴ ἀρετὴ πρὸς τὸ τέλειον εἶναι τῆς ἔξωθεν χορηγίας δεῖται, καὶ τοσούτῳ πλείονος, ὅσῳ μείζων ἐστὶ καὶ καλλίων· αἱ γὰρ κατ’ αὐτὴν πράξεις μεγάλαι καὶ ἀξιόλογοι οὖσαι καὶ πλειόνων δεήσονται τῶν ἔξωθεν. τῷ δὲ θεωρητικῷ οὐδενὸς τῶν τοιούτων πρός γε τὴν ἐνέργειαν χρεία· ἀλλ’ ὡς εἰπεῖν, καὶ ἐμποδὼν ἵσταται ταῦτα τῆ θεωρίᾳ. δεήσεται δὲ οὐχ ὡς θεωρητικὸς ἀλλ’ ὡς πρακτικός, ἐπεὶ ἄνθρωπος ὢν καὶ ἀνθρώποις συζῶν αἱρεῖται τὰ κατὰ τὴν πρακτικὴν ἀρετήν, ἵνα πρὸς τοὺς συνόντας ἰὰ ἀνθρώπινα σώζῃ. <Ἔτι περὶ τοῦ θεωρητικοῦ βίου καὶ ὅτι ἡ τελεία εὐδαιμονία αὐτῷ ἐστι. κεφ. ι΄. >Φαίνεται δὲ καὶ ἐκεῖθεν ἐν τῷ θεωρητικῷ βίῳ συνεστάναι τὴν τελείαν εὐδαιμονίαν. ἡ γὰρ θεωρία μόνον θεοῦ ἔργον ἐστίν, ὅς ἐστιν ἀληθῶς μακάριος καὶ εὐδαίμων. ποίας γὰρ ἄλλας πράξεις ἀποδοτέον αὐτῷ: τὰς δικαίας; ἢ γελοῖον συναλλάττειν αὐτὸν καὶ παρακαταθήκας ἀποδιδόναι καἰ ὅσα ἄλλα τοιαῦτα· ἀλλὰ τὰς ἀνδρείας; πῶς οὖν ὑπομενεῖ τὰ φοβερὰ καὶ περὶ τῆς ζωῆς κινδυνεύσει τοῦ καλοῦ ἕνεκα; καὶ γὰρ καὶ εἰπεῖν ἄτοπον· ἀλλὰ τὰς ἐλευθερίους; τίνι οὖν καὶ τί δώσει; ἄτοπον δὲ εἰ καὶ ἔσται αὐτῷ νόμισμα ἤ τι τοιοῦτον, οὗ δεόμενος αὐτὸς εἰς τὸν βίον, ἔπειτα ἄλλῳ δίδωσιν, ἕνεκα τοῦ ἀγαθοῦ· σώφρων δὲ πῶς ἄν εἴη φαύλας οὐκ ἔχων ἐπιθυμίας; πᾶσαι μὲν οὖν αἱ τοιαῦται πράξεις |μικραὶ καὶ ἀνάξιαι θεοῦ· ἐπεὶ δὲ ζῆν πάντες ὑπειλήφασιν αὐτόν, ἀνάγκη καὶ ἐνεργεῖν· οὐ γὰρ δεῖ καθεύδειν ἐξηργηκότα, καθάπερ τὸν Ἐνδυμίωνα· ἐπεὶ δὲ ἐνεργῶν οὔτε πράττει, καθὼς δέδεικται, οὔτε πολλῷ μᾶλλον ποιεῖ οὐ γὰρ συνεχῶς περὶ ἀποτελέσματά τινα διατρίβειν εὔλογον αὐτὸν κατὰ τοὺς δημιουργικοὺς τῶν τεχνιτῶν), τί λείπεται πλὴν θεωρεῖν; ἡ ἄρα τοῦ θεοῦ ἐνέργεια μακαριότητι δι’ φέρουσα θεωρητικὴ ἂν εἴη. ἐν ἄρα τῷ θεωρητικῷ βίῳ συνεστάναι πδισα ἀνάγκη τὴν τελείαν· συγγενεστάτη γάρ ἐστι τῇ τοῦ θεοῦ ἐνεργείᾳ. φαίνεται δὲ τοῦτο καὶ ἀπὸ τοῦ μηδὲν τῶν ἀλόγων εὐδαιμονίας μετέχειν, τῆς θεωρητικῆς ἐνεργείας ἐστερημένα τελείως. τῷ μὲν γὰρ θεῷ πᾶς ὁ βίος μακάριος, τοῖς δ’ ἀνθρώποις ἐφ’ ὅσον ἔοικε καὶ εἰκόνα φέρει τῆς τοῦ θεοῦ ἐνεργείας· τῶν δ’ ἄλλων ζῴων οὐδὲν μακάριον, ἐπεὶ οὐδαμῶς κοινωνεῖ θεωρίας. ὅσα τοίνυν θεωρίας καὶ τῆς εὐδαιμονίας μετέχει καὶ ἃ μᾶλλον θεωρεῖ καὶ μᾶλλον εὐδαιμονεῖ καὶ ὅλως ἐφ’ ὅσον ἡ θεωρία καὶ ἡ εὐδαιμονία διατείνει οὐ κατὰ συμβεβηκὸς ἀλλὰ κατ’ αὐτὴν δήπου τὴν θεωρίαν· αὕτη γὰρ τιμία δι’ ἑαυτὴν ἡ θεωρία. ὥστ’ εἴη ἄν ἡ εὐδαιμονία θεωρία τις, ἡ ἀρίστη δὴ καὶ τελειοτάτη. χρεία δὲ καὶ τῶν ἔξωθεν τῷ θεωροῦντι πρός τὸ συνεστάναι τὸ σῶμα καὶ ὑγίειαν· οὐκ εὔλογον γὰρ μὴ δεῖσθαι τῶν τοιούτων ἄνθρωπον ὄντα, οὐ γὰρ αὐτάρκης ἡ· φύσις τὰ τοιαῦτα. δεήσεται δὲ οὐ τοσούτων ὅσων ὁ πρακτικός, οὐδὲ ἁπλῶς πολλῶν τινων καὶ μεγάλων, ἐπεί φαμεν χρείαν αὐτὸν ἔχειν τῶν ἀναγκαίων, ἀλλὰ μετρίων. οὐ γὰρ ἡ περιβολὴ τοῦ πλούτου καὶ τῶν ἄλλων τῶν ἔξωθεν ἀγαθῶν αὐτάρκη ποιεῖ τὸν εὐδαίμονα ἢ πείθει κρίνειν ὀρθῶς περὶ τῶν πρακτῶν ἢ πράττειν τὰ δέοντα. δυνατὸν γὰρ καὶ μὴ ἄρχοντα γῆς καὶ θαλάττης πράττειν τὰ καλὰ καὶ ἀπὸ μετρίων τινῶν ποιεῖν ἃ προσήκει τοῖς μεγάλην περιβεβλημένοις ἀρχήν. τοῦτο δὲ ὁρᾶν ἔστιν ἐναργῶς· οἱ γὰρ ἰδιῶται τῶν μέγα δυναμένων οὐχ ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ ἐπιεικῆ φαίνονται πράττοντες. τοσούτων τοίνυν εὐπορεῖν τὸν εὐδαίμονα ἱκανὸν πρὸς εὐδαιμονίαν· ἐνεργήσει γὰρ τὴν ἀρειὴν ἀκωλύτως καὶ τὸν εὐδαίμονα βιώσεται βίον· μαρτυρεῖ δὲ τοῖς λόγοις καὶ Σόλων, οὐ τοῖς ἐκτὸς ἀγαθοῖς τὴν εὐδαιμονίαν ὁρίζων ἀλλ’ εὐδαίμονας ἀποφαινόμενος εἶναι τοῖς ἐκτὸς ἀγαθοῖς κεχορηγημένους, πεπραγότας τε τὰ κάλλιστα καὶ βεβιωκοτας σωφρόνως· ἐνδέχεται γὰρ μέτρια γαρ μετρια κεκτημενους πράττειν α δεῖ. δοκεῖ δὲ καὶ Ἀναξαγόρας οὐ πλούσιον οὐδὲ δυνάστην ὑπολαβεῖν τὸν εὐδαίμονα εἷναι· φησὶ γᾶί, οὐδὲν θαυμαστὸν εἰ δόξειέ τις τοῖς πολλοῖς ἄτοπος εἶναι· δυνατὸν γὰρ ἀγαθὸν καὶ εὐδαίμονα ὄνια, πονηρὸν καὶ ἄθλιον νομισθῆναι τοῖς πολλοῖς, οἳ τοῖς ἐκτὸς καὶ φαινομένοις κρίνουσι, τούτων αἰσθανόμενοι μόνον. ὥστε τοῖς ἡμετέροις λόγοις καὶ αἱ τῶν σοφῶν συμφωνοῦσι δόξαι· καί τις καὶ ἀπὸ τούτων τοῖς εἰρημένοις γίνεται πίστις μετρία· τὸ γὰρ ἐν τοῖς πρακτοῖς ἄληθές ἀπὸ τῶν ἔργων καὶ τοῦ βίου φαίνεται· καὶ τούτοις ἐλέγχεται τὸ ψεῦδος, ὅταν οἱ λόγοι μὴ φαίνωνται τοῖς πράγμασιν ἐξακολουθοῦντες· ἐν γὰρ ταῖς πράξεσι τὸ κύριον· δεῖ τοίνυν σκοπεῖν τὰ προειρημένα καὶ ταῖς ἀνθρωπίναις πράξεσι καὶ τῷ βίῳ φέροντας ἐφαρμόζειν, καὶ συνᾴδοντα μὲν ἀποδεκτέον, διαφωνοῦντα δὲ λόγους κενοὺς ὑποληπτέον. ἔτι δὲ καὶ ἐκεῖθεν γίνεται δῆλον, εὐδαιμονέστατον εἶν τὸν κατὰ νοῦν ἐνεργοῦντα· καὶ γὰρ θεοφιλέστατός ἐστιν· οὗ τί γένοιτ’ ἂν εὐδαιμονέστερον; εἰ γάρ τι τῷ θεῷ μέλει τῶν ἀνθρωπίνων καὶ τίς ἐστιν αὐτῶν ἐπιμέλεια παρ’ ἐκείνου, καθάπερ πᾶσι δοκεῖ καὶ εἴη γε, τίνι τῶν ἐν ἀνθρώποις χαίρειν τὸν θεὸν μᾶλλον εἰκὸς ἢ τῷ ἀρίστῳ καὶ συγγενεστάτῶ; τοῦτο δὲ ὁ νοῦς ἐστιν. εἰ δὲ τῶ νῷ μάλιστα χαίρει καὶ ἀγαπῶντας μάλιστα τοῦτον καὶ τιμῶντας καὶ κατ’ αὐτὸν ἐνεργοῦντας. ἀντευποιήσει πάντως, ὡς τῶν φίλων αὐτῷ καὶ συγγενῶν ἐπιμελουμένους, καὶ ἄλλως ὡς ὀρθῶς καὶ καλῶς πράττοντας· οὗτος δὲ ὁ σοφός ἐστι καὶ κατὰ νοῦν ἐνεργῶν· θεοφιλέστατος ἄρα· τὸν αὐτὸν δὲ εἰκὸς καὶ εὐδαιθεωροῦντι μονέστατον εἶναι· καὶ διὰ τοῦτο ἄρα ὁ σοφὸς μάλιστα εὐδαίμων. ἡ ἄρα τελεία εὐδαιμονία ἐν τῷ θεωρητικῷ συνίσταται βίφ. <Ὅτι περὶ ἀρετῆς οὐχ ἱκανὸν τὁ εἰδέναι ἀλλ’ ἔχειν καὶ πειρατέον. κεφ. ια'. ια΄. >Ἅ μὲν οὖν προσῆκε περὶ τῶν ἀρετῶν ὡς ἐν τύπῳ διαλαβεῖν, ἔτι τε φιλίας καὶ ἡδονῆς καὶ τῆς εὐδαιμονίας ἱκανῶς εἴρηται· καὶ οὐδενὸς ἴσως ἔτι δεήσει τῇ πραγματεία πρός γε τὸν περὶ αὐτῶν λόγον. τί οὖν; ἤνυσται τὸ προτεθὲν ἡμῖν ἤδη καὶ τὸ προσῆκον τέλος ἔλαβεν ἡ σπουδή; καὶ μὴν πρακτική τίς ἐστιν ἡ φιλοσοφία καὶ δεῖ καταλλήλου |τέλους αὐτῇ· τὸ δὲ εἰδέναι τί ἐστιν ἀρειὴ καὶ τῶν ἄλλων ἕκαστον. θεωρία τίς ἐστι μόνον. οὐκοῦν καθάπερ τῷ πρὸς ἀρετὴν ἐπειγομένῳ οὐ μέχρι τούτου στῆναι δεῖ τὴν σπουδήν, μαθόντι τίνα δεῖ πράττειν καὶ τίνων ἀπέχεσθαι, τί τέ ἐστιν ἡ ἀρετὴ καὶ τίς ἡ κακία καὶ τί τὸ τῶν ἀνθρωπίνων ἔσχατον τέλος, ἄλλη καὶ πράξεων ἅπτεσθαι καὶ τὴν μὲν φεύγειν τὴν δὲ διώκειν, ὑπὲρ δὲ τοῦ τῆς εὐδαιμονίας τυγχάνειν πάντα ποιεῖν’ τὸν ἴσον δὴ τρόπον καὶ τὸν τῆς ἀρετῆς ἀλείπτην ἀνάγκη μὴ τούτοις ἀγαπᾶν μόνον τοῖς λόγοις, ὅθεν ἔνι μαθεῖν ἕκαστα τί ἐστιν ἀλλὰ καὶ ὅπως ἄν γένοιτο κατορθῶσαι· καὶ τοῦτο διδάσκειν, οἰόμενον οὕτως ἂν ἀληθῶς γενέσθαι διδάσκαλον ἀρετῆς. πρὸς γὰρ τὴν τελείωσιν τοῦ γυμναζομένου τὸν παιδευτὴν προσήκει τάττειν τοὺς λόγους· τελείωσις δ’ ἂν εἴη τοῦ τῆς ἀρετῆς ἀθλητοῦ τὸ ἀγαθὸν αὐτὸν γενέσθαι καὶ πρακτικὸν τῶν καλῶν· φανερὸν τοίνυν, ὡς ἄρα τοῖς περὶ τῶν ἀρετῶν εἰρημένοις ἐκεῖνα προσθεῖναι δεῖ. τί ποιῶν ἕκαστος ἢ πῶς ἔχων οἰκείως εἰς ἀρετὴν καὶ τὸ ἀγαθὸν ἕξει καὶ τῶν περὶ αὐτῆς ἡδέως ἀκούσεται λόγων καὶ βιῶναι δυνήσεται κατ’ αὐτήν· οὕτω γὰρ ἄν ὁ περὶ τῆς ἀρετ· ῆς αὐτάρκης γένοιτο λόγος, διὰ πάντων τὸ γινόμενον σώζων. πειρατέον δὴ ταύτην τὴν μέθοδον ἀποδοῦναι. εἰ μὲν οὖν ἱκανὸς ἦν ὁ περὶ τῆς ἀρετῆς λόγος πεῖσαι γενέσθαι χρηστούς, πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους δικαίως κατὰ τὸν Θέογνιν ἔφερον, καὶ πολλῶν ἔδει τοῦτον ὠνεῖσθαι καὶ ζητεῖν ἐκ παντὸς τρόπου λαβεῖν. νῦν δὲ τοὺς μὲν ἀγαθοὺς καὶ ἐλευθερίους τῶν νέων καὶ οἷς εὐγενὲς καὶ φιλόκαλον ἦθος φαίνονται δυνάμενοι |πείθειν καὶ πρὸς τὴν ἀρετὴν καὶ τὴν ταύτης πρᾶξιν καὶ τὴν ἕξιν παρακαλεῖν. τοὺς πολλοὺς δὲ οὐκέτι· δύναται γὰρ οὐδεὶς τῶν τοιούτων λόγῳ τινὶ καὶ πειθοῖ τὴν καλοκαγαθίαν ἑλέσθαι καὶ τὴν κακίαν φυγεῖν· οὐ γὰρ αἰδὼς αὐτοὺς ἄγει δεινὸν ἡγουμένους αὐτὸ τὸ δόξαι κακοὺς ἀλλὰ φόβος, οὐδ’ ἀπέχονται τῶν φαύλων, διότι φαῦλα καὶ ὅτι τὸ ταῦτα πράττειν αἰσχρόν, ἀλλὰ διὰ τὰς τιμωρίας· τὸ δὲ αἴτιον, ὅτι λόγῳ μὲν οὐ ζῶσιν, ὅθεν αἰδεῖσθαι συμβαίνει, πάθεσι δὲ ἀκολουθοῦντες τὰς ἑπομένας τοῖς πάθεσι διώκουσιν ἡδονὰς καὶ διὰ τοῦτο τὰς ἀντικειμένας φεύγουσι λύπας· τὸ δὲ φεύγειν τὰς λύπας, τοῦτό ἐστι τὸ φοβεῖσθαι· τοὺς δὴ οὕτως ἔχοντας καὶ τῷ μὴ γεύσασθαι τῶν ὡς ἀληθῶς καλῶν καὶ ταρρυθμίσαι; καὶ γὰρ ἀδύνατον ἢ οὐ ῥᾴδιον, τὰ χρόνῳ πολλῷ τοῖς ἤθεσιν ἐμπαγέντα καὶ βεβαιωθέντα λόγῳ κινῆσαι μόνῳ. δεῖ γὰρ καὶ ἑτέρων, ὧν παρόντων ἀγαπητὸν εἴ τις ἀρετῆς καὶ χρηστῶν ἠθῶν μεταλάβοι. ἐπεὶ τοίνυν οὐκ αὐτάρκεις οἱ λόγοι πρὸς τὸ προκείμενον, ζητητέον τίνα ἐστίν, ὧν προϋποκειμένων καὶ ὁ λόγος τὸ ἀγαθὸν δύναται πείθειν. <Πῶς ἔστι καλὸν καὶ ἀγαθόν τινα γενέσθαι· καὶ ὅτι δεῖ πρὸς τοῦτο τὸ ὖ νόμου. κεφ. ιβ'. >Τὰ τοίνυν αἴτια τὴς̣ ἀρετῆς τοῖς ἀνθρώποις τρία πᾶσι δοκεῖ, φύσις καὶ διδασκαλία καὶ ἔθος. ἡ μὲν οὖν φύσις, ὅτι ἐφ’ ἡμῖν οὐκ ἔστι, φανερόν· τὸ γὰρ πεφυκέναι πρὸς |ἀρετὴν διά τινος γίνεται θείας αἰτίας τοῖς ὡς ἀληθῶς εὐτυχέσιν, ἡ δὲ διδασκαλία καὶ ὁ περὶ τῶν ἀρετῶν λόγος δῆλον ἐκ τῶν εἰρημένων ὡς οὐ πάντας δύναται πείθειν, ἀλλ’ ἀνάγκη τὴν τοῦ ἀκροατοῦ ψυχὴν ἔθεσί τισιν ἀγαθοῖς παρεσκευασμένην εἶναι πρὸς τὸ χαίρειν οἷς δεῖ καὶ μισεῖν ἃ δέον ἐστίν· οὕτω γὰρ ἂν καλῶς ὑποδέξαιτο τὴν διδασκαλίαν, καθάπερ ἡ τὸ σπέρμα θρέψαι δυναμένη γῆ· χωρὶς δὲ τούτου πῶς ἂν ἀκούσειε λόγου τῶν ἡδονῶν ἀφιστάντος; πῶς δ᾿ ἄν ὅλως καὶ δυνηθείη συνεῖναι ζῶν κατὰ πάθος; τὸν δὲ οὕτως ἔχοντα π̣ῶς οἰόν τε μεταπεῖσαι; δῆλον γάρ, ὡς οὐ λόγω δύναται τὸ πάθος ὑπείκειν ἀλλὰ βίᾳ τινί. διὰ τοῦτο οὐχ ἱκανὸς ὁ λόγος ποιῆσαι χρηστούς, τὸ δὲ ἔθος προϋποκεῖσθαι δεῖ τῆς διδασκαλίας, δι’ οὗ τὸ ἦθος τοῦ ἀκροατοῦ πρὸς ἀρετὴν οἰκείως ἂν ἔχοι, στέργον μὲν τὸ καλόν, δυσχεραῖνον δὲ τὸ αἰσχρόν. ὅτι μὲν οὖν τὸ ἀγαθὸν ἔθος δεῖ προϋπάρχειν καὶ τὴν ψυχὴν προδιατιθέναι, δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων· ἐθισθῆναι δὲ πρὸς τὸ ἀγαθὸν καὶ τυχεῖν ἀγωγῆς ὀρθῆς καὶ πρὸς ἀρετὴν φερούσης διαίτης, πῶς ἄν γένοιτο χωρὶς τῶν ὀρθῶν καὶ δικαίων καὶ ὅλως καταλλήλων ἀρειῇ νόμων; δεῖ γὰρ ὑπὸ νόμο. ς τοιούτοις ἔτι νέον ὄντα τραφῆναι. τὸ γὰρ σωφρόνως ζῆν καὶ καρτερικῶς οὐχ ἡδὺ τοῖς πολλοῖς καὶ μάλιστα νέοις οὖσι· καὶ διὰ τοῦτο προσήκει νόμοις τετάχθαι αὐτοῖς τὰ ἐπιτηδεύματα καὶ τὴν τροφὴν καὶ τἄλλα, δι’ ὧν ὁ βίος· καὶ οὕτως οὐκ ἂν εἴη λυπηρὰ αὐτοῖς, διὰ τὸ συνήθη γενέσθαι. οὐ μόνον δὲ νέοις οὖσιν ἀλλὰ καὶ ἀνδράσι χρεία τῶν νόμων· οὐ γὰρ ἱκανὸν πρὸς τὸ γενέσθαι χρηστοὺς τὸ νέους ὄντας |μόνον τροφῆς ὀρθῆς καὶ ἐπιμελείας τυγχάνειν, ἀλλ’ ἐπειδὴ καὶ ἀνδρωθέντας ἐπιτηδεύειν δεῖ τὰ καλὰ καὶ πρὸς ἀρετὴν ἑαυτοὺς ἐθίζειν, καὶ τηνικαῦτα δεησόμεθα νόμων καὶ ὅλως περὶ πάντα τὸν βίον. οἱ γὰρ πολλοὶ ἀνάγκῃ πειθαρχοῦσι μᾶλλον ἢ λόγῳ, καὶ ταῖς ζημίαις ἢ τῷ καλῷ. διὰ τοῦτο καί τινες οἴονται δεῖν τοὺς νομοθέτας πρῶτα μὲν λόγοις ἐπὶ τὴν ἀρετὴν καὶ τὸ ἄγα ἐνάγειν, προτρεπομένους τοῦ καλοῦ χάριν οὕτω γὰρ ἂν τοὺς ἐπιεικεῖς ἀμείνους γενέσθαι, πρὸς τὸ ἀγαθὸν ἐθισθέντας), ἔπειτα τοῖς ἀπειθοῦσι καὶ ἀφυῶς ἔχουσι κολάσεις καὶ τιμωρίας ἐπιτιθέναι, τοὺς δ’ ἀνιάτους ἐξορίζειν τοῦ χοροῦ τῶν ὑγιαινόντων ἢ δυναμένων· προσήκει γὰρ τὸν μὲν ἐπιεικῆ καὶ πρὸς τὸ καλὸν ζῶντα τῷ λόγῳ πειθαρχήσειν, τὸν δὲ φαῦλον ἡδονῆς ὀρεγόμενον καὶ πάθεσιν ἀλόγοις ἀκολουθοῦντα λόγῳ μὲν οὐκ ἂν βελτίω γενέσθαι, λύπῃ δὲ κολαζόμενον ὥσπερ ὑποζύγιον. ὅθεν καί φασι δέον εἶναι ἰοὺς ἀλογωτέρους ἐκείναις ταῖς λύπαις κολάζειν, αἳ πρὸς τὰς ἀγαπωμένας ὑπ’ αὐτῶν ἡδονὰς ἐναντίως ἔχουσιν, οἷον τὸν μὲν πλεονέκτην ἀπογυμνῶσαι τῶν ὑπαρχόντων, τὸν δὲ ἀλαζόνα καὶ ὑβριστὴν ἀτιμάσαι, τυπτῆσαι δὲ τὸν ἀκόλαστον. εἰ δὲ ταῦτα σκληρὰ καὶ ἀηδῆ καὶ ἀγαθὸν εἶναι δεῖ καὶ ἐπιεικῆ τῶν ἀνθρώπων ἕκαστον, ἐκ παιδὸς καλῶς καὶ ὀρθῶς προσήκει τραφῆναι καὶ παιδευθῆναι καὶ τὴν ἐπιείκειαν ἐθισθῆναι, καὶ οὕτως ἔπειτα ζῆν ἐν ἐπιτηδεύμασιν ἀγαθοῖς καὶ μήτε ἄκοντα μήτε ἑκόντα πράττειν τὰ φαῦλα· τοῦτο δὲ δύναται γενέσθαι διαιτωμέοις κατά τινα τάξιν καὶ λόγους ὡρισμένους, κῦρος ἔχοντας καὶ ἰσχύν. τὰ μὲν οὖν I τῶν πατέρων πρὸς τοὺς παῖδας προστάγματα τὴν ἰσχὺν οὐχ οὕτω μεγάλην ἔχει ὥστε βιάζεσθαι, οὐδέ τινος ἑνὸς ἀνδρός, μὴ τυράννου ὄντος ἡ βασιλέως, οἱ λόγοι δύνανται τοσοῦτον, ὥστε μὴ βουλομένους ἐνάγειν ἐπὶ τὰ καλὰ τοὺς πολλούς· μόνος δὲ ὁ νόμος ἀναγκαστικήν τινα δύναμιν ἔχει. πιστεύεται γὰρ ἀπό τινος νοῦ καὶ φρονήσεως τεθῆναι τὸ ἐξ ἀρχῆς· ὅθεν τοῖς μὲν ἀνθρώποις ἐχθαίρουσιν οἱ πολλοὶ ταῖς ὁρμαῖς αὐτῶν ἐναντιουμένοις, κἄν ὀρθῶς αὐτὸ δρῶσι, τῷ νόμῳ δὲ οὐδεὶς ἄχθεται τάττοντι τὸ ἐπιεικὲς καὶ τῶν πονηρῶν ἀφιστάντι· τοὺς μὲν γὰρ ζῶντας τῶν παιδευτῶν ἴσως ἐστὶ νομίσαι μίσει τινὶ ἡ φθόνῳ κινουμένους λυπεῖν, τοῖς νόμοις δὲ οὐ τοῦτο συμβαίνει. φανερὸν μὲν οὖν, ὡς ἄρα δεῖ νόμων ῥυθμιζόντων καὶ διατιθέντων πρὸς τὴν ἀρετὴν εὐθὺς ἐκ παιδός. τοιοῦτοι δὲ νόμοι μόνῃ τῇ Λακεδαιμονίων ἐγένοντο πόλει καί τισιν ἄλλαις ὀλίγαις κομιδῇ· ταῖς δὲ πλείσταις πόλεσιν οὐκ ἐμέλησε περὶ τῶν τοιούτων, ἀλλ’ ἕκαστος ὡς βούλεται τάττει τὸν βίον καὶ τὴν οἰκίαν, κυκλωπικῶς θεμι- στεύων ‘παίδων ἠδ’ ἀλόχου᾿. κράτιστον μὲν οὗν τὸ γίνεσθαι κοινὴν ἐπιμέλειαν καὶ ὀρθήν, καὶ πάντας ζῆν δύνασθαι τεταγμένως καὶ ὡς ὁ ὀρθὸς ἀπαιτεῖ λόγος· εἰ δὲ μὴ τοῦτο γένοιτο καὶ τὸ κοινὸν ἀμέλοιτο, προσήκειν ἑκάστῳ δόξειεν ἄν τοῖς ἑαυτοῦ τέκνοις καὶ φίλοις εἰς ἀρετὴν βοηθεῖν ἢ βοηθεῖν προθυμεῖσθαι· δυνηθείη δ’ ἄν ἕκαστος ταῦτα τοὺς οἰκείους εὐεργετεῖν νομοθετικὸς γενόμενος, ὡς φανερὸν ἐκ τῶν εἰρημένων. γίνεται γὰρ πᾶσα ἐπιμέλεια διὰ νόμων· καὶ αἱ μὲν κοιναὶ ἐπιμέλειαι διὰ τῶν κοινῶν νόμων, αἱ δὲ σπουδαῖαι καὶ ἐπιεικεῖς ἐπιμέλειαι καὶ παιδεῖαι διὰ τῶν καταλλήλων, τῶν σπουδαίων καὶ ἐπιεικῶν φημι νόμων. γεγραμμένους δὲ ἢ ἀγράφους εἶναι τοὺς νόμους, οὐδὲν διαφέρει· οὐδὲ τὸ πολλοὺς παιδεύειν ἡ· ἕνα ῥυθμίζειν εἰσάγοι ἂν τοῖς νόμοις διαφοράν, ὥσπερ ἐπὶ τῆς μουσικῆς καὶ γυμναστικῆς καὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει· καὶ γὰρ ἃ τὸν ἕνα δύναται γυμνάσαι καὶ τοὺς πολλοὺς καὶ δι’ ὧν εἷς μουσικός, καὶ πολλοὺς οὐδὲν κωλύει γενέσθαι καὶ τὸ ἀνάπαλιν. διὰ τοῦτο καὶ τὸν οἰκίαν διατιθέντα μίαν καὶ ῥυθμίζοντα ἢ ἕνα ἄνδρα παιδεύοντα οὐδὲν κωλύει νόμους τιθέναι καὶ εἶναι νομοθετικόν, οὐδὲν ἧττον τοῦ πόλιν ὅλην ἢ ἔθνος διατιθέντος. καὶ γὰρ ὥσπερ ἐν τῖς πόλεσιν ἰσχύει τὰ νόμιμα καὶ τὰ ἔθη, οὕτω καὶ ἐν τῇ οἰκίᾳ μιᾷ οἱ πατρικοὶ λόγοι καὶ τὰ ἔθη, οἷς φαίνεται χαίρων, μεγάλην ἐν τοῖς παισὶ καὶ τοῖς ἄλλως οἰκείοις δύναμιν ἔχει, καὶ πολλῷ πλέον διὰ τὴν συγγένειαν καὶ τὰς εὐεργεσίας· εὖνοι γάρ εἰσι διὰ ταῦτα τῷ πατρὶ μᾶλλον οἱ παῖδες ἢ οἱ πολῖται τῷ νομοθέτῃ• καὶ διὰ τοῦτο ῥᾷον ἄγονται καὶ τοῖς νόμοις πείθονται μᾶλλον, κἄν ἄλλως ἀπειθεῖς ὧσι, φύσει τινὶ στέρξαντες ἐξ ἀρχῆς· ἔτι δὲ καὶ ἀκριβέστεροι γίνοιντο ἄν τῶν κοινῶν οἱ καθ’ ἕκαστον νόμοι καὶ διὰ τοῦτο λυσιτελέστεροι, καθάπερ καὶ ἐπὶ τῆς ἰατρικῆς ἔχει. καὶ γὰρ οἱ μερικοὶ ἰατρικοὶ λόγοι, οἱ ἑνὶ ἐφαρμόζοντες σώματος ἕξει, βέλτιον ἰάσονται τῶν καθόλου· καθόλου μ· ὲν γὰρ τῷ πυρέττοντι συμφέρει ἀσιτία καὶ ἡσυχία, τινὶ δὲ ἴσως οὐ ταῦτα ἀλλὰ τἀναντία λυσιτελήσει, καὶ διὰ τοῦτο ὁ ἑνὶ σώματι νομοθετῶν ἀκριβέστερον νομοθετήσει τοὐ πᾶσιν ἁπλῶς διαιτῶντος· καὶ ὁ πυκτικὸς δέ, |ἐὰν ἀπὸ τοῦ ἀεὶ παρόντος ἀνταγωνιστοῦ τὸν ἀγῶνα διατιθῇ, καὶ τὴν μάχην οὐχ ὁμοίαν ἀεὶ τὴν αὐτήν, ἀλλὰ προσήκουσαν ἑκάστῳ ποιῆται, ἄμεινον ἀγωνιεῖται· καὶ ὅλως ἁκριβέστερον ἕκαστον ὠρεληθήσεται, τῆς ἐπιμελείας ἰδίας καὶ καθ’ ἕκαστον γινομένης· οὕτω γὰρ ἑκάστῳ γένοιτο τοῦ προσήκοντος τυχεῖν. φανερὸν τοίνυν, ὅτι ἐπιμεληθείη μὲν ἄριστα καὶ ἑνός τινος καὶ ὀλίγων, ὁ τὸ καθόλου γινώσκων ἢ ἰατρὸς ἡ γυμναστὴς ἢ νομοθέτης, ἐπειδὰν τὸν καθόλου λόγον τῆς ἐπιστήμης συνάψῃ τῷ μερικῷ· καὶ γὰρ οἶδεν ἃ πᾶσιν ἢ τοῖσδε ἢ οὕτως ἢ οὕτως ἔχουσι λυσιτελεῖ· τοὐ κοινοῦ γὰρ αἱ ἐπιστῆμαι λέγονταί τε καὶ εἰσίν. οὐδὲν δὲ κωλύει καὶ τὸν μὴ τὸ καθόλου εἰδότα, τεθεαμένον δὲ ἀκριβῶς τὰ συμβαίνοντα ἑκάστῳ δι’ ἐμπειρίαν, ἑνός τινος καλῶς ἐπιμεληθῆναι· καὶ γὰρ ἰατροί τινές εἰσι τῶν σωμάτων τῶν ἑαυτῶν, ἄλλοις ταῦτα μὴ δύναι μένοι βοηθεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐπιτηδευμάτων συμβαίνει, καὶ οὕτω δὲ τῆς ἐμπειρίας ἀρκούσης πρὸς τὴν ὠφέλειαν τῶν ἐπιτηδευμάτων ἑκάστου, τήν γε ἐπίστη μὴν ζητητέον πάσῃ σπουδῇ καὶ βαδιστέον ἐπὶ τὸ καθόλου τῷ τεχνικῷ καὶ θεωρητικῷ βουλομένῳ γενέσθαι. περὶ γὰρ τὸ καθόλου ἡ ἐπιστήμη· γινώσκειν δὲ οὕτω χρὴ τὸ καθόλου, τό γε τῆς ἰατρικῆς ἢ νομοθετικῆς ἢ ἄλλης τοιαύτης ἐπιστήμης οὐχ ὡς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον ἀλλ’ ὡς μάλιστα ἐνδεχόμενον• τῶν ἐνδεχομένων γὰρ καὶ οὐ τῶν ἀκινήτων αἱ τοιαῦταί εἰσιν ἐπιστῆμαι. ζητητέον τοίνυν ἐφ’ ἑκάστου τὴν ἐπιστήμην· καὶ τὸν βουλόμενον δι’ ἐπιμελείας βελτίυς ποιεῖν, εἴτε πολλοὺς εἴτε ὀλίγους, νομοθετικὸν |πειρατέον γενέσθαι’ καὶ γὰρ διὰ τῶν νόμων πρὸς τὸ ἀγαθὸν κινούμεθα καὶ τὴν ἀρετήν. οὐ γὰρ ἔστι τοῦ τυχόντος ἢ πολλοὺς ἢ ἕνα τινὰ καλῶς διαθεῖναι, καὶ παιδεῦσαι πρὸς ἀρετὴν ἔχειν οἰκείως· ἀλλ’ εἴ γε τοῦτο δυνατὸν ἐν ἀνθρώποις, ἐκεῖνος ἂν δυνηθείη μόνος, ὃς οἶδε τοὺς νόμους τοὺς μὲν κρίνειν τοὺς δὲ τιθέναι. <Περὶ τῶν σοφιστῶν τε καὶ τῶν τὰ πολιτικὰ διδάσκειν καὶ ὅτι τὸ περὶ τῆς νομοθεσίας ἐπισκέψασθαι πρὸς τὴν τῆς πρακτικῆς φιλοσοφίας τελείωσιν ἔτι λοιπόν ἐστι. κεφ. ιγ΄. >Ὅτι μὲν οὖν νομοθετικὸν εἶναι δεῖ τὸν τῆς ἀρετῆς ἀλείπτην, φανερὸν ἐκ τῶν εἰρημένων· ὅπως δὲ δυνηθείη τις ἄν νομοθετικὸς γενέσθαι, ζητητέον ἐστίν. ἢ φανερόν ἐστιν, ὅτι καθάπερ ἀπὸ τοῦ εἰδότος τὰ γραμματικὰ ἢ τὰ μουσικὰ γραμματικός τις γένοιτ’ ἄν ἢ μουσικός, οὕτω καὶ νομοθετικὸς ἀπὸ τοῦ εἰδότος νομοθετεῖν, ὅς ἐστιν ὁ πολιτικός· τῆς γὰρ πολιτικῆς ἡ νομοθετικὴ μέρος. καίτοι δοκεῖ οὐ τὰ αὐτὰ συμβαίνειν τῇ πολιτικῇ καὶ ταῖς ἄλλαις δυνάμεσι καὶ ἐπιστήμαις. ἐν μὲν γὰρ ταῖς ἄλλαις οἱ αὐτοὶ φαίνονται τάς τε μεθόδους τῶν ἐπιστημῶν παραδιδόντες καὶ κατ’ αὐτὰς ἐνεργοῦντες· ἰατρὸς γὰρ καὶ ζωγράφος τήν τε τέχνην ἕκαστος διδάσκει καὶ ὁ αὐτὸς καὶ γράφει ἢ ἰατρεύει· περὶ δὲ τὴν πολιτικὴν ἑτέρως φαίνεται ἔχον· οἱ μὲν γὰρ σοφισταὶ τὰ πολιτικὰ διδάσκειν ἐπαγγέλλονται, μηδὲν πράττοντες πολιτικόν, οἱ δὲ πολιτευόμενοι πράττουσι μέν, διδάσκουσι δὲ οὐδέν· οὐ γὰρ δύνανται. |οὐ γὰρ μεθόδῳ τινὶ πράττουσι καὶ ἐπιστήμῃ πολιτικῇ ἀλλὰ φυσικῇ τινὶ ἐπιτηδειότητι καὶ ἐμπειρίᾳ μᾶλλον ἢ διανοίᾳ. ὅτι δὲ οὐ δύνανταί τι περὶ ἰῆς πολιτικῆς διδάσκειν, φανερόν· οὐ γὰρ διδάσκουσιν οὐδέ τι γράφουσιν ἢ λέγουσι περὶ τῶν τοιούτων, εἰπόντες ἄν, εἴπερ ἐδύναντο· μεῖζον γὰρ ἂν ἦν αὐτοῖς εἰς φιλοτιμίαν τοιούτους συντιθέναι λόγους ἢ δικανικούς τε καὶ δημηγορικούς· ἄλλως τε καὶ τοὺς σφετέρους υἱοὺς πολιτικοὺς ἐποίησαν ἄν ἤ τινας ἄλλους τῶν φίλων, εἴπερ ἐδύναντο· οὐ γὰρ εὔλογον δυναμένους μὴ τοιαῦτα τοὺς φίλους καὶ τοὺς φιλτάτους εὐεργετεῖν· οὔτε γὰρ εἶχον μεῖζον ἀγαθὸν καὶ συμφορώτερον τῇ πόλει καταλιπεῖν ἡ ταῦτα συγγραψάμενοι καὶ διδάξαντες οὔτε ἑαυτοῖς ἢ τοῖς υἱέσιν ἢ τοῖς ἑταίροις μεῖζον ἂν ἐθέλησαν ἀγαθὸν τοῦ τοιαῦτα δύνασθαι. φανερὸν τοίνυν, εἴπερ ἐδύναντο διδάσκειν τὰ πολιτικά, ὅτι καὶ ἐβουλήθησαν ἄν καὶ ἐδίδασκον· ἐπεὶ δὲ οὐ φαίνοντι διδάσκοντες, φανερὸν ὅτι οὔτε ἐδύναντο διδάσκειν οὔτε αὐτοὶ λόγῳ τινὶ τὰ πολιτικὰ ποιοῦσιν ἢ ἐπιστήμῃ ἀλλὰ ἐμπειρία· καὶ γὰρ οὐ μικρὸν ἡ ἐμπειρία πρὸς τὸ πράττειν συμβάλλεται· γίνονται γὰρ διὰ τῆς πολιτικῆς συνηθείας μᾶλλον πολιτικοί. διὰ τοῦτο τοῖς ἐφιεμένοις περὶ τῆς πολιτικῆς εἰδέναι καὶ ἐμπειρίας τινὸς χρεία καὶ συνηθείας. καὶ αὐτοὶ δὲ οἱ σοφισταὶ διδάσκειν μὲν ἐπαγγέλἐστι λονται τὴν χομοθετικήν, διδάσκουσι δὲ οὐδὲν μᾶλλον, ἀλλὰ τοσοῦτον ἀπέἡ νομοθετικὴ ἢ ποῖόν τί ἐστιν. ἴσασι· καὶ γὰρ ταὐτὸν ἢ χεῖρον ἡγοῦνται εἶναι τῆς ῥητορικῆς· εἶτα καὶ τὸ νομοθετεῖν οὕτω ῥᾴδιον, ὡς παντὸς εἶναι νομίζουσι γὰρ τὸ |συναγαγεῖν νόμους τοὺς εὐδοκιμωτάτους καὶ τούτων ἐκλέξασθαι τοὺς ἀρίστους, τοῦτο εἶναι τὸ νομοθετεῖν, τὸ δὲ κρῖναι νόμους καὶ τὸν ἄριστον λαβεῖν, μὴ πάνυ χαλεπὸν εἷναι. καίτοι πρῶτον μὲν οὐ ῥᾴδιον καὶ τοῦ βουλομένου τὸ δύνασθαι κρίνειν ὀρθῶς περὶ τῶν προτεθέν τῶν ἑκάστου ἀλλὰ θαυμαστῆς δεῖ συνέσεως καὶ διανοίας πρὸς τὴν τοιαύτην δύναμιν· οἱ γὰρ ἔμπειροι περὶ ἕκαστα καὶ δύνανται κρίνειν περὶ αὐτῶν, ὥσπερ ὁ τῶν μουσικῶν ἔμπειρος τὰ μουσικὰ δύναται κρίνειν καὶ ὁ τῶν γραμματικῶν τὰ γραμματικά, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· οὗτοι γὰρ ἴσασι δι’ ὧν ταῦτα ἢ ἐκεῖνα γίνονται, καὶ ποῖα ποίοις συνᾴδει, καὶ πῶς ἕκαστον ἔχει· οἱ δὲ ἄπειροι οὐδὲν τούτων εἰδότες οὐκ ἐκλέξονται τὰ καλλίω καὶ τὰ ἄριστα. καὶ γὰρ ἀγαπητόν, εἰ τοῦτο μόνον γνώσονται ἁπλῶς ὅτι καλῶς ἢ κακῶς πεποίηται τὸ ἔργον ὥσπερ καὶ ἐπὶ τῆς γραφικῆς ἔχει· καὶ γὰρ τὸ μὲν τὴν ἀρίστην εἰκόνα γινώσκειν ὅτι καλῶς γέγραπται, καὶ τῶν μὴ ζωγράφων ἄν εἴη, τὸ δὲ εἰδέναι ὅτι ἀρίστη καὶ ὅπῃ τῶν ἄλλων διαφέρει, μόνον ἐστὶ τοῦ γράφειν εἰδότος ἢ ἐμπειρίαν τινὰ κεκτημένου περι αὐτό. οὔτε τοίνυν τὸ ζωγράφου ἔργον ἢ τὸ τοὐ μουσικοῦ ἢ τοῦ γραμματικοῦ χωρὶς τῆς περὶ αὐτὰ ἐπιστήμης οὐδεὶς ὀρθῶς δύναται κρίνειν οὔτε τὸ τοῦ πολιτικοῦ ἔργον ἄνευ τοῦ τὴν πολιτικὴν ἐπιστήμην εἰδέναι, κρῖναι δυνατόν. ἔργον δὲ τοῦ πολιτικοῦ ὁ νόμος ἐστί. πρῶτον μὲν οὖν τὸ συναγαγεῖν νόμους καὶ ἐκλέξασθαι τοὺς ἀρίστους ἄνευ τῆς περὶ τὰ πολιτικὰ ἐμπειρίας οὐ δυνατόν, ἔπειτα, εἰ καὶ τοῦτο δώσομεν, ὡς ἄρα δυνατὸν ἄνευ τοῦ πολιτικὸν εἶναι νόμους κρίνειν εἰδέναι καὶ συναγαγεῖν τοὺς |ἀρίστους, οὐδὲ τοῦτο ἀρκέσει πρὸς τὸ γενέσθαι πολιτικὸν καὶ νομοθετικόν, ἐπεὶ οὐδὲ ἰατροὶ γένοιντο ἂν ἀπὸ τοὐ τὰ ἰατρικὰ συγγράμματα συναγαγεῖν καὶ ἀναγνῶναι· καίτοι οἱ τοιοῦτοι καὶ πειρῶνται λέγειν οὐ μόνον τὰ θεραπεύματα ἀλλὰ καὶ ὡς ἰάθησαν οἱ τούτοις χρησάμενοι καὶ ὅπως προσήκει τῶν νοσημάτων ἕκαστον θεραπεύειν, καὶ διαιροῦσί γε τὰς ἕξεις τῶν νοσημάτων καὶ τῶν σωμάτων. ἀλλ’ ὅμως οὔκ εἰσιν ἰατροί· δεῖ γὰρ καὶ ἐμπειρίας καὶ συνηθείας τινός· τὰ δὲ συγγράμματα καὶ αἱ τοιαῦται θεωρίαι τοὺς μὲν ἐμπείρους καλλίους ποιοῦσι, τοὺς δὲ ἀπείρους οὐδὲν ὤνησαν πρός γε τὸ δύνασθαι θεραπεύειν• τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν νόμων ἄν ἔχοι καὶ τῆς πολιτείας. τὸ γὰρ συναγαγεῖν νόμους καὶ διερευνήσασθαι τὰς ἑκασταχοῦ πολιτείας, τοὺς μὲν ἀπὸ τῆς ἐμπειρίας δυναμένους ἕκαστα καλῶς θεωρῆσαι καὶ συνιδεῖν ἅ τε ὀρθῶς καὶ ἃ φαύλως ἔχουσι καὶ ποῖα ποίοις ἁρμόττει, πάνυ ἄν ὠφελήσειε· γένοιντο γὰρ ἂν ἑαυτῶν τὰ πολιτικὰ καλλίους· τοῖς δὲ ἄνευ τῆς τοιαύτης ἕξεως καὶ πείρας τὰ τοιαῦτα διεξιοῦσιν ἀνόνητος ἡ σπουδὴ πρός γε τὸ νομοθετικοὺς γενέσθαι· οὐ γὰρ δυνήσονται κρίνειν ὀρθῶς περὶ αὐτῶν, εἰ μὴ ἄρα τύχῃ τινί· γίνοιντο δ’ ἂν ἴσως εὐσυνετώτεροι πρὸς ταῦτα τρόπον τινά, μαθόντες περὶ τῶν πολιτικῶν. φαίνεται μὲν οὖν, ὅτι οὔτε οἱ σοφισταὶ οὔτε οἱ πολιτευόμενοι περὶ τῆς πολιτικῆς καὶ νομοθετικῆς οἷοί τε ἐγένοντο διδάσκειν. ἐπεὶ δὲ ἀκόλουθόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν ἐδείχθη, τὸν τῆς ἀρετῆς διδάσκαλον καὶ περὶ τούτων διεξιέναι, τῶν προτέρων οὐ πάνυ περὶ νόμων καὶ πολιτείας διερευνησαμένων βέλτιον ἴσως ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων, ὡς ἂν ἡ προκειμένη ἡμῖν φιλοσοφία, περὶ τῶν ἀνθρωπίνων οὖσα παθῶν καὶ πράξεων τοῦ προσήκοντος τυχοῦσα τέλους, μηδενὸς ἐλλείπῃ τῶν εἰς ταῦτα φερόντων. πρῶιον μὲν οὖν εἴ τι καλῶς περὶ αὐτῶν εἴρηται τοῖς προγενεστέροις. κατὰ μέρος ἐπελθεῖν π· ειραθῶμεν, εἶτα συναγαγόντες τὰς πολιτείας θεωρῶμεν ἐν αὐταῖς, ἅ τε φθείρει καὶ ἃ σώζει τὰς πόλεις, ἔτι τε τῶν πολιτειῶν ἑκάστην ἃ συνίστησι καὶ ἃ διαλύει, καὶ τίνα μὲν βασιλείαν συνέχει, τίνα δὲ δημοκρατίαν καὶ τῶν ἄλλων ἑκάστην, καὶ τίνα πέφυκε λύειν· καὶ μὴν κἀκεῖνο σκοπῶμεν, διὰ ποίας αἰτίας αἱ μὲν τῶν πολιτειῶν καλῶς πολιτεύονται, αἱ δὲ ἐναντίως ἔχουσι. τούτων γὰρ δὴ πάντων θεωρηθέντων συνίδοιμεν ἂν καὶ ποία πολιτεία ἀρίστη καὶ πῶς ἑκάστη ταχθεῖσα καὶ τίσι νόμοις καὶ ἔθεσι χρωμένη τοῖς πολιτευομένοις λυσιτελήσει· λέγομεν οὖν ἀρξάμενοι.