Ancient Greek · ~220 min
ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ I(??)>
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ I(??)>.1
Not analysed yet
Λέγωμεν δὲ ἔτι περὶ φιλίας καὶ ὧν δεῖ προσθῶμεν τοῖς εἰρημένοις. ἐν μὲν οὖν ταῖς κατ’ ἰσότητα φιλίαις τὰ ἴσα ἀνταποδοτέον ἀλλήλοις τοὺς φίλους, ἐν δὲ ταῖς ἀνομοιοειδέσι φιλίαις, καθὼς εἴρηται, τὸ ἀνάλογον· ἡ γὰρ ἀναλογία ἰσάζει τοὺς φίλους ἐν ταῖς πολιτικαῖς κοινωνίαις. ὁ γὰρ σκυτοτόμος ἀντὶ τῶν ὑποδημάτων οὐχ ὑποδήματα ἀλλὰ τὸ κατ’ ἀξίαν καὶ τὸ ἀνάλογον λήψεται, ὡς ἐν τῷ πέμπτῳ βιβλίῳ διὰ πλειόνων εἴρηται· ὁμοίως δὲ καὶ ὁ ὑφάντης καὶ οἱ ὅμοιοι· τοῦτο γὰρ σώζει τὰς πολιτικὰς κοινωνίας, τὸ ἀναλόγως διδόναι καὶ λαμβάνειν, ὧν ἕκαστος ἢ δεῖται ἢ εὐπορεῖ. ἀλλ’ ἐν μὲν ταῖς πολιτικαῖς κοινωνίαις ἐστὶ κοινὸν μέτρον καὶ τὸ νόμισμα. πρὸς ὃ πάντα ἀναφέρεται, καὶ ᾧ τὰς δόσεις καὶ τὰς λήψεις μετροῦμεν, ἐν δὲ ταῖς ἠθικαῖς τε καὶ φιλικαῖς οὐκ ἔστιν ᾧ μετρῆσαι δυνατὸν τὰ ἀνομοιοειδῆ. καὶ. διὰ τοῦτο ἐν ἐγκλήμασιν ἀεί εἰσιν αἱ τοιαῦται κοινωνίαι, οἵα ἐστὶν ἡ ἐρωτική. καὶ γὰρ ἐνίοτε μὲν ὁ ἐραστὴς ἐγκαλεῖ τῷ ἐρωμένῳ, ὅτι ὑπερφιλῶν οὐκ ἀντιφιλεῖται, οὐκ ἄξιος ὢν φιλεῖσθαι, |εἰ οὕτως ἔτυχε, πολλάκις δὲ ὁ ἐρώμενος τῷ ἐρῶντι μέμφεται, ὅτι πρότερον ἐπαγγειλάμενος πάντα <νῦν οὐθὲν ἐπιτελεῖ. συμβαίνει δὲ τοιαῦτα, ὅταν ὁ μὲν δι’ ἡδονὴν ἐρῶν, ὁ δὲ> διὰ τὸ χρήσιμον, εἶτα οὗτος πάνυ ἡδὺς ᾖ μήτε ἐκεῖνος χρήσιμος· διὰ ταῦτα γὰρ τῆς φιλίας οὔσης, ἐπειδὰν μὴ παρῶσι, διάλυσις γίνεται. οὐ γὰρ ἀλλήλους ἔστεργον ἀλλὰ τὰ ἀλλήλων, ἃ μὴ ὄντα μόνιμα καὶ τὴν φιλίαν συναπόλλυσιν· οἱ δὲ ἀλλήλους στέργοντες καὶ τὰ ἀλλήλων ἤθη, οἷοί εἰσιν οἱ σπουδαῖοι, μόνιμοί εἰσιν ἐν τῇ φιλίᾳ. φιλοῦσι γὰρ ἀλλήλους δι’ αὐτοὺς καὶ δι’ οὐδὲν ἄλλο· αὐτοὶ δὲ μένοντες ἐφ’ ἑαυτῶν καὶ τὴν φιλίαν διασώζουσι. διαφέροντι δὲ οἱ ἀνομοιοειδεῖς φίλοι, καὶ ὅταν ἕτερα γίνηται αὐτοῖς παρὰ τῶν φίλων καὶ μὴ ὧν ὀρέγονται. ὅμοιον γὰρ τῷ μηδὲν γίνεσθαι, ὅταν οὗ ἐφίεται μὴ τυγχάνῃ, ὥσπερ ὁ τῷ κιθαρῳδῷ ἐπαγγειλάμενος, ὅσῳ ἄμεινον ᾄσειε τοσούτῳ πλεῖον δώσειν, εἰς ἕω δὲ ἀπαιτοῦντι τὰς ὑποσχέσεις, ἀνθ’ ἡδονῆς ἡδονὴν ἀποδεδωκέναι ἔφη. εἰ μὲν οὖν ἑκάτερος ἡδονὴν ἐβούλετο λαβεῖν, ἱκανῶς ἄν εἶχεν ἡ κοινωνία, εἰ δὲ ὁ μὲν τέρψιν ἐζήτει, ὁ δὲ κέρδος, καὶ ὁ μὲν ὃ ἐζήτει ἔλαβεν, ὁ δὲ μή, οὐκ ἂν εἴη τὸ κατὰ τὴν κοινωνίαν καλῶς· ὧν γὰρ ἕκαστος δεῖται, τούτων ἕνεκα δίδωσιν ἃ τυγχάνει κεκτημένος αὐτός. <Περὶ τοῦ τίνος ἐστὶν ἐν τῇ ἄνευ διομολογίας γινομένῃ εὐεργεσίᾳ τὴν ἀμοιβὴν τάττειν καὶ ἔτι περὶ τῆς κατ’ ἀρετὴν καὶ τῆς κατὰ τὸ χρήσιμον φιλίας, ἐν ᾗ διομολογία οὐ γίνεται. κεφ. β'. >Ἐν μὲν οὖν ταῖς ἀνομοίοις φιλίαις τὸ ἀνάλογον καὶ κατ’ ἀξίαν ζη- τεῖται· ἀπορία δέ ἐστι, πότερος κύριος |τάττειν ἀξίαν ἀμοιβήν, ὁ προϊέμενος ἡ ὁ λαμβάνων. ὁ γὰρ προιέμενος ἔοικεν ἐπιτρέπειν τῷ λαμβάνοντι τάξαι τὴν ἀξίαν ἀμοιβήν, ὥσπερ ὁ Πρωταγόρας ἐποίει· τοὺς γὰρ φοιτητὰς τῆς διδασκαλίας τὸν μισθὸν οὐκ αὐτὸς ὁριζόμενος ἀπῄτει, ἀλλ’ αὐτοὺς ἐκέλευε τιμᾶν ὅσου νομίζουσιν ἄξια μεμαθηκέναι, καὶ τοσοῦτον ἐλάμβανεν. ἐν ταῖς τοιαύταις δὲ κοινωνίαις ἔνιοι ταῖς ἀναλόγοις ἀμοιβαῖς ἀρκοῦνται καὶ ἀγαπῶσι τοῖς Ἡσιόδου μισθὸς δ’ ἀνδρὶ ἄρκιος εἴη· οἱ δὲ ἀγοραῖοι καὶ κατ’ ἐμπορίαν ταῖς κοινωνίαις χρώμενοι πλείω ζητοῦσιν, οἳ καὶ προλαβόντες ἐνίοτε τἀργύριον καὶ αὐτίκα δώσειν ἐπαγγειλάδικαίως, οὐκ ἀποδιδόασιν, οὐδὲ ποιοῦσιν οὐδὲν ὧν ἔφασαν· καὶ ἐγκαλοῦνται ὅτι τὰ ἔργα ταῖς ἐπαγγελίαις ὑπερβάλλουσι· διὰ τοῦτο καὶ οἱ σοφισταὶ οὐ διδάσκουσι πρὶν μισθὸν λαβεῖν τῆς διδασκαλίας διὰ τὸ μηδένα ἂν δοῦναι ἀργύριον ὧν μεμάθηκεν ἕνεκα, ὅτι φαῦλα· ἐπαγγελλόμενοι δὲ μεγάλα μεγάλα λαμβάνουσι μὲν τὸν μισθόν, διδάσκουσι δὲ τὰ φαυλότατα· οὗτοι μὲν οὗν ὧν ἔλαβον τὸν μισθὸν μὴ ποιοῦντες εἰκότως ἐν ἐγκλήμασίν εἰσιν. ἐν αἷς δὲ κοινωνίαις οὐ γίνεται διομολογία τῆς ἀμοιβῆς ἢ τῆς ὑπουργίας, οἱ μὲν ὠφελοῦντες τοὺς φίλους δι’ αὐτούς, καὶ προιέμενοι τὰ ἑαυτῶν τῶν φίλων ἕνεκα, οἷοί εἰσιν οἱ σπουδαῖοι, εἴρηται ὅτι ἀνέγκλητοι. τοιαύτη γὰρ ἡ κατ’ ἀρετὴν φιλία· τὴν ἀμοιβήν τε ποιητέον κατὰ τὴν προαίρεσιν· αὕτη γὰρ τοῦ φίλου καὶ τῆς ἀρετῆς, ὡς ἐν τοῖς προειρημένοις ἐδείχθη. τοιαύτη δέ ἐστι καὶ ἡ κατὰ φιλοσοφίαν κοινωνία· ὁ γὰρ διδάσκαλος τῆς φιλοσοφίας τὸν μαθητὴν οὐ χρήματα |ἀπαιτεῖ ἢ τιμὴν ὡρισμένως, ἐπεὶ μηδέ ἐστιν ἄξιόν τι τῆς φιλοσοφίας οὔτε ἐν χρήμασιν οὔτε ἐν τιμῇ, ἀλλὰ τὴν προαίρεσιν σκοπεῖ· ἔργον δὲ καὶ ἀμοιβὴν ἱκανὸν ἡγεῖται τὸ ἐνδεχόμενον, καθάπερ καὶ τὸ πρὸς θεοὺς καὶ πρὸς γονεῖς ἔχει δίκαιον. οἱ μὲν οὖν τοῖς φίλοις χαριζόὅσῳ μένοι ὄι αὐτοὺς οὕτω μετροῦσι τὴν ἀξίαν τῶν ἀμοιβῶν. οἱ δὲ ἐπί τινι ἢ διὰ χρήσιμον ἢ διὰ ἡδονὴν οὕτω δώσουσι καὶ λήψονται τὴν ἀμοιβήν, ὡς ἀμφοτέροις δοκεῖ ἄξιον εἶναι. οὕτω γὰρ ἄν γένοιτο καθαρὰν ἐγκλημάτων τὴν κοινωνίαν γενέσθαι. εἰ δὲ μὴ συμβαίνει τοῦτο, μηδὲ δύνανται καὶ ἄμφω κρίνειν τὴν προσήκουσαν ἀμοιβὴν ἀλλὰ ἢ ἕτερος μόνον ἢ μηδέτερος, ἀνάγκη κατὰ τὴν κρίσιν τοῦ δεχομένου τὰς εὐεργεσίας τὰς ἀμοιβὰς γίνεσθαι. εἰ γὰρ ὁ μὲν ἀντὶ τοσούτων τοσαῦτα διδόναι βούλεσθαι λέγοι, ὁ δὲ ἐπὶ τούτοις παρέχοι, ὁ μὲν ἃ δοῦναι συνέθετο δώσει, καὶ ἀμείψεται ἢ ἡδονὴν ἢ ἄλλην τινὰ ὠφέλειαν ἀποδούς, ὁ δὲ οὐκ ἐγκαλέσει, λαβὼν ἃ λαβεῖν ἔκρινεν ἄξιον εἶναι· τοῦτο δὲ οὐ μόνον ἀναγκαῖόν ἐστι καὶ τὴν κοινωνίαν ἀπαλάττει πραγμάτων, ἀλλὰ καὶ δίκαιον. εἰ γάρ τις ὧν βούλεται τύχοι, οὐκ ἀδικεῖται· διὰ τοῦτο καὶ ἐν τοῖς ὠνίοις οὕτω φαίνεται γινόμενον· ὁ γὰρ ὠνούμενος τάττει τὴν τιμὴν καὶ μετρεῖ τῇ ἑαυτοῦ ὠφελεία ἢ τῇ ἡδονῇ, καὶ τοσούτου ἄξιον εἶναι λέγει τὸ ζητοῦ. μένον ὤνιον. καὶ νόμος δὲ παρά τισι κεῖται τῶν ἑκουσίων συμβολαίων δίκας μὴ εἶναι μηδὲ ζητεῖν δικαστὴν ἕτερον ἐν ταῖς τοιαύταις κοινωνίαις μηδὲ νόμους ἑτέρους, ἀλλ’ ᾧ τις ἐπίστευσε καὶ κεκοινώνηκε τῶν αὐτοῦ καὶ ταῖς συνθήκαις χρησάμενον διαλύεσθαι. δικαιότερον γὰρ οἴονται κρίνειν |τὸν ἐπιτραπέντα ἐξ ἀρχῆς τάξαι τὴν ἀμοιβὴν ἢ τὸν ἐπιτρέψαντα· ὁ μὲν γὰρ ἐπιτρέψας τῷ δεχομένῳ ψηφίσεται· περὶ τῶν ἑαυτοῦ δὲ οὐδεὶς ἀξιόπιστός ἐστι κριτής. ὡς γὰρ ἐπὶ τὸ πλεῖστον τὰ οἰκεῖα καὶ ἃ δίδωσιν ἕκαστος πολλοῦ ἄξια νομίζει· ὁ δὲ ἐπιτραπεὶς τάξαι τὴν ἀμοιβὴν ὧν δέχεται εὐεργεσιῶν, ἐὰν ὕστερον πράγματα αὐτῷ παρέχῃ ὁ κοινωνήσας τῶν ἑαυτοῦ ὡς οὐκ ἀξίως ἀμειψαμένῳ, δύναται κρίνειν ὀρθῶς, χρησάμενος (??)ταῖς ἐξ ἀρχῆς συνθήκαις, ἃς οὗτός τε διωμολόγησε. κἀκεῖνος συνέθετο· οὐ γὰρ ὅσου νῦν ἄξια νομίζει μετὰ τὸ λαβεῖν, τοσαῦτα παρέξει, ἀλλ’ ὅσων ἐτίμα μήπω λαβών. <Τίνα τίσιν ἀποδοτέον. κεφ. >Καὶ ταῦτα μὲν εἰς τοσοῦτον. ζητητέον δὲ κἀκεῖνο, πότερον τοῖς τιμιωτάτοις καὶ φιλτάτοις πάντα ἀποδοτέον καὶ πειστέον, ἢ ἔστιν ἃ τοῖς ἧττον τιμίοις καὶ φιλουμένοις μᾶλλον ἀποδώσομεν ἢ τοῖς τιμιωτάτοις καὶ φιλτάτοις, οἷον τῷ πατρὶ πάντα πειστέον, ὅ τι ἄν καὶ ἡνίκα κελεύοι, ἢ οὐκ ἀεί, ἀλλά κάμνοντα μὲν ἰατρῷ πειστέον, πολεμοῦντα δὲ στρατηγικῷ· καὶ στρατηγὸν χειροτονεῖν ἄξιον οὐ τὸν φίλον ἢ τὸν πατέρα ἀλλὰ τὸν πολεμικόν· ὁμοίως δὲ δεῖ ὑπηρετεῖν ποτέρῳ μᾶλλον, τῷ φίλῳ ἢ τῷ σπουδαίῳ, καὶ χάριν δοῦναι τῷ ἑταίρῳ ἢ τῷ εὐεργέτῃ, καὶ ᾧ τυγχάνομεν ὀφείλοντες, ἐάν γε ἀμφοτέρους εὖ ποιῆσαι οὐκ ἐνδέχηται. ταῦτα μὲν οὖν πάντα κατὰ μέρος καὶ ἀκριβῶς διορίσασθαι οὐ ῥᾴδιον· πολλὰς γὰρ καὶ παντοίας ἔχει διαφορὰς καὶ ποικίλως διαφέρουσιν ἀλλήλων καὶ ὁμοίως πάντα μικρὰ ἢ μεγάλα ἢ καλὰ ἢ ἀναγκαῖά εἰσιν, ἀλλ’ ἐνίοτε τὸ θεραπεύειν τὸν φίλον ἀναγκιότερον δοκεῖ τοῦ τὸν σπουδαῖον θεραπεύειν, ἐνίοτε δὲ τὸν εὐεργέτην κάλλιον εὗ ποιεῖν ἢ τὸν φίλον καὶ τὸ ἀνάπαλιν· διὰ τοῦτο λόγον ἀκριβῆ περὶ τούτων ἑκάστου δοῦναι οὐ δυνατόν. τοῦτο δὲ φανερόν, ὅτι οὐ πάντα τῷ αὐτῷ ἀποδοτέον, ἀλλ’ ἁ τὰς μὲν εὐεργεσίας ἀνταποδιδόναι δικαιότερον ὡς ἐπὶ τὸ πολὺ μᾶλλον ἢ χαρίζεσθαι τοῖς ἑταίροις, καθάπερ δάνειον τῷ χρήσαντι μᾶλλον δοτέον ἢ τῷ ἑταίρῳ. ὡς ἐπὶ τὸ πολὺ δὲ λέγω, ὅτι συμβαίνει καὶ τὸ ἀνάπαλιν δικαιότερον εἶναι, οἷον τῷ λυτρωθέντι παρὰ λῃστῶν, πότερον τὸν λυσάμενον ἀντι- λυτρωτέον, κἄν ὁστισοῦν ᾖ, ἢ μὴ ἑαλωκότι μέν, ἀπαιτοῦντι δὲ αὐτῷ ἀποδοτέον, ἢ λυτρωτέον τὸν πατέρα; δόξειε γὰρ ἄν καὶ ἑαυτοῦ μᾶλλον τὸν πατέρα· διὰ τοῦτο εἴρηται, καθόλου μὲν καὶ ὡς ἐπὶ τὸ πολὺ ἀντα- ποδοτέον τὸ ὀφείλημα μᾶλλον ἢ χαριστέον τῷ φιλουμένῳ. ἐὰν δὲ τὸ χαρίσασθαι τοῖς φίλοις οὕτω σφόδρα ἀναγκαῖον ᾖ καὶ καλόν, ὡς ὑπερβάλλειν τὸ πρὸς τοὺς εὐεργέτας δίκαιον, πρὸς τοῦτο ἀποκλιτέον· ἐπεὶ οὐδὲ ἀεὶ δίκαιόν ἐστι τὸν εὐεργέτην ἀμείψασθαι, εἰ μοχθηρὸς εἴη ὁ εὐεργέτης, οἷον εἴ τις ἀγαθῷ δεδάνεικε μοχθηρός, οὐ γὰρ ὁ ἀγαθὸς δανείσει τῷ μοχθηρῷ· ὁ μὲν γὰρ εἰδώς, ὅτι λήψεται παρὰ τοῦ ἀγαθοῦ, δεδάνεικεν, ὁ δὲ ἀγαθὸς οὐκ ἐλπίζων ἀπολήψεσθαι οὐκ ἀδικεῖ μὴ δανείζων. εἴτε τοίνυν ἀληθῆ περὶ τοῦ |μοχθηροῦ νομίζει ὁ ἀγαθός, ὡς καὶ τοῦτο μοχθηρὸς ἔσται, καὶ οὐκ ἀποδώσει, εἰκότα ποιεῖ μὴ δανείζων, εἴτε μὴ οὕτως ἔχει, οἴεται δέ, καὶ διὰ τοῦτο οὐκ ἀμείβεται τοῖς ἴσοις, καὶ οὕτως οὐ πόρρω ποιεῖ ἰοῦ δικαίου. οὐ γάρ ἐστι δίκαιον, ἃ δίδωσιν ὁ φαῦλος τῷ σπουδαίῳ, ταῦτα καὶ παρ’ ἐκείνου λαμβάνειν· οὐ γάρ ἐστιν ἴσον τὸ παρὰ τοῦ φαύλου τῷ παρὰ τοῦ ἀγαθοῦ, ὅταν τὸ αὐτὸ γίνηται παρ’ ἀλλήλων ἀμφοτέροις· μεῖζον γὰρ γίνεται τῷ ἀξιώματι τοῦ διδόντος· διὰ τοῦτο εἴρηται, ὅτι οὐκ ἀεὶ τοῖς εὐεργέταις μᾶλλον ἀνταποδοτέον ἢ χαριστέον τοῖς· φίλοις. ὃ γὰρ πολλάκις εἷπον ἐν τοῖς ἔμπροσθεν, οἱ περὶ τῶν παθῶν καὶ τῶν πράξεων λόγοι τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἀκολουθοῦσιν, ἄλλοτε ἄλλως ἔχοντες ὥσπερ ἐκεῖνα· καὶ ὡρισμένους περὶ ἑκάστου καὶ ἀκριβεῖς ἀποδοῦναι οὐ δυνατόν. ὅτι μὲν οὖν οὐ ταὐτὰ πᾶσιν ἀποδοτέον, οὐδὲ τῷ πατρὶ πάντα, καθάπερ οὐδὲ τῷ Διὶ πάντα θύομεν, φανερόν. ἐπεὶ δὲ ἄλλα μὲν ὀφείλομεν τοῖς γονεῦσιν, ἕτερα δὲ τοῖς ἀδελφοῖς, καὶ ἄλλα τοῖς εὐεργέταις ἢ ἑταίροις, ἀπονεμητέον ἑκάστοις τὰ οἰκεῖα καὶ τὰ ἁρμόζοντα. ταῦτα δὴ καὶ ποιοῦντες φαίνονται σχεδὸν πάντες· εἰς γάμους μὲν γὰρ καλοῦσι οὐ τοὺς εὐεργέτας ἢ τοὺς ἑταίρους ἀλλὰ τοὺς συγγενεῖς· τούτοις γὰρ κοινὸν τὸ γένος καὶ αἰ περὶ τοῦτο δὴ πράξεις· καὶ εἰς τὰ κήδη δὲ μάλιστα οἴονται δεῖν τοὺς συγγενεῖς ἀπαντᾶν τῶν αὐτῶν ἕνεκα. δόξειε δ’ ἄν ἰοῖς μὲν γονεῦσι τροφὴν ἐπαρκεῖν, καὶ τούτοις μᾶλλον ἢ ἑαυτοῖς· τὸ γὰρ εἶναι δεῖ συντηρεῖν τοῖς γονεῦσιν, ὅθεν ἐστὶν καὶ τιμὴν δὲ ἀπονεμητέον αὐτοῖς καθάπερ θεοῖς· οὐ πᾶσαν δὲ τιμὴν καὶ παντοίαν· |οὐ γὰρ τὴν αὐτὴν πατρὶ καὶ μητρί, οὐδὲ ἀμφοτέροις τὴν τοῦ σοφοῦ τιμὴν ἀποδοτέον ἢ τὴν τοῦ στρατηγοῦ, ἣν δηλαδὴ τιμῶμεν τὸν σοφὸν ἢ τὸν στρατηγόν, ἀλλὰ τὴν πατρικὴν μὲν τῷ πατρί, τῇ δὲ μητρὶ τὴν προσήκουσαν. ἀπονεμητέον δὲ καὶ παντὶ πρεσβυτέρῳ τιμὴν τὴν καθ’ ἡλικίαν, οἵαν δηλονότι προσήκει νέον ἀποδοῦναι γέροντι, ὑπαναστάσει καὶ κατακλίσει καὶ τοῖς τοιούτοις· ἑταίροις δὲ καὶ ἀδελφοῖς ἀποδοτέον παρρησίαν καὶ κοινότητα, καὶ συγγενέσι καὶ φυλέταις καὶ πολίταις καὶ τοῖς λοιποῖς ἅπασι· καὶ πειρατέον τὸ οἰκεῖον ἀπονέμειν ἑκάστῳ, θεωροῦντα τὴν ἑκάστου πρὸς αὑτὸν οἰκειότητα ἢ χρῆσιν ἢ τὴν ἀρετήν, καὶ τούτοις μετροῦντα τὰς πρὸς αὐτοὺς τιμάς καὶ κοι- νωνίας. τῶν μὲν οὖν ὁμογενῶν ῥᾴων ἡ κρίσις· τοῖς γὰρ συγγενέσιν ἢ πολίταις ἢ φυλέταις ἢ καὶ ἄλλως ὁμοτρότοις, ἃ δεῖ ἀποδιδόναι, ῥᾳδίως ἐπιγνωσόμεθα· τοῖς δὲ ἀλλοτρίοις καὶ διαφέρουσιν εὑρεῖν ἃ δεῖ ἀπονέμειν, ἐργωδέστερον. οὐ μὴν διὰ τοῦτο ἀποστατέον τῶν εἰκότων, ἀλλ’ ὡς ἐνδέχεται διοριστέον περὶ ἑκάστου, καὶ περὶ πάντας τὰ <κατὰ τὸ δέον> γιγνό- τηρητέον. <Περὶ τοῦ διαλύεσθαι τὰς φιλίας ἢ · μή. κεφ. δ΄. >Ἔτι δὲ κἀκεῖνο ζητητέον ἐστίν, εἰ δεῖ διαλύεσθαι τὰς φιλίας ἢ μή· ἔχει γὰρ ἀπορίαν, εἰ δέον ἐστὶν ἐνίοτε τοὺ φίλου στέργοντος ἔτι καὶ φιλοῦντος, αὐτόν τινα. παύεσθαι τῆς φιλίας. λέγομεν τοίνυν, ὅτι πρὸς μὲν τοὺς διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλουμένους, ὅταν μηκέτι ταῦτ’ ἔχωσιν, οὐδὲν ἄτοπον |διαλύεσθαι· τοῦ ἡδέος γὰρ ἢ τ‘οῦ χρησίμου διαλιπόντος, ὧν ἦσαν φίλοι, εὔλογον μὴ φιλεῖν· ὅταν δὲ οἱ διὰ τὸ χρήσιμον ἢ ἡδὺ φιλοῦντες προσποιῶνται διὰ τὸ ἦθος φιλεῖν καὶ τοῦ ἀγαθοῦ ἕνεκα, καὶ διὰ τοῦτο διαλυόμενοι ἐλέγχωνται, ἀδικοῦσι καὶ δικαίως ἐν ἐγκλήμασίν εἰσιν. ὅπερ γὰρ ἐν ἁρχᾖ εἴπομεν, ἑ· κλημάτων αἱ τοιαῦται φιλίαι γέμουσιν, ὅταν μὴ διὰ τὸ αὐτὸ καὶ ὁμοίως φιλῶνται καὶ φιλῶσιν ἀλλήλους, μηδὲ οἴωνται φιλεῖσθαι ὥσπερ φιλοῦνται, ἀλλὰ ἀπατῶνται. τηνικαῦτα γὰρ ἐλεγχομένης τῆς ἀπάτης ἐγκαλοῦσιν ἀλλήλοις. ὅταν μὲν οὖν διαψευσθῇ τις καὶ ὑπολάβῃ φιλεῖσθαι διὰ τὸ ἦθος, μηδὲν τοιοῦτον ἐκείνου πράττοντος ἢ λέγοντος, ὃ προσήκει τῷ διὰ τὸ ἦθος φιλοῦντι, ἑαυτὸν ἂν αἰτιῷτο δικαίως· ὅταν δὲ ὑπὸ τῆς ἐκείνου προσποιήσεως ἀπατηθῇ, δίκαιον ἐγκαλεῖν τῷ ἀπατήσαντι, καὶ μᾶλλον ἢ τοῖς τὸ νόμισμα κιβδηλεύουσιν, ὅσῳ περὶ τὰ τιμιώτερα ἡ κακουργία. τοῖς μὲν οὖν διὰ τὸ χρήσιμον καὶ ἡδὺ φίλοις οὕτω δικαίως συμβαίνει διαλύε- σθαι. εἰ δέ τις διὰ τὸ ἦθος φιλεῖ καὶ ὡς ἀγαθὸν ἀποδέχεται, γένοιτο δὲ μοχθηρός, ἢ καὶ κεῖ τῷ φιλοῦντι, ἆρα φιλητέον ἔτι ἢ διαλυτέον; ῥητέον δή, ὅτι οὐδὲ δυνατόν ἐστι τὸν μὴ ἀγαθὸν δοκοῦντα φιλητὸν εἶναι· τὸ γὰρ φιλητὸν ἀγαθόν, <τὸ δὲ πονηρὸν> οὐδὲ δίκαιον· φιλοπόνηρον γὰρ οὐ χρή τινα εἷναι οὐδ’ ὁμοιοῦσθαι φαύλῳ· εἰ δὲ φιλεῖ, πᾶσα ἀνάγκη ὁμοιοῦσθαι· εἴρηται γάρ, ὅτι τὸ ὅμοιον τῷ ὁμοίῳ φίλον. ἇ ῥ’ οὖν εὐθὺς διαλυτέον; ἢ οὐ πᾶσιν εὐθὺς διαλύεσθαι χρὴ ἀλλὰ τοῖς ἀνιάτοις δι’· ὑπερβολὴν μοχθηρίας; τοῖς δὲ ἰάσιμα νοσοῦσι καὶ δυναμένοις ἐπανόρθωσιν δέξασθαι, οὐ διαλυτέον, ἀλλὰ δεῖ βοηθῆσαι πάσῃ σπουδῇ καὶ τὸ ἦθος ἐπανορθῶσαι κα σῶσαι αὐτοῖς τὴν ἀρετὴν μᾶλλον ἢ τὴν οὐσίαν· ἐπεὶ βέλτιον τῆς οὐσίας ἡ ἀρετὴ καὶ τὸ εἰς ταύτην βοηθεῖν τοῖς φίλοις φιλικώτερον ἢ τὸν πλοῦτον διασώσασθαι· εἰ δὲ πενίαν ἀπελαύνειν δεῖ τῆς τοῦ φίλου οἰκίας τὸν δυνάμενον, πόσῳ δικαιότερον τὴν ἀρετὴν ἐπανάγειν, ἄλλως <τε καὶ> οἰκειότερον <ὄν>, ὅτι διὰ τὴν ἀρετήν εἰσι φίλοι· τὸ οὗν βέλτιον, τὸ καὶ μοχθηρὸν γενόμενον τὸν φίλον φιλεῖν ἔτι καὶ ζητεῖν ἐπανορθοῦν, εἰ δέ τις εὐθὺς διαλύοιτο, οὐ δοκεῖ ποιεῖν ἔξω λόγου· οὐ γὰρ τῷ μοχθηρῷ φίλος ἦν ἀλλά τῷ ἀγαθῷ· τὸν δὲ ἀγαθὸν μηκέτι ὄντα μὴ φ. λῶν οὐδένα ἀδικεῖ· τὸν τοίνυν ἀγαθὸν ἀλλοιωθέντα ἀδυνατῶν ἀνασῶσαι ἀφίσταται τῆς πρὸς αὐτὸν φιλίας· εἰ μὲν οὗν ὁ φίλος ἐξ ἀγαθοῦ πονηρὸς γένοιτο. οὕτω χρηστέον τῇ διαλύσει. εἰ δὲ τῶν φίλων ὁ μὲν ἐπιεικέστερος ἑαυτοῦ γένοιτο καὶ πολὺ διαλλάττοι τῇ ἀρειῇ, ὁ δὲ ὡς εἶχε μένοι, ἄρα χρηστέον τὸν σπουδαῖον τῷ μὴ τοιούτῳ, ἢ οὐκ ἐνδέχεται, ἀλλὰ διαλυτέον; ἐν μεγάλῃ δὲ δία στάσει μάλισια δῆλον γίνεται. εἰ γὰρ δύο παίδων φίλων ὄντων. διὰ τὴν ἡλικίαν καὶ τὸ διατριβῶν καὶ παιδιᾶς κοινωνεῖν, ὁ μὲν εἰς ἄνδρας ἐλθὼν σπουδαῖος γένοιτο καὶ ἀνὴρ εἴη τοῖς ὅλοις, ὁ δὲ νεαρὸν ἔτι μένοι τὸ ἦθος ἔχων, πῶς ἄν εἶεν φίλοι, μήτε ἰοῖς αὐτοῖς ἀρεσκόμενοι μήτε τοῖς αὐτοῖς χαίροντες ἢ λυπούμενοι; οὐδὲ γὰρ χαριεῖται οὐδέτερος οὐδετέρῳ· οὐδὲ γὰρ ἔχει ὃ ποιήσας ἡδίω ποιήσει τὸν φίλον· ἔτι δὲ οὐδὲ συζῆν δυνήσονται, ὧν χωρὶς οὐκ ἔνι φιλίαν συστῆναι, καθὼς εἴρηται. |ἆρ’ οὖν οὕτω πρὸς αὐτὸν διακεῖσθαι δεῖ τὸν σπουδαῖον, ὥσπερ εἰ μηδέποτε γέγονε φίλος, ἢ δεῖ μνείαν ἔχειν τῆς γενομένης συνηθείας, καὶ καθάπερ φίλοις μᾶλλον ἢ ὀθνείοις οἰόμεθα δεῖν χαρίζεσθαι, οὕτω καὶ τοῖς ποτὲ γενομένοις φίλοις πλέον δεῖ νέμειν, ἢ οἷς οὐδέποτε ἐχρησάμεθα; δοκεῖ τοίνυν ὀφείλεσθαί τι αὐτοῖς διὰ τὴν προγενομένην φιλίαν, ἐὰν μὴ δι’ ὑπερβολὴν μοχθηρίας ἡ διάλυσις γένηται. <Περὶ φιλικῶν ἔργων καὶ ὅτι φίλος ὁμοίως εἰς ἑαυτόν τε 35 τὸν φίλον, φαῦλος δὲ οὔτε εἰς ἑαυτόν πὼς οὔτ’ εἰς ἄλλον φιλικῶς διάκειται. κεφ. κεφ. ε΄. >Καὶ οὕτω μὲν γίνοιντο ἂν ἐπικαίρως αἱ τῶν φιλιῶν διαλύσεις. ἔτι δὲ περὶ αὐτῆς τῆς φιλίας λέγωμεν. τὰ τοίνυν φιλικὰ καὶ ἐν οἷς ἡ φιλία συνίτὸ σταται δοκοῦσιν ὥσπερ κανόνα τινὰ ἔχειν καὶ ἀρχὴν τὰ παρ’ ἑκάστου ἑαυτῷ ὀφειλόμενα· ταὐτὰ γὰρ ζητοῦσι παρ’ ἀλλήλων οἱ φίλοι, ἃ καὶ παρ’ ἑαυτῶν. καὶ διὰ τοῦτο φίλον ὁρίζονται εἶναι τὸν βουλόμενον τὰ ἀγαθὰ τῷ φίλῳ καὶ πράττοντα ἐκείνου ἕνεκα ἢ τὸν βουλόμενον εἶναι καὶ ζῆν τὸν φίλον αὐτοῦ χάριν. . ὅπερ αἱ μητέρες πρὸς τὰ τέκνα πεπόνθασι· βούλονται γὰρ τὰ τέκνα ζῆν καὶ εὖ πράττειν αὐτῶν ἕνεκα τῶν τέκνων, ἐπεὶ καὶ μὴ φιλούμεναι πολλάκις ὑπὸ τῶν τέκνων ἢ μηδὲ γιγνωσκόμεναι τὰ ἀγαθὰ καὶ τὴν εὐδαιμονίαν αὐτοῖς συνεύχονται· τοῦτο δὲ πάσχουσι καὶ τῶν φίλων οἱ προσκεκρουκότες μὲν καὶ περιοφθέντες, μένοντες δὲ αὐτοὶ ἐν τῷ φιλεῖν· βούλονται γὰρ τοῖς φίλοις πάντα τὰ ἀγαθά, μηδὲν ἐλπίζοντες κοινωνήσειν αὐτοί, ἀλλά αὐτῶν ἕνεκα· ἔτι <δὲ> φίλον ὁρίζονται εἶναι καὶ τὸν συναλγοῦντα καὶ συγχαίροντα τῷ φίλῳ· ὅπερ καὶ αὐτὸ μάλιστα περὶ τἀς μητέρας συμβαίνει. ἀπὸ τούτων δὲ καὶ ὁ τῆς φιλίας ὁρισμός· ἀπὸ γὰρ τοῦ ὁρισμοῦ τῶν ἐχόντων καὶ ὁ ὁρισμὸς τῆς ἕξεως λαμβάνεται· ὁ γὰρ ὁρισμὸς τοὺ σώφρονος τὸν τῆς σωφροσύνης ὁρισμὸν παρέχει· οὗτοι μὲν οὖν οἱ τῆς φιλίας καὶ τῶν φίλων ὁρισμοί· ἐλήφθησαν δὲ ἀπὸ τῶν ὀφειλομένων παρ’ ἑκάστου πρὸς ἑαυτόν, καθὼς εἴρηται. καὶ γὰρ ὁ ἐπιεικὴς ταῦτα πάντα πρὸς ἑαυτόν ἐστιν, ἅπερ ὁ ἀλη- θὴς φίλος πρὸς τὸν φίλον· καὶ ὁ φίλος ἑαυτῷ μάλιστα ὁ ἐπιεικής ἐστι, καὶ ὃς οἴεται ἐπιεικὴς εἶναι. εἰ δὲ μὴ πάντες, καὶ οἱ φαῦλοι τὰ φιλικὰ ἀπονέμουσιν ἑαυτοῖς, οὐδὲν προσίσταται τῷ λόγῳ. καὶ γὰρ ἃ οἱ σπουδαῖοι καὶ ἐπιεικεῖς ποιοῦσι, ταῦτά εἰσι τὰ διαφέροντα τοῖς ἀνθρώποις καὶ τῇ κοινῇ φύσει· καὶ γὰρ μέτρον ἐστὶν ἡ ἀρετὴ καὶ ὁ σπουδαῖος τῶν ἀνθρωπίνων παθῶν καὶ τῶν πράξεων· ἃ δὲ ὁ φαῦλος ζητεῖ, οὐκ εἰς τὴν κοινὴν ἀνάγεται φύσιν· τὴν γὰρ περὶ ταῦτα ψῆφον οὐκ ἀπὸ τῶν νοσούντων ἀλλ’ ἀπὸ τῶν ὑγιαινόντων ληψόμεθα. ὅτι δὲ ὁ ἐπιεικὴς τὰ φιλικὰ ἑαυτῷ πάντα ἀπονέμει, δῆλον. οὗτος γὰρ ὁμογνωμονεῖ ἑαυτῷ καὶ τῶν αὐτῶν ὀρέγεται κατά τε <τὴν> λογικὴν ψυχὴν καὶ κατὰ τὴν ἄλογον· καὶ καθάπερ ὁ ἀκρατὴς τἀναντία ζητεῖ, καὶ τὸ παθητικὸν αὐτῷ τῷ λογιστικῷ πολεμεῖ. καὶ βούλεται δὴ ὁ σπουδαῖος τὰ ἀγαθὰ ἑαυτῷ, τά τε κυρίως ἀγαθά, ὅσα εἰς ἀρετὴν φέρει καὶ τὰ φαινόμενα ἀγαθὰ καὶ αὐτῇ τῇ ἀρετῇ βοηθοῦντα, καὶ βούλεται ἑαυτῷ ἀγαθὰ ἑαυτοῦ ἕνεκα· ὁ γὰρ φαῦλος οὐχ ἑαυτοῦ ἕνεκα. τὸ γὰρ διανοητικόν ἐστι τὸ ἀνθρώπινον εἶναι, οὗ ἕνεκα ὁ μὲν σπουδαῖος πάντα ποιεῖ καὶ τὰ ἀγαθὰ πάντα ζητεῖ, ὁ δὲ φαῦλος οὐδέν. οὐ γὰρ τὴν θεωρίαν ὁ φαῦλος ἔχει τέλος τῶν ἑαυτοῦ πράξεων ἀλλὰ τὴν ἡδονὴν τὴν φαύλην· ὅθεν οὐ βούλεται τὰ ἀγαθὰ ἑαυτῷ ἑαυτοῦ ἕνεκα. ἔτι δὲ καὶ ζῆν βούλεται ἑαυτὸν ὁ σπουδαῖος καὶ σώζεσθαι, καὶ μάλιστα κατὰ τὸ διανοητικόν· καὶ πάντα πράττει, ἃ οἴεται ἀγαθὰ εἷναι ἑαυτῷ καὶ ἃ πρὸς τὸ ζῆν φέρει καὶ τὸ σώζεσθαι. τῶν δὲ ἄλλων οἱ μὲν οἴεσθαι ἐπιεικεῖς εἶναι τὰ δοκοῦντα ἀγαθὰ καὶ αὐτοὶ ζητοῦσι καὶ βούλονται ἑαυτοῖς καὶ ζῆν καὶ σώεσθαι· οὕτω δὲ ἔχουσιν, ὅτι τρόπον τινὰ ἐοίκασι κάσι τοῖς σπουδαίοις. οἱ δὲ σφόδρα φαῦλοι καὶ ἀνοσιουργοὶ οὐδὲν τούτων ἔχουσιν· οὔτε γὰρ τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν, ἀλλὰ ἄλλα μὲν βούλονται, ἑτέρων δὲ ἐπιθυμοῦσιν, οἷοί εἰσιν οἱ ἀκρατεῖς. καὶ εἰσὶ δὲ οἳ διὰ δειλίαν καὶ ἀργίαν ἀφίστανται τοῦ πράττειν, ἃ οἴονται ἑαυτοῖς βέλτιστα εἶναι· οὔτε τοίνυν τὰ δοκοῦντα ἀγαθὰ διώκουσιν οὔτε βούλονται ἑαυτοῖς τὸ ζῆν καὶ σώζεσθαι· ἔνιοι γὰρ τῷ πολλὰ καὶ δεινὰ πρᾶξαι μί’ μισηθέντες διὰ μοχθηρίας ὑπερβολὴν φεύγουσι τὸ ζῆν καὶ ἀναιροῦσιν ἑαυτούς. ὁ δὲ σπουδαῖος βούλεται ἑαυτῷ ζῆν· ἀγαθὸν γὰρ τῷ σπουδαίῳ τὸ εἶναι· τὴν γὰρ θεωρητικὴν διώκει ζωὴν <καὶ> τὴν ἑαυτοῦ οὐσίαν συνιστάναι ἐν γὰρ τῷ νοεῖν ἡ ἑκάστου οὐσία συνίσταται ἢ ἐν τούτῳ μάλιστα. ὃς δὲ τῷ ἀλόγῳ βούλεται τὸ εἶναι καὶ σώζεσθαι καὶ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ τοῦ οἰκείου εἶναι παρατρπέντι, οὐχ ἑαυτῷ βούλεται τὰ ἀγαθὰ ἀλλ’ ἐκείνῳ εἰς ὃ μετεβλήθη· καὶ ἕκαστος δὲ ἑαυτῷ βούλεται γενέσθαι τὰ ἄγα θᾶ, οἰόμένος μένειν ὅπερ ἐστίν· εἰ δὲ συνίδοι ἑαυτὸν ἄλλον γενόμενον, οὐκ ἄν |ἕλοιτο πάντα τὰ ἀγαθὰ ἔχειν ἐκεῖνο τὸ γενόμενον· οὐδὲν γὰρ διαφέρει ἄλλῳ τινὶ βούλεσθαι τὰ ἀγαθὰ ἢ ἑαυτῷ μεταβληθέντι. οὐδεὶς δὲ ἀγαπᾷ, ἐὰν ἄλλῳ τινὶ γένηται τὰ ἀγαθά· καὶ γὰρ τῷ θεῷ πάντα πρόσεστι τὰ ἀγαθά, ἀλλ᾿ ἔστιν αὐτὸς ὅ τι ποτέ ἐστι. διὰ τοῦτο οὐκ ἀγαπῶμεν, ἀλλ’ ἡμῖν αὐτοῖς ἢ τοῖς φίλοις συνευχόμεθα τὰ ἀγαθά, ὅτι ἡμῶν τί. εἰσι καὶ οἱ φίλοι. καὶ μὴν καὶ συνδιάγειν ἑαυτῷ μόνος ὁ σπουδαῖος βούλεται, ὅτι αὐτάρκης ἐστὶ καὶ ἡδύς ἐστιν ἑαυτῷ· ἥδεται γὰρ ὧν τε ἔπραξε μεμνημένος ἐφ’ ἑαυτοῦ καὶ ἐλπίζων ἔτι ποιήσειν ἀγαθὰ καὶ ἀγαθοῖς ἐντεύξεσθαι, καὶ γενναίων εὐπορεῖ θεωρημάτων τῇ διανοίᾳ· ταῦτα δὴ πάντα ἥδιστον αὐτὸν ἑαυτῷ ποιεῖ, καὶ ἥδεται κατὰ σχολὴν αὐτὸς ἑαυτῷ συνὼν καὶ συνδιάγων. οἱ δὲ μοχθηροὶ ζητοῦσι μεθ’ ὧν συνημερεύσουσιν, ἑαυτοὺς δὲ φεύγουσιν· ἀναμιμνήσκονται γὰρ καθ’ ἑαυτοὺς ὄντες πολλῶν καὶ δυσχερῶν, καὶ τοιαῦτα ἕτερα ἐλπίζουσιν, ὧν μεθ’ ἑτέρων ὄντες ἐπιλανθάνονται. ἔτι δὲ συναλγεῖ καὶ συνήδεται ἑαυτῷ μάλιστα ὁ σπουδαῖος, ὅτι τὰ αὐτὰ βούλεται καὶ τῶν αὐτῶν ἐπιθυμεῖ, καὶ οὐ μάχεται τὸ λογικὸν τῷ παθητικῷ· καὶ διὰ τοῦτο τὸ αὐτὸ ἀεὶ λυπηρόν ἐστιν αὐτῷ καὶ τὸ αὐτὸ ἡδύ· ἀμεταμέλητος γάρ, ὡς εἰπεῖν. οἱ δὲ μοχθηροὶ οὐκέτι· οὐδὲν γὰρ φιλητὸν ἔχοντες οὐδὲν φιλικὸν πάσχουσι πρὸς ἑαυτούς· διὰ τοῦτο οὐδὲ συγχαίρουσιν ἑαυτοῖς οὐδὲ συναλγοῦσι· στασιάζει γὰρ αὐτῶν ἡ ψυχὴ καὶ πολεμεῖ τῷ λογικῷ τὸ ἄλογον· καὶ τὸ μὲν ἄλογον ἀλγεῖ τῶν μοχθηρῶν ἀπεχόμενον, τηνικαῦτα δὲ οὐ συναλγεῖ τὸ λογικόν ἀλλὰ χαίρει, καὶ τὸ ἀνάπαλιν· καὶ ὅλως τὸ μὲν δεῦρο τὸ δὲ ἐκεῖσε ἕλκει, καθάπερ διασπῶντα· εἰ δὲ μὴ οἷόν τε κατὰ ταὐτὸν καὶ λυπεῖσθαι καὶ ἥδεσθαι, ἀλλὰ μετὰ μικρόν γε λυπεῖται, ὅτι πρότερον ἥδετο· οὐ γὰρ ἐβούλετο τὴν τοιαύτην αὐτῷ γενέσθαι γενέσθαι ἡδονήν. μεταμελείας γὰρ οἱ φαῦλοι γέμουσι. φαίνεται τοίνυν ὅτι οὐδὲ πρὸς ἑαυτὸν φιλικός ἐστιν ὁ μοχθηρός, ὅτι οὐδὲν φιλητὸν ἔχει. εἰ δὲ τὸ οὕτως ἔχειν λίαν ἐστὶν ἄθλιον, φευκτέον τὴν μαοχθηρίαν πάσῃ σπουδῇ καὶ πειρατέον ἐπιεικῆ καὶ σπουδαῖον ἕκαστον εἶναι· οὕτω γὰρ ἂν καὶ πρὸς ἑαυτὸν φιλικῶς ἔχοι καὶ ἑτέρων γένοιτο φίλος. ἐπεὶ τοίνυν, ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ ἀπονέμει, ταῦτα δεῖ καὶ τῷ φίλῳ ἀπονέμειν (δεῖ γὰρ πρὸς τὸν φίλον ἔχειν ὥσπερ πρὸς ἑαυτόν· ὁ γὰρ ἄλλος αὐτός), φανερόν, ὅτι ἅπερ ὁ ἐπιεικὴς ἑαυτῷ βούλεται καὶ ἀπονέμει, ταῦτά εἰσι τὰ φιλικὰ καὶ ἐν τούτοις ἡ φιλία συνίσταται. τὸ δὲ ζητεῖν πότερον φιλία ἐστὶν ἡ πρὸς ἑαυτὸν ἑκάστου ἀγάπη ἢ μή, ἀφείσθω ἐπὶ τοῦ παρόντος· ἡ γὰρ φιλία δύο ἢ τριῶν, ὡς δῆλον ἐκ τῶν εἰρημένων. καὶ εἴ τις καὶ τὰ πρὸς ἑαυτὸν φιλίαν καλεῖ, εἴη ἂν φιλία καθόσον ἐστὶν αὐτὸς πρὸς ἑαυτὸν διαφέρων καὶ τῷ λογιστικῷ τὸ παθητικὸν σπένδεται. καὶ διότι δὲ ἡ ὑπερβολὴ τῆς φιλίας ἔοικε τῇ· ἑκάστου πρὸς ἑαυτὸν ἀγάπῃ, καὶ αὐτὴ καλοῖτο ἂν φιλία. <Περὶ εὐνοίας. κεφ. >Ἡ δὲ εὔνοια φιλίᾳ μὲν ἔοικεν, οὐ μὴν ἔστι γε φιλία. καὶ γὰρ εὐνοοῦμεν καὶ οἷς οὔκ ἐσμεν φίλοι· καὶ γίνεται εὔνοια καὶ πρὸς ἀγνῶτας καὶ λανθάνουσα τὸν φιλού|μενον· φιλία δὲ οὐκέτι, καθὼς καὶ πρότερον διὰ πλειόνων εἴρηται. οὔτε τοίνυν φιλία ἐστὶν ἡ εὔνοια καὶ οὐδὲ φίλησις ἔοικεν εἶναι. καὶ γὰρ ἡ μὲν φίλησις ὁρμήν τινα καὶ κίνησιν εἰς τὸ φιλούμενον ἔχει καὶ ὄρεξιν αὐτοῦ καὶ ζητεῖ ὁ φιλῶν ἀεὶ τὸ φιλούμενον· ἡ δὲ εὔνοια οὐ τοιαύτη. οἱ γάρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συνεῖναι δὲ οὐ πάνυ ζητοῦσιν· ἔτι δὲ ἡ μὲν φίλησις μετὰ συνηθείας, χρόνῳ γάρ τινι καὶ συνῆ θείᾳ ἡ φίλησις γίνεται, ἡ δὲ εὔνοια ἀθρόον, ὡς εἰπεῖν, οἷς ἐπιγίνεται συμβαίνει· καθάπερ οἱ θεώμενοι πρὸς τοὺς ἀγωνιζομένους διατίθενται. εὖνοι γὰρ γίνονται πρὸς αὐτοὺς εὐθὺς νικῶντας ὁρῶντες καὶ συνθέλουσιν αὐτοῖς τὰ ἀγαθά, συμπράξαιεν δ’ ἄν οὐδέν· οὐ γὰρ φίλησιν ἔχουσιν εἰς αὐτούς, χρόνῳ τινὶ καὶ συνηθείᾳ στέρξαντες, ἀλλ’ ἅμα τε εἶδον καὶ ἥσθησαν αὐτοῖς· καὶ διὰ τοῦτο ἐπιπολαίως στέργουσιν, ὅπερ ἐστὶν ἡ εὔνοια. φαίνεται τοίνυν ἀρχὴ φιλίας ἡ εὔνοια εἶναι, καθάπερ τοῦ ἐρᾶν ἀρχὴ γίνεται ἡ διὰ τῆς ὄψεως ἡδονή· καὶ ὥσπερ οὐ δυνατὸν ἐρᾶν μὴ πρότερον ἡσθέντα τῷ εἴδει τοῦ ἐρωμένου, δυνατὸν δὲ ἡδόμενον μὴ ἐρᾶν τότε γάρ τις ἐρᾷ ὅταν καὶ ἀπόντα ποθῇ καὶ τῆς παρουσίας ἐπιθυμῇ), οὕτω δὴ καὶ φίλους οὐχ οἷόν τε εἶναι μὴ εὔνους γενομένους· εὔνους δὲ μὴ φίλους εἶναι δυνατόν. οἱ γὰρ εὖνοι βούλονται μὲν τὰ ἀγαθὰ οἷς εἰσιν εὖνοι, συμπράξαιεν δ’ ἄν οὐδέν, οὐδ’ ὀχληθεῖεν ὑπὲρ αὐτῶν. διὰ τοῦτο μεταφορικῶς τις καλέσειεν ἄν αὐτὴν ἀργὴν φιλίαν· χρονιζομένη γὰρ καὶ εἰς συνήθειαν ἀφικνουμένη φιλία γίνεται. |φιλία δὲ οὐχ ἡ διὰ τὸ χρήσιμον ἢ τὸ ἡδύ, ἀλλὰ τοῦ ἀγαθοῦ ἕνεκα. εὔνους γάρ τίς τινι γίνεται δι’ ἀρετὴν καὶ ἐπιείκειαν, ὅταν αὐτῷ καλὸς εἶναι δόξῃ ἢ ἀνδρεῖος ἤ τι τοιοῦτον, ὁ δὲ διὰ τὸ ἡδὺ καὶ χρήσιμον βουλόμενός τινα εὐπραγεῖν οὐκ ἐκείνῳ ἐστὶν εὔνους ἀλλ’ ἑαυτῷ, καθάπερ οὐδὲ φίλος ἐστὶν ὁ τοιοῦτος. ὁμοίως δὲ οὐδ’ ὁ διότι ἔλαβε βουλόμενος τῷ εὐεργέτῃ τὰ ἀγαθὰ εὔνους ἂν εἴη κυρίως, ἀλλὰ τὰ δίκαια ὀρῶν καὶ ἀποδιδοὺς τῷ εὐεργέτῃ τὴν χάριν ὧν εὖ πέπονθεν αὐτός, οὐ τῇ ἐκείνου ἀρετῇ ἀλλὰ τῷ ἑαυτοῦ ἀγαθῷ φαίνεται χαίρων. ἔστι τοίνυν ἡ εὔνοια οὔτε φιλία οὔτε φίλησις ἀλλὰ φιλίας ἀρχή, χρόνον δὲ καὶ συνήθειαν καὶ τἄλλα φιλικὰ προσλαβοῦσα φιλία γίνεται ἡ διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν. <Περὶ ὁμονοίας. κεφ. ς'. >Ἡ δὲ ὁμόνοια φιλικόν τι καὶ αὐτή ἐστι καὶ τῇ φιλία ἀκολουθεῖ. ἔστι δὲ ὁμόνοια οὐ τὸ τὰ αὐτὰ δοξάζειν, οἷον ὁμοδοξία τις· ἡ μὲν γὰρ ὁμοδοξία γένοιτο ἂν καὶ τοῖς ἀγνοοῦσιν ἀλλήλους· οὐδὲν γὰρ κωλύει περὶ τῶν αὐτῶν τὰ αὐτὰ δοξάξειν καὶ ἐπιστήμην ἔχειν τῶν αὐτῶν τὴν αὐτὴν μηδὲ εἰδότας ἀλλήλους· ἡ δὲ ὁμόνοια τῶν ἐν κοινωνίᾳ τινὶ καὶ φιλίᾳ ὄντων ἐστί. καὶ γὰρ τὰς πόλεις ὁμονοεῖν φασιν, ὅταν περὶ τῶν συμφερόντων ὁμογνωμονῶσι καὶ τὰ αὐτὰ <προαιμῶνται> καὶ πράττωσι δόξαντα. ἔστι τοίνυν ὁμόνοια τῶν φίλων ὁμογνωμοσύνη, οὐκ ἐν τοῖς θεωρητοῖς ἀλλ’ ἐν τοῖς πρακτοῖς καὶ τούτων τοῖς ἀξιολόγοις καὶ ἐν μεγέθει τινὶ οὖσι. περὶ γὰρ τῶν ἐν τῷ βίῳ μι|κρῶν οὐ λέγονται ὁμονοεῖν ἀλλ· ήλοις οὔτε πόλις οὔτε φίλοι, οἷον οἴκοι μένειν ἢ βαδίζειν εἰς ἀγορὰν ἢ τόδε εἰπεῖν ἢ δρᾶσαι, δι’ ὧν οὔτε ὠφέλειά τις μεγάλη οὔτε βλάβη ἀκο- λουθεῖ· περὶ τούτων γὰρ καὶ τῶν τοιούτων οὐ λέγονται ὁμόνοιαν ἔχειν ἀλλὰ τῶν μεγάλων καὶ συμφερόντων ἢ τοῖς φίλοις ἀμφοῖν ἢ τῇ πόλει κοινῇ, οἷον ὅταν πάσῃ τῇ πόλει κοινῇ δοκῇ τοὺς ἄρχοντας μὴ κληρωτοὺς εἶναι διαδοχῇ τινι κτωμένους τὴν ἀρχὴν ἀλλὰ αἱρετούς, ἢ συμμαχεῖν Λακεδαιμονίοις ἢ ἄλλο ὁτιοῦν, ὅπερ ἀξιόλογόν τε καὶ τῇ πόλει πάσῃ διαφέρει. καὶ τοὺς φίλους ὁμοίως ὁμονοεῖν λέγομεν, ὅταν τὸν αὐτὸν ἕλωνται βίον καὶ τὰ μέγιστα τῶν ἐν τῷ βίῳ, καὶ ἀμφοῖν ἢ πρὸς βλάβην ἡ πρὸς ὠφέλειαν φέροντα ἀμφότεροι ὁμοίως ἢ φεύγωσιν ἢ διώκωσιν. οὐ γὰρ τὰ αὐτὰ δεῖ ζητεῖν μόνον τοὺς ὁμονοήσοντας ἀλλήλοις ἀλλὰ καὶ ὁμοίως τοῖς ὅλοις, οἷον εἰ δοκεῖ τοῖς φίλοις ἀμφοῖν ἡγεμόνα βίου θατέρῳ τὸν ἕτερον γενέσθαι, βούλοιντο δὲ οὐ τὸν αὐτὸν ἀλλ’ ἑκάτερος ἑαυτόν, τηνικαῦτα γὰρ τὸ αὐτὸ μὲν ζητοῦσιν, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ ἀλλ’ ἑαυτῷ ἑκάτερος, ὅπερ οὐκ ἔστιν ὁμονοεῖν. καὶ ἐν ταῖς πόλεσι δὲ ὁμονοήσουσιν ἐν ταῖς ἀρχαικαλέσειεν ρεσίαις, ὅταν τὸν αὐτὸν ἕλωνται πάντες ἄρχειν ἢ τοὺς ἀρίστους πάντες καὶ μὴ ἑαυτὸν ἕκαστος, καθάπερ Εὐριπίδης ἐν ταῖς Φοινίσσαις ἐποίησεν· οὕτω γὰρ οὐ τὸ πᾶσιν ἀρέσκον γίνεται· τὸ δὲ οὐκ ἔστιν ὁμόνοια, ἀλλ’ ὅταν τύχωσι πάντες οὗ ἐφίενται, τηνικαῦτα ὁμονοοῦσιν. ἔστι τοίνυν ἡ ὁμόνοια πολιτική τις φιλία καὶ οὕτω λέγεται· καὶ γὰρ περὶ τὰ πρακτὰ καὶ τὰ συμφέροντά ἐστι 1 καὶ πρὸς τὸν βίον ἀνήκοντα· ταῦτα δὲ τῆς πολιτικῆς. ἔστι δὲ ἐν τοῖς ἐπιεικέσιν ἡ ὁμόνοια· οὗτοι γὰρ καὶ ἑαυτοῖς καὶ ἀλλήλοις ἐπὶ τῶν αὐτῶν ὄντες, ὡς εἰπεῖν· τῶν τοιούτων γὰρ ἵσταται τὰ βουλήματα καὶ μένει καὶ οὐ μεταρρεῖ καθάπερ εὔριπος, βούλονταί τε τὰ δίκαια καὶ τὰ συμφέροντα, τούτων δὲ καὶ κοινῇ ἐφίενται. τοὺς δὲ φαύλους οὐχ οἷόν τε ὁμονοεῖν πλὴν ἐπὶ μικρόν, καθάπερ καὶ φίλοι βέβαιοι οὐ δύνανται εἶναι πλεονεξίας ἐφιέμενοι καὶ μεῖζον ἔχειν ἑκάτερος ἑκατερου ζητοῦντες ἐν τοῖς συμφέρουσιν· ἐν γὰρ τοῖς πόνοις καὶ ἐν ταῖς ὑπὲρ ἀλλήλων λειτουργίαις ἀεὶ ζητοῦσι τὸ ἔλαττον ἔχειν, καὶ ἑαυτὸν ἑκάτερος ἄξιον νομίζων ὀλίγα μὲν πονεῖν, μεγάλα δὲ ὠφελεῖσθαι, τὸν ἕτερον εὐθύνει, περὶ τῶν λειτουργιῶν ἀκριβολογούμενος καὶ κωλύων τῶν συμφερόντων ἀπολαύειν, ὅσον ἐθέλει, ὡς μεγάλα, φαύλων ἀπονάμενον πόνων· διὰ τοῦτο μὴ τηροῦντες τὸ κοινὸν ἀλλ’ ἑκάτερος τὸ ἑαυτοῦ, τάχιστα διαλύονται· τὸ γὰρ συνάπτον διασπῶσιν, ὅπερ ἐστὶ τὸ κοινὸν καὶ ἡ ὁμόνοια· τοῦ συνάπτοντος δὲ διαλυθέντος οὐ δύνανται συνημμένοι εἶναι. συμβαίνει τοίνυν αὐτοῖς στασιάζειν ἀπαιτοῦσι μὲν παρ’ ἀλλήλων τὰ φιλικά, αὐτοῖς δὲ οὐ βουλομένοις τὰ δίκαια ποιεῖν· ὅθεν ἐν τοῖς Φαύλοις οὐ δυνατὸν ὁμόνοιαν εἶναι ἀλλ’ ἐν τοῖς ἐπιεικέσι μόνοις. <Περὶ εὐεργεσίας. κερ. η'. >Ἐκεῖνο δὲ ζητητέον, ἀνθ’ ὅτου τοὺς εὖ πάσχοντας οἱ εὐεργέται φιλοῦσι μᾶλλον ἢ ὑπ’ ἐκείνων φιλοῦνται· καὶ γὰρ ὡς παράλογον γινόμενον ἐπιζητεῖται. οἱ μὲν οὖν πολλοὶ διὰ τοῦτό φασι φιλεῖν μᾶλλον τοὺς εὐεργέτας, δι’ ὃ καὶ οἱ δανεισταὶ φιλοῦσιν οἷς ἐδάνεισαν, μὴ φιλούμενοι ὑπὸ τῶν ὀφειλόντων· οἱ. μὲν γὰρ χρήσαντες βούλονται τοῖς ὀφείλουσι τὴν σωτηρίαν καὶ πάντα τρόπον βοηθοῦσιν, ἵνα αὐτοῖς τὰ χρήματα ἐπανέλθῃ, οἱ δὲ ὀφείλοντες οἷς ὀφείλουσιν οὐκέτι· βούλοιντο γὰρ ἂν αὐτοὺς μὴ εἶναι, ὡς ἄμεινον οὕτω πράξοντες τοῦ δανείου λυθέντος· τὸν αὐτὸν δὴ τρόπον φασὶ καὶ ἐπὶ τούτων, τοὺς μὲν εὐεργέτας βούλεσθαι εἶναι καὶ σώζεσθαι τοὺς εὖ παθόντας, ὡς οὕτω κομιουμένους τὰς ἀμοιβάς, τοὺς δὲ εὖ παθόντας οὐ σφόδρα φιλεῖν τὴν τῶν εὐεργετῶν σωτηρίαν· οὐ γὰρ οὕτως ἐπιμελὲς τοῖς ἀνθρώποις τὸ ἀνταποδοῦναι ὡς τὸ ἀπολαβεῖν. ἡ μὲν οὖν δοκοῦσα τοῖς πολλοῖς αἰτία αὕτη ἐστί καὶ ταῦτα προήχθησαν νομίζειν πρὸς τοὺς ἀγνώμονας καὶ πονηροὺς ἀποβλέποντες τῶν ἀνθρώπων καί, ὅ φησιν Ἐπίχαρμος, ἐκ πονηροῦ θεώμενοι. ἔοικε δὲ ἀνθρωπικὸν τὸ τοιοῦτον εἶναι. · ἀμνήμονες γὰρ οἱ πολλοί, καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίμεγάλα ἐντι. δόξειε δ’ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον καὶ οὐχ ὅμοιον τῶ περὶ τοὺς δανείσαντας. ἐν μὲν γὰρ τοῖς εὐεργέταις καὶ τοῖς εὗ πάσχουσι φίλησίς ἐστιν, ἐν δὲ τοῖς δανειζομένοις καὶ δανεισταῖς οὐ φίλησις· οὐ γὰρ φιλεῖ ὁ δανείσας τὸν ὀφείλοντα ἀλλ’ αὐτὸ τοῦτο μόνον σώζεσθαι αὐτὸν βούλεται τῆς κομιδῆς ἕνεκα καὶ ἵνα τὸ δάνειον ἀπολάβῃ· οἱ δ’ εὗ πεποιηκότες φιλοῦσι καὶ ἄγαπῶσι τοὺς εὖ πεπονθότας, κἂν μὴ ὧσι χρήσιμοι μηδὲ δύνωνται γενέσθαι. τοῦτο δὲ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκε· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἄγα|πηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου· μάλιστα δὲ τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα στέργοντες ὥσπερ τέκνα. τοιοῦτο δὲ ἔοικεν εἶναι καὶ τὸ τῶν εὐεργετῶν· οἱ γὰρ εὖ πάσχοντες ὑπ’ αὐτῶν κατὰ τοῦτο ἔργα αὐτῶν εἰσι καὶ διὰ τοῦτο ἀγαπῶσι μᾶλλον αὐτοὺς ἢ τὰ ἔργα αὐτοὺς ἀγαπᾷ. τούτου δὲ αἴτιον, ὅτι τὸ μὲν εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν· ἐσμὲν δὲ κυρίως ὅταν ἐνεργείᾳ ὦμεν· ἐσμὲν δὲ ἐνεργείᾳ ἐν τῷ ζῆν καὶ πράττειν· ὁ δὲ πράττων ἐνεργείᾳ ἐστὶν ἐν τῷ ἔργῳ. ἡ γὰρ οἰκοδομικὴ ὁ λόγος ἐστὶ τῆς οἰκοδομίας, ὃς ἐνεργείᾳ ἐστὶν ἐν τῇ οἰκίᾳ· καὶ ἔστιν αὐτὴ ἡ οἰκία, καθὸ οἰκία, ὁ τεχνίτης ἐνεργείᾳ, καθὸ τεχνίτης· ὁμοίως καὶ πᾶς ἐνεργῶν ἐνεργείᾳ ἐστὶ τὸ ἔργον αὐτοῦ. εἰ τοίνυν φυσικὸν μὲν ἐφίεσθαι τοῦ εἶναι, τὸ εἶναι δέ ἐστιν ἐν τῷ πράττειν, τὸ ἔργον δέ ἐστιν αὐτὸς ὁ πράττων ἐνεργείᾳ, φανερὸν ὅτι καθόσον ζητεῖ τις τὸ ἑαυτοῦ εἶναι, κατὰ τοσοῦτον ζητεῖ καὶ τὸ ἔργον εἶναι· φύσει δέ τις φιλεῖ ἑαυτὸν καὶ βούλεται εἶναι· φύσει ἄρα φιλεῖ τις τὸ ἑαυτοῦ ἔργον. ἐπεὶ δὲ μάλιστά τις φιλεῖ ἑαυτόν, μάλιστα φιλεῖ ἕκαστος τὸ ἑαυτοῦ ἔργον καὶ τὸν εὐεργετούμενον, καθόσον ἔργον ἐστὶν αὐτοῦ, μάλιστα φιλήσει· καὶ διὰ τοῦτό καὶ μᾶλλον ἢ τὸν εὐεργέτην· ἡ γὰρ μεγίστη φίλησίς ἐστιν, ᾗ τις ἑαυτόν φιλεῖ· ἔτι δὲ καὶ ὅτι ὁ μὲν εὐεργέτης ἑαυτοῦ γίνεται βελτίων εὐεργετῶν καὶ ἀγαθὸν αὐτῷ ἐστι τὸ εὐεργετεῖν καὶ διὰ τοῦτο χαίρει τῷ εὖ πάσχοντι, ὅτι ἐν αὐτῷ θεωρεῖ τὸ ἑαυτοῦ ἀγαθόν. ὁ δὲ εὖ πάσχων οὐ γίνεται βελτίων ἑαυτοῦ τῷ πάσχειν, οὐδὲ ἐν τῷ εὐεργέτῃ ἔχει τι ἀγαθόν. βελτίων γάρ τις δύναται γενέσθαι ἐξ ὧν αὐτὸς ποιεῖ· ἐν τῷ ἐνεργεῖν γάρ ἐστι τὸ ἀνθρώπινον |ἀγαθόν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν εἴρηται. διὰ τοῦτο εἴ τί ἐστιν ἡδὺ τῷ εὖ πάσχοντι παρὰ τῷ εὐεργέτῃ, οὐκ ἀγαθόν ἐστιν αὐτοῦ ἀλλὰ συμφέρον· τὸ δὲ συμφέρον οὐχ οὕτως ἡδὺ καὶ φιλητόν ἐστιν ὡς τὸ ἀγαθόν· τὸ γὰρ ἀγαθὸν τέλος ἐστὶ τοῦ συμφέροντος καὶ διά τὸ ἀγαθὸν καὶ τὸ συμφέρον φιλητόν ἐστι καὶ ἡδύ· μᾶλλον ἄρα φιλεῖ ὁ εὐεργέτης τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖται. ἔτι τοῦ ἀγαθοῦ ἡδεῖά ἐστι καὶ ἡ ἐνέργεια καὶ ἡ ἐλπὶς καὶ ἡ μνήμη, ἐνέργεια μὲν παρόντος καὶ γινομένου, ἐλπὶς δὲ μέλλοντος, μνήμη δὲ παρεληλυθότος. ἥδιον δὲ παρὸν τὸ ἀγαθὸν ἢ μέλλον καὶ παρεληλυθός· ἔστι δὲ ὁ μὲν εὐεργετηθεὶς παρὸν ἀγαθὸν τοῦ εὐεργετηκότας· μένει γὰρ τὸ ἀγὸν καὶ πολυχρόνιόν ἐστιν, ὃ ἐν τῷ εὖ παθόντι ὁ εὐερὁ γέτης θεωρεῖ· τοῦ δὲ εὖ παθόντος τὸ ἀγαθὸν οὔτε μένει (καὶ γὰρ χρήσιμον ἦν καὶ ἅμα τῇ χρήσει παρελήλυθεν), οὔτε ἀγαθόν ἐστι κυρίως· καὶ διὰ τοῦτο εἰ καὶ ἄμφω παρῆσαν, ἥδιον ἂν ἦν τὸ τοῦ εὐεργέτου ἀγαθόν, εἴτε καὶ ἄμφω παρῆλθον, ἡδίων ἄν ἦν ἡ μνήμη τοῦ εὐεργέτου ἢ τοῦ εὐεργετουμένου, καθόσον ἡ τοῦ ἀγαθοῦ μνήμη ἡδίστη ἐστὶ μάλιστα, ἡ δὲ τοῦ χρησίμου οὐ πάνυ ἢ ἧττον. εἰ γὰρ ἡ προσδοκία τῶν χρησίμων ἀνάπαλιν ἔχει καὶ ἡδίων ἐστὶ τῆς μνήμης παρεληλυθότων ἀγαθῶν, φαίνεται τοίνυν καὶ διὰ ταῦτα μᾶλλον φιλεῖν τὸν εὐεργέτην τὸν εὖ πάσχοντα ἢ ὑπ’ ἐκείνου φιλεῖσθαι. ἔτι ἡ μὲν φίλησις ἐνεργείᾳ ἔοικε, τὸ δὲ φιλεῖσθαι πάθει· τοῖς τοίνυν ἐνεργοῦσι τὰ φιλικά, δηλονότι τοῖς εὐεργέταις, μᾶλλον προσήκει τὸ φιλεῖν ἢ τοῖς πάσχουσιν. ἔτι τὰ πόνῳ κτηθέντα στέργομεν μᾶλλον καὶ φιλοῦμεν τῶν ῥᾳδίως κατορθωθέντων· ὅθεν καὶ τὰ χρήματα οἱ κτησάμε|νοι τῶν διαδεξαμένων μᾶλλον φιλοῦσιν· ἔστι δὲ ἄπονον μὲν τὸ εὗ πάσχειν, ἐργῶδες δὲ τὸ εὖ ποιεῖν· ἔστι δὲ τὸ μὲν <εὖ> πάσχειν τῷ εὐεργετουμένῳ, τὸ δὲ εὖ ποιεῖν ἐν τῷ εὐεργέτῃ· καὶ διὰ τοῦτο ὁ εὐεργετούμενος μᾶλλον ἢ ὁ εὐεργέτης φιλεῖται. καὶ διὰ τοῦτο καὶ αἱ μητέρες φιλοτεκνότεραι μᾶλλον, ὅτι πόνῳ γεννῶσιν, ἢ οἱ παῖδες φιλομήτορες ἰῷ μηδὲν ὑπὲρ τοῦ τεχθῆναι ποιήσαι· καὶ μᾶλλον ἴσασιν αἱ μητέρες, ὅτι ἐξ ἐκείνων οἱ παῖδες ἢ οἱ παῖδες, ὅτι αὐταὶ παρήγαγον εἰς τὸν βίον. ταῦτα δὲ δόξειεν ἂν εἶναι καὶ τοῖς εὐεργέταις οἰκεῖα. καὶ γάρ οὐ μόνον ἐπίπονόν τι ποιοῦσιν ὑπὲρ τῶν εὖ πασχόντων ἀλλὰ καὶ μᾶλλον ἴσα ὅτι ὅτι εὐεργετοῦσιν ἢ ἐκεῖνοι γινώσκουσιν ὅτι ὑπὸ τούτων εὐεργετοῦνται. καὶ γὰρ ἐνδέχεται τὸν εὖ ποιοῦντα οὐκ αὐτὸν οἴκοθεν ἀλλ’ ἑτέρῳ ὑπηρετούμενον εὐεργετεῖν καὶ διὰ τοῦτο μὴ αὐτὸν εἷναι τὸν εὐεργέτην· ἢ αὐτὸν μὲν οἴκοθεν εὐεργετεῖν, οὐκ αὐτοῦ δὲ ἕνεκα τοὺ εὖ πάσχοντος ἀλλ’ ἑαυτοῦ καὶ διὰ τὸ χρήσιμον· ταῦτα δὲ ποιεῖ τὸν εὗ πάσχοντα μὴ πάνυ βεβαίως τὸν εὐεργετοῦντα γινώσκειν· τὸν μέντοι εὐεργέτην οὐδὲν κωλύει τὸν εὖ πάσχοντα γινώσκειν, ὅτι ἑαυτὸν ἀκριβῶς γινώσκει, ὅτι εὐεργέτης ἐστὶν ἀληθῶς. διὰ ταῦτα ὁ εὗ ποιῶν τὸν εὖ πάσχοντα φιλεῖ μᾶλλον ἢ ὑπ’ ἐκείνου φιλεῖται. <Περὶ τῆς φιλαυτίας. κεφ. θ΄. >Καὶ ταῦτα μὲν εἰς τοσοῦσον. ζητητέον δὲ κἀκεῖνο, πότερον ἑαυτὸν δεῖ φιλεῖν μάλιστα ἢ ἄλλον τινά. δοκεῖ γὰρ τὸ ἑαυτὸν μάλιστα φιλεῖν οὐκ ἀγαθῶν ἀνδρῶν |εἶναι καὶ διὰ τοῦτο ἐπιτιμῶνται οἱ ἑαυτοὺς μάλιστα ἀγαπῶντες καὶ ὡς ἐν αἰσχρῷ φίλαυτοι ἀποκαλοῦνται· ἔτι δὲ καὶ ὅτι ὁ μὲν φαῦλος δοκεῖ πάντα πράττειν ἑαυτοῦ χάριν, καὶ τοσούτῳ μᾶλλον ὅσῳ φαυλότερος· καὶ ἐγκαλεῖται διὰ τοῦτο, ὅτι οὐδὲν τῶν ἰδίων πλέον λον εἰκότως· ἑαυτῷ γὰρ χαρίζεται· τῷ γὰρ κυριωτάτῳ ἑαυτοῦ, τῷ διανοητικῷ, τὰ κάλλιστα καὶ μάλιστα ἀποδίδωσιν ἀγαθά. ὁ δὲ τῷ κυριωτάτῳ ἑαυτοῦ χαριζόμενος, οὗτος μάλιστα χαρίζεται ἑαυτῷ. καὶ γὰρ ὥσπερ πόλις ἐστὶ μάλιστα τὸ κυριώτατον τῆς πόλεως καὶ οἱ ἄριστοι τῶν πολιτῶν, οὕτω καὶ ἄνθρωπός ἐστι μάλιστα τὸ κυριώτατον τῶν ἐν τῷ ἀνθρώπῳ. διὰ τοῦτο καὶ φίλαυτος μάλιστα ὁ τοῦτο ἀγαπῶν καὶ τούτῳ χαριζόμενος· ἐπεὶ καὶ ἐγκρατής τις ἢ ἀκρατὴς λέγεται οὐ τῷ ἁπλῶς κρατεῖν ἢ κρατεῖσθαι ἀλλὰ τῷ τὸν νοῦν ἡ ἄρχειν τῶν παθῶν ἢ ἄρχεσθαι· ὥστε τοῦ μὲν νοῦ κρατοῦντος αὐτός τις λέγεται κρατεῖν, τῶν δὲ παθῶν κρατούντων οὐκ αὐτὸς κρατεῖν ἀλλὰ μᾶλλον κρατεῖσθαι. ὅθεν φανερόν, ὅτι αὐτός τίς ἐστι μάλιστα ἕκαστος τὸ αὐτοῦ διανοητικόν· καὶ ὁ τὸ ἑαυτοῦ διανοητικὸν ἀγαπῶν καὶ πάντα τρόπον αὐτῷ χαριζόμενος φίλαυτος εἰκότως ἂν λέγοιτο καθ’ ἕτερον εἶδος τοῦ ὀνειδιζομένου, καὶ διαφέρων τοσοῦτον, ὅσον τὸ κατὰ λόγον ζῆν τοῦ κατὰ πάθος καὶ ἡ τοῦ ἀγαθοῦ ὄρεξις τῆς φαύλης ἐπιθυμίας. ἐπεὶ τοίνυν τοὺς σπουδαίους καὶ ἐπιεικεῖς ἐπαινοῦσι καὶ ἀποδέχονται πάντες, δεῖ δὲ πάντας ἐπιεικεῖς εἶναι (καὶ γὰρ εἰς τὸ καλὸν ἁμιλλωμένων καὶ διατεινομένων τὰ κάλλιστα πράττειν, πάντα ἀπαντήσειν τὰ ἀγαθά, καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑκάστῳ), φανερὸν ὅτι δέον ἐστὶ τὸν μὲν ἀγαθὸν φίλαυτον εἶναι. καὶ γὰρ αὐτός τε ἑαυτὸν ὠφελήσει τὰ καλὰ πράττων καὶ τοὺς ἄλλους ἐπὶ τὰ ἴσα κινήσει· τὸν δὲ μοχθηρὸν οὐκέτι. φιλῶν |γὰρ καὶ χαριζόμενος ἑαυτῷ βλάψει καὶ ἑαυτὸν καὶ τοὺς πέλας, πάθεσιν ἑπόμενος φαύλοις· ἐπεὶ παρὰ μὲν τῷ σπουδαίῳ ταὐτόν ἐστιν ὃ πράττει καὶ ὃ πράττειν προσήκει· καὶ γὰρ πᾶς μὲν <ἀνὴρ ἀγαθὸς ὁ νοῦς αὑτοῦ ἐστιν· ὁ> νοῦς <δὲ> αἱρεῖται τὸ βέλτιστον ἑαυτῷ· δὲ πειθαρχοῦσι καὶ ἀκολουθοῦσι τῷ νῷ· παρὰ δὲ τοῖς φαύλοις τὸ δέον καὶ ὃ ποιοῦσι διαφωνεῖ· καὶ διὰ τοῦτο τοὺς μὲν οὐ δεῖ φιλαύτους εἶναι, τοὺς δὲ ἑαυτοὺς μάλιστα προσήκει φιλεῖν. οὕΤω μὲν οὖν ὁ ἀληθὴς διώρισται λόγος. λυτέον δὲ καὶ τὸν πρῶτον λόγον, δι’ ὃν ἐδόκει τὸν ἀγαθὸν μὴ εἶναι φίλαυτον, ὅτι τῶν μὲν ἑαυτοῦ ἀμελεῖ, ζητεῖ δὲ τὰ τῶν φίλων καὶ τῆς πατρίδος ἀγαθά, ὑπὲρ ὧν καὶ ἀποθνήσκει δεῆσαν. ὅτι μὲν οὖν τοιοῦτός ἐστιν ὁ σπουδαῖος, ἀληθές ἐστιν. οὐ μὴν διὰ τοῦτο ῥητέον αὐτὸν μὴ μάλιστα φίλαυτον εἶναι· δι’ αὐτὰ μὲν οὖν φαίνεται φαίνεται εἶναι. καὶ γὰρ ἀντὶ μεγάλων μικρὰ προΐεται, καὶ τὰ μικρὰ ῥίπτων τὰ μέγιστα τῶν ἀγαθῶν ἑαυτῷ περιποιεῖται· τοῖς μὲν γὰρ φίλοις καὶ τῇ πατρίδι χρήματα καὶ τιμὰς καὶ τοιαῦτα παρέχει, ἑαυτῷ δὲ τὸ ἀγαθὸν καὶ καλὸν καὶ χρηστὸν καὶ φιλόπολιν εἶναι καὶ τὰ τοιαῦτα, ὧν ἐκεῖνα πάντα ἐλάττω· καὶ ὅταν δὲ ὑπὲρ τῶν φίλων καὶ τῆς πόλεως ἀποθάνῃ καὶ τὴν ἑαυτοῦ πρόηται ζωήν, μείζω ἐκέρδανεν ἢ προήκατο. αἱρεῖται γὰρ ὀλίγον <χρόνον> βέλτιον αὑτῷ εἷναι ἡγεῖται τὸν βίον μικρὸν ὄντα μεγάλων γέμειν κατορθωμάτων, ἢ μακρὸν βιώσαντα μὴ οὕτως ἐπαινετὸν εἶναι, καὶ μίαν πρᾶξιν ποιῆσαι καλὴν καὶ μεγάλην ἢ πολλὰς καὶ μικράς. ταῦτα γὰρ ἐκείνων καλλίω. καὶ πράξεις δὲ σπουδαίας ἐνίοτε προίεται |τῷ φίλῳ, καὶ ἐξὸν αὐτὸν πράττειν, ἐκείνῳ τῆς φιλοτιμίας παραχωρεῖ, καὶ τηνικαῦτα δὲ τὸ μεῖζον ἀγαθὸν ἑαυτῷ ἀπονέμει· κάλλιον γὰρ ἰοῦ αὐτὸν πρᾶξαι τὸ αἴτιον τοῦ καλοῦ τῷ φίλῳ γενέσθαι. διὰ ταῦτα δὴ εἰκότως δοκεῖ σπουδαῖος εἶναι ἀντὶ πάντων αἱρούμενος τὸ καλὸν καὶ τὸ πλέον ζητῶν ἐν τοῖς ἀγαθοῖς καὶ σπουδαίοις. φαίνεται τοίνυν μάλιστα ἑαυτὸν φιλῶν ὁ σπουδαῖος καὶ ἑαυτῷ τοῦ καλοῦ τὸ πλέον ἑκάστοτε νέμων. οὕτω μὲν οὖν δεῖ φίλαυτον εἶναι, καθάπερ εἴρηται, ὡς δὲ οἱ πολλοί, οὐ χρή· ὅπως μὲν οὗν δεῖ μάλιστα φιλεῖν ἑαυτόν, ἐπὶ τοσοῦτον εἰρήσθω. <Ὁτι και ευοαιμων φιλων σπουοαιων δεησει κεφ. ι'. >Ἀμφισβητεῖται δὲ καὶ περὶ τῶν εὐδαιμόνων, εἰ δεήσει φίλων αὐτοῖς ἢ μή. φασὶ γὰρ μὴ χρείαν εἶναι τοῖς μακαρίοις καὶ αὐτάρκεσιν· αὐτάρκεις γὰρ ὄντες καὶ πάντα ἔχοντες τὰ ἀγαθά, πῶς ἂν ἄλλων δέοιντο; καὶ γὰρ οἱ φίλοι δέονται τῶν φίλων καὶ καρποῦνται δι’ ἐκείνων ἃ δι’ ἑαυτῶν οὐ δύναντα κτᾶσθαι· καὶ γὰρ ὁ φίλος ἄλλος αὐτός. ἐπεὶ δὲ αὑτοῖς οἱ εὐδαίμονες ἀρκοῦσιν, οὐ χρείαν ἔχουσι φίλων, διὰ τοῦτό φασιν ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; διὰ ταῦτα μὲν οὖν δοκεῖ μὴ χρείαν εἶναι τοῖς εὐδαίμοσι φίλων. καθ’ ἕτερον δὲ λόγον ἄτοπον ἔοικεν εἶναι τὸ πάντα ἀπονέμοντας τὰ ἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, |ὃ τῶν ἐκτὸς ἀγαθῶν τὸ μέγιστον εἷναι δοκεῖ, ἄλλως τε καὶ ὅτι τὸ μὲν εὐεργετεῖν ἀναγκαῖόν ἐστι πρὸς τὴν εὐδαιμονίαν, ἡ δὲ καλλίστη καὶ μάλιστα ἐπαινουμένη εὐεργεσία πρὸς τοὺς φίλους ἐστίν· ὥστε δεῖ φίλων τοῖς εὐδαίμοσιν, ἐπεὶ χρεία τὴν ἀρίστην εὐεργεσίαν εὐεργετεῖν. μάλιστα γὰρ φίλῳ προσήκει τὸ εὖ ποιεῖν καὶ τὸ εὖ πάσχειν· καὶ κάλλιον εὐεργετεῖν φίλους ἢ ὀθνείους καὶ ἀγνῶτας καὶ μηδὲν προσήκοντας οὔτε τῶν ἠθῶν ἕνεκα οὔτε τῆς πολιτείας. διὰ ταῦτα δὴ φαίνεται δεῖσθαι φίλων τὸν εὐδαίμονα, καὶ τούτου ἕνεκα καὶ ζητεῖται, πότερον ἐν εὐτυχίαις χρεία φίλων μᾶλλον ἢ ἐν ἀτυχίαις. δεῖ γὰρ καὶ ἀτυχοῦντι φίλων βοηθούντων καὶ ἐπανορθούντων αὐτῷ τὴν τύχην καὶ τῷ εὐτυχοῦντι, ἵνα εὐεργετεῖν δύνηται. ἔτι δὲ ἄτοπον κἀκεῖνο, τὸν μονώτην καὶ ἑαυτῷ μόνῳ ζῶντα μακάριον οἴεσθαι· ἡ μὲν γὰρ εὐδαιμονία αἰρετόν, τὸ δὲ μονώτης εἶναι οὐδεὶς ἄν ἕλοιτο· οὐδεὶς γὰρ βούλεται καθ’ ἑαυτὸν πάντα ἔχειν τὰ ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ φύσει ὀρέγεται μετὰ ἄλλων ζῆν. ταῦτα δὲ ὑπάρχει καὶ τῷ εὐδαίμονι καὶ συζῆν βούλεται· τὰ γὰρ φύσει ἀγαθὰ καὶ αὐτὸς ἔχει· εἰ δὲ συζῆν ἀνάγκη τὸν εὐδαίμονα, φανερὸν ὅτι τοῖς βελτίστοις τῶν ἀνθρώπων καὶ οἰκειοτάτοις· οἳ δέ εἰσιν οἱ φίλοι καὶ οἱ ἐπιεικεῖς, μεθ’ ὧν βέλτιον καὶ ἥδιον συνημερεύειν ἢ μετὰ ὀθνείων καὶ τῶν τυχόντων· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. λυτέον δὲ τοὺς πρώτους λόγους, δι’ οὓς ἐδόκει μὴ δεῖν φίλων τοῖς μακαρίοις· καὶ ῥητέον τί λέγουσι καὶ πῇ ἀληθεύουσι. λέγομεν τοίνυν, ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρὴ σίμους εἶναι καὶ οὐ διὰ τὸ ἀγαθὸν ἀλλὰ διὰ τὴν χρείαν ἀγα|πωμένους καὶ ἔτι τοὺς διὰ τὴν ἡδονήν· τούτων δὲ ὁ εὐδαίμων οὐ δεῖται, τοῦ μὲν χρησίμου, ὅτι πάντα ἔχει τὰ ἀγαθά, τοῦ δὲ ἡδέος, ὅτι ἡδὺς ὁ βίος αὐτῷ καὶ οὐ δεῖται τῆς ἔξωθεν ἡδονῆς. οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων, τῶν ὡς ἀληθῶς φίλων, ὅσοι διὰ τὴν ἀρετὴν φιλοῦνται καὶ τὸ ἀγαθόν. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· καὶ δῆλον ἐκεῖθεν. καθάπερ γὰρ ἐν ἀρχῇ εἴρηται, ἡ εὐδαιμονία ἐνέργειά ἐστιν. ἡ δὲ ἐνέργεια φανερὸν ὅτι γίνεται καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ οὐ γέγονε καὶ ὑπάρχει ἤδη καθάπερ τι κτῆμα· συνίσταται μὲν οὖν ἡ εὐδαιμονία ἐν τῷ ζῆν καὶ πράττειν. <τὸ γὰρ ζῆν κατ’ ἀρετὴν καὶ x003E; τὰ σπουδαῖα ἐστιν. ἐπεὶ δὲ ἡ τοιαύτη ἐνέργεια ἡδεῖά ἐστι τῷ σπουδαίῳ, ὅτι τε ἀγαθὴ καὶ ἡδεῖα καθ’ ἑαυτήν, ὡς ἐν ἀρχῇ εἴρηται, καὶ ὅτι οἰκεία αὐτῷ, τὸ ἄρα θεωρεῖν τὴν τοιαύιην ἐνέργειαν ἥδιστόν ἐστι τῷ εὐδαίμονι· θεωρεῖν δὲ τὰ τοῦ πέλας δυνάμεθα μᾶλλον ἢ τὰ οἰκεῖα καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς ἡμετέρας· ὁ ἄρα εὐδαίμων μάλιστα θεωρήσει τὰς τοῦ φίλου πράξεις, καὶ ἀγαθαῖς δὲ οὔσαις ἡσθήσεται μάλιστα. εἰ δὲ ἀνάγκη τὴν ἀγαθὴν ἡδονὴν ἥδεσθαι τὸν εὐδαίμονα, φανερὸν ὅτι χρεία τῷ εὐδαίμονι φίλων τοιούτων, εἴπερ θεωρεῖν αἱρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας; οἷαί εἰσιν αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος. ἔτι δὲ πάντες οἴονται ἡδίστην τὴν τοῦ εὐδαίμονος ζωήν. ἡ δὲ ζωὴ τοῦ εὐδαίμονός ἐστι τὸ κατ’ ἀρετὴν ἐνεργεῖν, τὸ δὲ ἐνεργεῖν συνεχῶς μεθ’ ἑτέρων μὲν ῥᾴδιον, καθ’ ἑαυτὸν δὲ χαλεπόν· ὅθεν χαλεπὸς ὁ μονώτης βίος· τὸ δὲ ῥᾴδιον |ἥδιον ἰοῦ δυσχεροῦς· τὸ ἥδιον δὲ μᾶλλον προσήκει τῷ μακαρίῳ. καὶ ἅμα ἡ ἐνέργεια συεχεστέρα αὐτῷ ἔσται, ἡδεῖα οὔσα· τοῦτο δὲ τῷ μακαρίῳ προσήκει συνεχῶς κατ’ ἀρετὴν ἐνεργεῖν. τοῦτο δὲ αὖθις μείζω αὐτῷ ποιήσει τὴν ἡδονήν· ἥδεται γὰρ ὁ σπουδαῖος ταῖς κατ᾿ ἀρετὴν πράξεσιν ᾗ σπουδαῖος, ταῖς δὲ ἀπὸ κακίας δυσχεραίνει· καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται. οὐ μόνον δὲ τὴν οὖσαν ἕξιν συνεχέστερον ἐνεργήσει ὁ σπουδαῖος ἀπὸ τοῦ σπουδαίοις συζῆν, ἀλλὰ καἰ τὴν μὴ οὖσαν κτήσεται, ἢ ἃς ἔχει ἄμεινον ἕξει· γένοιτο γὰρ ἄν ἐπίδοσις ἀρετῆς ἀπὸ τοῦ συζῆν τοῖς ἀγαθοῖς, καθάπερ καὶ Θέογνίς φησι· δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. ἔτι δὲ καὶ ὧδε δῆλον ἔσται φυσικώτερον τὸν λόγον ἐπισκοποῦσι. σκεψώμεθα γὰρ οὐκ ἀπὸ τῶν ἰδίᾳ προσόντων τῷ εὐδαίμονι ἀλλὰ ἀπὸ τῶν κοινῇ πᾶσι. τὸ μὲν οὖν ζῆν πᾶσι τοῖς ζῴοις φύσει ἐστὶν ἡδύ· τὸ δὲ ζῆν ὁρίζονται εἶναι ἐν μὲν τοῖς ἀλόγοις δύναμιν αἰσθήσεων, ἐν δὲ τοῖς ἀνθρώποις δύναμιν αἰσθήσεως ἢ νοήσεως. ἡ δὲ δύναμις διὰ τὴν ἐνέργειάν ἐστι καὶ τὸ κύριον ἐν τῇ ἐνεργείᾳ· εἰ τοίνυν τὸ δύνασθαι αἰσθάνεσθαι ἢ νοεῖν ζῆν ἐστι, πολλῷ μᾶλλον αὐτὸ τὸ αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ. τὸ ἄρα αἰσθάνεσθαι ἢ νοεῖν ἐνεργείᾳ αὐτό ἐστι τὸ ζῆν, τὸ δὲ ζῆν ἡδύ τέ ἐστι καθ’ ἑαυτὸ καὶ ἀγαθόν, μάλιστα μέν, ὅτι ὡρισμένον τί ἐστι τὸ ζῆν. τὸ δὲ ὡρισμένον τῆς τοῦ ἀγαθοῦ φύσεως, καθάπερ καὶ Πυθαγορείοις ἐδόκει· καὶ γὰρ ἔταττον ἐν τῇ τοῦ ἀγαθοῦ συστοιχίᾳ τὸ ὡρισμένον. ἔπειτα καὶ ὅτι πάντα τοῦ ζῆν ἐφίεται· οὗ δὲ πάντα |ἐφίεται, ἀγαθόν ἐστι καθ’ ἑαυτὸ καὶ ἡδύ· λέγω δὲ ζωὴν οὐ τὴν μοχθηρὰν καὶ μυρίων γέμουσαν συμφορῶν· ἀόριστοι γὰρ αἱ τοιαῦται, καθάπερ καὶ τὰ ταύτῃ συμβαίνοντα· λεχθήσεται δὲ περὶ αὐτῶν ἐν οἷς περὶ ἡδονῆς ἐροῦμεν. ἐπεὶ τοίνυν τὸ μὲν ζῆν καθ’ ἑαυτὸ ἀγαθόν ἐστι καὶ ἡδύ, χαίρει δέ τις καὶ ἥδεται ὁρῶν ἐν ἑαυτῷ ἀγαθόν τι καὶ ἡδύ, χαίρομεν ἄρα καὶ ἡδόμεθα αἰσθανόμενοι ὅτι ζῶμεν. καὶ γὰρ αἰσθανόμεθα ὅτι ζῶμεν, ὥσπερ ὁρῶντες αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούοντες ὅτι ἀκούομεν καὶ βαδίζοντες ὅτι βαδίζομεν, καὶ νοοῦντες καὶ αἰσθανόμενοι γινώσκομεν ὅτι νοοῦμεν καὶ αἰσθανόμεθα. τ. ὸ δὲ νοεῖν καὶ αἰσθάνεσθαι τοῦτό ἐστι τὸ εἶναι τῶν αἰσθανομένων καὶ νοούντων· νοοῦμεν ἄρα ὅτι ἐσμέν, καὶ ὅλως ἔστι τις ἐν ἡμῖν δύναμις, ᾗ γινώσκομεν ὅτι ἐνεργοῦμεν καὶ ζῶμεν. εἰ δὲ τὸ ζ,ῆν ἀγαθόν, τὸ δὲ συνειδέναι τινὰ ἑαυτῷ ἀγαθὸν ἡδὺ καθ’ ἑαυτό ἐστι, τὸ ἄρα εἰδέναι ὅτι ζῶμεν, ἡδύ ἐστιν. ἐπεὶ τοίνυν τὰ φύσει ἀγαθὰ καὶ ἡδέα <καὶ τῷ σπουδαίῳ ἀγαθά εἰσι καὶ x003E; ,ἡσθήσεται μὲν ζῶν ὁ καὶ μάλιστα τῶν ἄλλων οὗτος, καθόσον ἡ αὐτοῦ ζωὴ αἱρετωτέρα ἐστὶ καὶ ἡδίων καὶ μακαρία. ἡσθήσεται δὲ γινώσκων ὅτι ζῇ· τὸ δὲ ζῆν ἐστι τὸ νοεῖν· ἥδεται ἄρα ὁ σπουδαῖος γινώσκων ὅτι νοεῖ. οὕτω δὲ πρὸς τὸν φίλον ὡς πρὸς ἑαυτὸν ὁ σπουδαῖος ἔχει, ἕτερος γὰρ αὐτὸς ὁ φίλος ἐστίν· οὐκοῦν φανερόν, ὅτι καθάπερ τὸ αὐτὸν εἷναι καὶ ζῆν αἱρετόν ἐστιν αὐτῷ καὶ ἡδύ, οὕτω καὶ τὸ τοῦ φίλου εἶναι ζητεῖ, τουτέστι τὸ τὸν φίλον νοεῖν· τὸ γὰρ εἶναι καὶ ζῆν τὸ νοεῖν ἐστιν. ὥσπερ δὲ χαίρει γινώσκων ὅτι νοεῖ, οὕτως ἡδύ ἐστιν αὐτῷ καὶ αἱρετὸν τὸ γινώσκειν ὅτι ὁ φίλος νοεῖ· τὸ δὲ γινώσκειν τὸν φίλον ὅτι νοεῖ, |τότε ἐστὶν ἐνεργείᾳ, ὅταν αὐτὰ γινώσκῃ ἃ νοεῖ. οὐχ ἁπλῶς ὅτι διανοεῖται. τοῦτο δὲ γίνοιτ’ ἄν ἐν τῷ ζῆν μετ’ ἀλλήλων καὶ κοινωνεῖν λόγων καὶ διανοίας· τοῦτον γὰρ τὸν τρόπον συζῆν οἱ ἄνθρωποι λέγονται· οὐ γὰρ τὸ ἐν τῷ αὐτῷ εἶναι συζῆν ἐστι, καθάπερ ἐπὶ τῶν βοσκημάτων τὸ ἐν τῷ αὐτῷ νέμεσθαι. τὸ ἄρα συνεῖναι τοῖς φίλοις αἱρετόν ἐστι τῷ σπουδαίῳ καὶ ἡδύ· ὃ δέ ἐστιν αὐτῷ αἱρετόν, τοῦτο δεῖ ὑπάρχειν αὐτῷ· εἰ δὲ μή, ἐνδεὴς ἔσται τοῦτο τὸ μέρος, ὃ ἐναντίον ἐστὶ τῇ εὐδαιμονία. δεήσει ἄρα τῷ εὐδαιμονήσοντι φίλων σπουδαίων. <Περὶ φίλων ἀριθμοῦ. κεφ. ια'. >Ἑπεὶ δὲ χρεία τῷ εὐδαίμονι φίλων. ζητητέον πότερον πλείστους φίκαλῶς καὶ ἁρμοδίως, ὡς οὐ δεῖ μήτ᾿ ἄξεινον εἶναι μήτε πολύξεινον οὕτω καὶ ἐπὶ τῶν φίλων εἰκός ἐστι μήτ’ ἄφιλον εἶναι μήτε πολύφιλον. λέγομεν τοίνυν ἐκεῖνο, ὅτι τριχῶς τῆς φιλίας διαιρουμένης καὶ τῆς μὲν διὰ τὸ χρήσιμον οὔσης, τῆς δὲ δι’ ἡδονήν, τῆς δὲ τοῦ ἀγαθοῦ ἕνεκα καὶ τῆς ἀρετῆς, τῶν μὲν διὰ τὸ χρήσιμον ἢ τὴν ἡδονὴν φίλων ὀλίγων ἄν γένοιτο χρεία, μάλιστα τῶν μὲν διὰ τὸ χρήσιμον, ὅτι ὀλίγοις ἄν τις ἀρκέσειεν ἃ χρῄζουσι βοηθεῖν, καὶ τὸ πολλοὺς θεραπεύειν ἐπίπονον, μάλιστα εἰ τύχοιεν περίεργοί τινες ὄντες καὶ ζητοῦντες θεραπεύεσθαι περιττῶς, τῶν δὲ διὰ τὴν ἡδονήν, ὅτι ὀλίγης ἡδονῆς χρεία τῷ βίῳ καὶ ἀνέσεως, καθάπερ ἐν εὐωχίᾳ τοῦ ἡδύσματος, |τῶν δὲ σπουδαίων καὶ διὰ τὴν ἀρετὴν καὶ τὸ ἀγαθὸν φιλούντων πλειόνων μὲν τῷ εὐδαίμονι δεήσει. πλὴν ἔσται τι καὶ αὐτῶν μέτρον. καθάπερ γὰρ πόλεως ἐστι μέτρον καὶ οὔτε ἐκ δέκα ἀνθρώπων γένοιτ’ ἄν πόλις οὔτε ἐκ δέκα μυριάδων (οὐ γὰρ ἂν πόλις ἡ τοιαύτη ἂν εἴη συνοικία), οὕτω δεῖ καὶ τοὺς φίλους ὡρίσθαι καὶ μέτρον αὐτοῖς εἶναι. καὶ ὥσπερ ἐπὶ τῆς πόλεως οὐ τὸ ποσὸν ὥρισται καὶ ἀριθμὸς ῥητός ἐστι τοῦ πλήθους τοῦ πόλει προσήκοντος, ἀλλὰ τοῦ ὑπερβάλλοντος ἀριθμοῦ τὸ τῆς πόλεως μέτρον καὶ τοῦ ἐλλείποντος ὡρισμένων, τὰ μεταξὺ ποσὰ μέτρον εἶναί φαμεν πόλεως, οἷον οὔτε οἱ χίλιοι πόλις ἄν εἴη οὔτε αἷ δέκα μυριάδες, ἀλλὰ τὰ μεταξύ, οὕτω καὶ ἐπὶ τῶν φίλων οὐκ ἔνι λαβεῖν ἀριθμὸν ὡρισμένον ἀλλ’ εἶεν ἄν τοσοῦτοι ὅσοις δύναταί τις συζῆν. τοῦτο γὰρ ἐδόκει φιλικώτατον εἶναι. ὅτι γὰρ οὐχ οἷόν τε πλείστοις συζῆν καὶ διανέμειν ἑαυτόν, φανερόν. δεῖ δὲ καὶ συνημερεύειν τοῖς φίλοις· πλείστοις δὲ οὖσιν ἐργῶδες μάλιστα· καὶ μὴν καὶ συναλγεῖν δεῖ καὶ συγχαίρειν οἰκείως· καὶ τοῦτο δὲ χαλεπόν, εἰ πολλοῖς τις χρήσαιτο φίλοις. πολλῶν γὰρ ὄντων οἱ μὲν χαίρουσιν, οἱ δὲ ἄχθονται κατὰ ταὐτόν· καὶ δέον τὸν φίλον ἐπιμερίζειν ἑαυτὸν ἑκατέροις· τὸ δὲ ἐπίπονον. ἴσως οὖν εὗ ἔχει μὴ ζητεῖν σφόδρα πολυφιλώτατον εἶναι ἀλλὰ τοσούτους παραδέχεσθαι φίλους, ὅσοις δυνάμεθα συζῆν καὶ συνημερεύειν καὶ συναλγεῖν καὶ συγχαίρειν. οὕτω δὲ χρῆσθαι πολλοῖς οὐκ ἐνδέχεται διὰ τοῦτο, οὐδὲ κατὰ τὴν ἐρωτικὴν φιλίαν πολλῶν ἐνδέχεται φίλον εἶναι. ἡ γὰρ ἐρωτικὴ φιλίας ἐστὶν ὑπερβολή, καὶ διὰ τοῦτο πρὸς ἕνα δύναται γίνσθαι· τὸν ἴσον δὲ τρόπον καὶ ἐπὶ τῆς κατ’ ἀρετὴν φι|λίας πολλοὺς σφόδρα φιλεῖν καὶ τὰ φιλικὰ πάντα σώζειν περὶ αὐτοὺς οὐκ ἐνδέχεται, ὀλίγοις δὲ οὕτω χρήσασθαι δυνατόν. τούτοις δὲ τοῖς λόγοις καὶ τὰ πράγματα μαρτυρεῖ· οὐ γὰρ γίνονται φίλοι πολλοὶ κατὰ τὴν ἑταιρικὴν φιλίαν, ἀλλ’ αἱ μάλιστα ὑμνούμεναι ἑταιρικαὶ φιλίαι ἐν δυσὶ γενέσθαι λέγονται. οἱ δὲ πολύφιλοι καὶ πᾶσιν οἰκείως ἐντυγχάνοντες καὶ ἃ δεῖ ἑκάστω τῶν πολιτῶν καὶ ἔργοις καὶ λόγοις ἀποδιδόναι δοκοῦντες οὐδενὶ φίλοι εἰσὶ τὴν ἀκριβῆ καὶ ἀληθῆ φιλίαν, ἀλλὰ φίλοι ἄν λέγοιντο τὴν λεγομένην πολιτικὴν φιλίαν. τούτων δὲ οἱ μὲν ἄρεσκοί εἰ σί’, πάντα τοῖς συνοῦσι χαριζόμενοι, περὶ ὧν ἐν τοῖς ἔμπροσθεν εἴρηται, οἱ δὲ ἐπιεικεῖς εἰσι καὶ πρὸς ἀλήθειαν σύνεισι καὶ τὸ ἀγαθόν, οἳ καὶ φίλοι καλοῦνται διὰ τὴν πρὸς x003E; φιλίαν ὁμοιότητα καί εἰσι μεταξὺ τῶν τε ἀρέσκων καὶ τῶν δυσκόλων ἐπαινετοί, ἀμφοτέρων ψεκτῶν, καθὼς ἐν τῷ ὀγδόῳ κεφαλαίῳ τοῦ τετάρτου βιβλίου διείληπται. τοιούτους μὲν οὖν φίλους πολλοὺς ἄν τις εὕροι, τοὺς δὲ κυρίως φίλους ἀγαπητὸν καὶ ὀλίγους εὑρεῖν. <Πότερον ἐν εὐτυχίαις φίλων μᾶλλον δεῖ ἢ ἐν ἀτυχίαις καὶ ὅτι τὸ συζῆν ἰδιαίτατον ἔργον ἐν φιλίαις σπουδαίων τε καὶ φύλων. κεφ. ιβ΄. >Ἐπεὶ δὲ δεῖ φίλων τοῖς τε εὐδαίμοσι καὶ τοῖς δυστυχέσι, ζητητέον ποτέροις μᾶλλον δεήσει τῶν φίλων. οἵ τε γὰρ ἀτυχοῦντες δέονται ἰῆς παρὰ τῶν φίλων ἐπικουρίας, οἵ τε εὐδαίμονες οἷς συζήσουσι καὶ οὓς εὖ ποιήσουσιν· ἐθέλουσι γὰρ εὖ ποιεῖν καὶ ἀναγκαῖον αὐτοῖς ἐστιν εἰς τὴν εὐτδαιμονίαν. |ἔστι δὲ τρόπον μέν τινα τῷ δυστυχεῖ χρεία φίλων μᾶλλον ἢ τῷ σπουδαίῳ, κατὰ ἄλλον δὲ τρόπον τῷ εὖ πράττοντι μᾶλλον, τὸ μὲν διὰ τὸ ἀναγκαῖον, τὸ δὲ διὰ τὸ καλόν· τῷ μὲν γὰρ δυστυχεῖ ἀναγκαιότερον οἱ φίλοι ἢ τῷ εὐδαίμονι, τῷ εὐδαίμονι δὲ κάλλιον ἢ τῷ κακῶς πράττοντι· διὰ τοῦτο ἐν μὲν ταῖς ἀτυχίαις οὒ τοσοῦτον δεῖ φίλων σπουδαίων ὅσον ὠφελίμων καὶ χρησίμων, ἐν δὲ ταῖς εὐτυχίαις οὐδαμῶς χρησίμων ἀλλὰ ἀγαθῶν μόνον· τοὺς γὰρ ἐπιεικεῖς οἱ εὐδαίμονες ζητοῦσι καὶ τούτους βούλονται μᾶλλον εὐεργετεῖν καὶ μετὰ τούτων διάγειν. ἔστι γὰρ καὶ ἡ παρουσία αὐτὴ τῶν φίλων ἡδεῖα, καὶ ἐν ταῖς εὐτυχίαις, κουφίζονται γὰρ οἱ λυπούμενοι συναλγούντων αὐτοῖς τῶν φίλων. διὰ τοῦτο καὶ ἀπορήσειεν ἄν τις, ἀνθ’ ὅτου κουφίζονται τῷ συναλγοῦντας τοὺς φίλους ὁρᾶν· δοκεῖ γὰρ ὥσπερ βάρος μεριζόμενον καὶ πρὸς τοὺς φάους κουφίζεσθαι. τὸ δὲ οὐκ ἔστιν· ἀλλ’ ἡ ἐπὶ τῇ παρουσίᾳ τῶν φίλων ἡδονὴ καὶ τὸ τοὺς συναλγοῦντας ὁρᾶν ἡδὺ ὂν ἐλάττω ποιεῖ τὴν λύπην· ἡδονὴ γὰρ λύπην ἐλαύνει· εἰ μὲν οὖν διὰ ταῦτα ἢ δι’ ἄλλο τι κουφίζονται, ἀφείσθω ζητεῖν ἐπὶ τοῦ παρόντος· ὅτι δὲ ῥᾴους γίνονται οἱ λυπούμενοι διὰ τὴν παρουσίαν τῶν φίλων, φανερόν ἐστι. ἔοικε δὲ μὴ καθαρῶς χαίρειν αὐτοὺς τοῖς συναλγοῦσι τῶν φίλων μηδὲ ἄμικτον αὐτοῖς εἶναι ἰὴν τοιαύτην ἡδονήν, ἀλλὰ καὶ ἀλγεῖν ἐν τῷ μέρει. αὐτὸ μὲν γὰρ τὸ ὁρᾶν τοὺς φίλους ἡδύ, μάλιστα τοῖς ἀτυχοῦσι, καί τις αὐτῶ γίνεται ἐπικουρία πρὸς τὸ μὴ λυπεῖσθαι. παραμυθητικὸν γὰρ ὁ φίλος καὶ ὁρώμενος καὶ λέγων, ἐὰν ᾖ ἔπι δέξιος· γινώσκει γὰρ τὸν τοῦ φίλου ῥᾳδίως. κατὰ τοῦτον μὲν οὑν τὸν τρόπον ἡδεῖά ἐστιν ἡ παρουσία τῶν φίλων. τὸ δὲ λυπούμενον αἰσθάνεσθαι τὸν φίλον ἐπὶ ταῖς ἑαυτοῦ ἀτυχίαις λυπηρὰν ποιεῖ τηνικαῦτα τὴν συνουσίαν τῶν φίλων· πᾶς γὰρ λυπηρὸν ἡγεῖται τὸ λύπης αἴτιος γενέσθαι τοῖς φίλοις. διὰ τοῦτο οἱ μὲν ἀνδρώδεις τὴν φύσιν εὐλαβοῦνται συλλυπεῖσθαι τοὺς φίλους αὐτοῖς, κἀν μὴ μεγάλη μὲν ἡ παραμυθία ᾖ καὶ ἐπὶ μεγίσταις συμφοραῖς, μικρὰ δὲ ἡ λύπη, ἣν συναλγοῦσιν αὐτοῖς, οὐκ ἀνέχονται κοινωνεῖν τοῖς φίλοις τῶν κακῶν, ὅλως τε τοὺς συνθρηνοῦντας οὐ προσίενται διὰ τὸ μηδὲ αὐτοὶ θρηνητικοὶ εἶναι ἀλλὰ γενναίως ἔχειν πρὸς τὰ λυπηρά. γύναια δὲ καὶ οἱ γυναικώδεις τῶν ἀνδρῶν τοῖς στενάζουσι χαίρουσι καὶ φιλοῦσιν ὡς φίλους καὶ συναλγοῦντας· δεῖ δὲ οὐ τούτους ἀλλὰ τοὺς ἀνδρικοὺς μιμεῖσθαι· ἐν ἅπασι γὰρ προσήκει τὰ βελτίω διώκειν. οὕτω μὲν οὗν τοῖς δυστυχοῦσιν οἷ φίλοι βοηθοῦσιν. ἡ δὲ ἐν ταῖς εὐτυχίαις παρουσία τῶν φίλων διπλῶς ἡδεῖά ἐστιν, ὅτι τε ἡδίστη ἐστὶν ἡ μεῖά τῶν φίλων διατριβή, καθόσον εἰσὶ φίλοι, καὶ ὅτι βλέπουσι χαίροντας τοῖς αὐτῶν ἀγαθοῖς, ὃ τῆς μεγίστης εὐνοίας τεκμήριόν ἐστιν. ἐπεὶ τοίνυν κοινωνοῦντες μὲν τοῖς φίλοις τῶν συμφορῶν λυποῦμεν, μεταδιδόντες δὲ τῆς εὐδαιμονίας εὐφραίνομεν, δόξειεν ἂν δέον εἶναι προθύμως μὲν καλεῖν αὐτοὺς εἰς τὰς εὐτυχίας, εἰς δὲ τὰς ἀτυχίας ὀκνοῦντα. τὸ μὲν γὰρ εὐεργετεῖν καλόν, μεταδιδόναι δὲ τῶν κακῶν ὡς ἥκιστα δεῖ. διὰ τοῦτο καὶ ὁ τραγῳδός φησιν “ἅλις ἐγὼ δυστυχῶν·” |οὐδὲ γὰρ δεῖ τοὺς φίλους τῶν οἰκείων ἀναπιμπλάναι κακῶν· τηνικαῦτα δὲ παρακλητέον τοὺς φίλους ἐπὶ τὸ συναλγεῖν, ὅταν μέλλωσιν ὀλίγα ὀχληθέντες μεγάλα τοὺς λ· υπουμένους ὠφελήσειν. αὐτοὺς μέντοι τοὺς φίλους τὸ ἀνάπαλιν ἁρμόζει ποιεῖν πρὸς τοὺς ἐν συμφοραῖς, ἔξω συμφορῶν ὄντας. ἰέναι γὰρ δεῖ πρὸς μὲν τοὺς ἀτυχοῦντας ἀκλήτους καὶ προθύμους· φίλου γὰρ τὸ εὖ ποιεῖν, καὶ μάλιστα τοὺς ἐν χρείᾳ καὶ μήπω ἀξιώσαντας τοῦτο γὰρ ἀμφοτέροις, καὶ τῷ διδόντι καὶ τῷ λαμβάνοντι, καὶ κάλλιον καὶ ἥδιον), εἰς δὲ τὰς εὐτυχίας ἰέναι μέν, ἀλλὰ πρὸς μ. ὲν τὸ συνεργεῖν καὶ βοηθεῖν τοῖ φίλοις τὴν εὐτυχίαν προθύμως ἔχειν, πρὸς δὲ τὸ κοινωνεῖν τῆς εὐπαθείας αὐτοῖς σχολαιότερον· οὐ γὰρ καλὸν τὸ προθυμεῖσθαι ὠφελεῖσθαι· προθυμουμένους δὲ <καὶ> ἐπειγομένους τοὺς φίλους ὠφελεῖν ἴσως οὐ δεῖ καὶ ἀποσείεσθαι τὴν εὐεργεσίαν, μὴ καὶ δόξωσι πρὸς τοὺς φίλους ἀηδῶς ἔχειν. τοῦτο γὰρ ἐνίοτε συμβαίνει. φανερὸν δή ἐστιν ἐκ τῶν εἰρημένων, ὅτι τοῖς φίλοις αἱρετώτατόν ἐστι τὸ ζῆν μετ’ ἀλλήλων. καὶ καθάπερ τοῖς ἐρῶσιν ἀγαπητότατόν ἐστι τὸ ἀλλήλους ὁρᾶν καὶ μᾶλλον αἱροῦνται κατὰ ταύτην τὴν αἴσθησιν συνεῖναι ἀλλήλοις ἢ κατὰ τὰς ἄλλας, ὡς διὰ ταύτης τῆς αἰσθήσεως καὶ γινομένου τοῦ ἔρωτος ἐξ ἀρχῆς καὶ συνισταμένου, οὕτω καὶ οἶς τῶν τῶν ἄλλων φιλικῶν μάλιστα πάντων αἱρετώτατόν ἐστι τὸ συζῆν. κοινωνία γάρ ἐστι τὸ συζῆν καὶ κοινωνιῶν ἡ τελειοτάτη, ἡ δὲ φιλία ἐν τῇ κοινωνίᾳ ἔχει τὸ εἶναι· κοινωνία γὰρ ἡ φιλία, |ἄλλως τε καὶ ὅτι τὸ αἰσθάνεσθαί τινα ἑαυτοῦ αἱρετώτατόν ἐστιν, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται· πρὸς δὲ τὸν φίλον οὕτως ἔχει ὡς πρὸς ἑαυτόν, ὥστε καὶ τὸ αἰσθάνεσθαι τοῦ· φίλου αἱρετὸν ἂν εἴη μάλιστα πάντων. αἰσθάνοιτο δ’ ἄν τις ἐνεργείᾳ τοῦ φίλου συνὼν καὶ συζῶν καὶ συνδιάγων αὐτῷ· ὥστε εἰκότως ἐφίενται συζῆν ἀλλήλοις οἱ φίλοι. διὰ τοῦτο καὶ ἕκαστος ὃ νομίζει εἶναι τὴν ἀνθρωπίνην ἐνέργειαν καὶ οὗ ἕνεκα αἱρεῖται τὸ ζῆν καὶ ὃν ἀνθρώπινον ἡγεῖται βίον, ἐν τούτῳ μετὰ τῶν φίλων βούλεται ζῆν καὶ διάγειν. καὶ οἱ μὲν συμπίνειν οἴονται δεῖν φίλους, οἱ δὲ συγκυβεύειν, οἱ δὲ συνθηρεύειν καὶ συγγυμνάζεσθαι, ὅτι ταῦτα αὐτοῖς τίμια εἶναι δοκεῖ, καὶ δεῖν τούτων κοινωνοὺς ἔχειν τοὺς φίλους· ἕτεροι δὲ συμφιλοσοφοῦσι καὶ ἄλλοι ἄλλων ἐνεργειῶν καὶ βίων κοινωνοῦσι τοῖς φίλοις, καὶ ὅλως ἕκαστοι ἐν τούτῳ συνημερεύειν βούλονται τοῖς φίλοις, ὅ τι περ μάλιστα ἀγαπῶσι τῶν ἐν βίῳ. συζῆν γὰρ βουλόμενοι μετὰ τῶν φίλων ταῦτα ποιοῦσι καὶ τούτων κοινωνοῦσιν ἃ καὶ ἀμφοτέροις ἡδέα ἐστίν. οὕτω γὰρ συζῆν δυνατόν. γίνεται οὖν ἡ μὲν τῶν φαύλων φιλία μοχθηρὰ καὶ κοινωνοῦσιν ἀλλήλοις τῶν φαύλων καὶ ἡ φιλία αὐτοῖς οὐχ ἕστηκεν· ἀβέβαιοι γάρ εἰσι· καὶ χείρους δὲ γίνονται ἑαυτῶν, ὁμοιούμενοι ἀλλήλοις καὶ παρακαλοῦντες ἀλλήλους ἐπὶ τὰ φαῦλα. ἡ δὲ τῶν ἐπιεικῶν φιλία ἐπεικής ἐστι καὶ βεβαία, συναυξανομένη ἀεὶ ταῖς ὁμιλίαις· δοκοῦσι δὲ καὶ βελτίους γίνεσθαι ταῖς ἀγαθαῖς ἐνεργείαις, διορθοῦντες ἀλλήλους· ἀπομάττονται γὰρ παρ’ ἀλλήλων τὰ παρ’ ἑκατέρῳ ἀγαθά, δι’ ἃ φιλοῦσιν ἀλλήλους. διὰ τοῦτο καὶ ποιητής τίς φησιν ἐσθλῶν μὲν ἀπ’ ἐσθλά. καὶ <γὰρ> ἀπὸ μὲν τῶν ἀγαθῶν |ἀγαθά, ἀπὸ δὲ τῶν φαύλων φαῦλα καρπούμεθα. περὶ μὲν οὖν φιλίας ἐπὶ τοσοῦτον εἰρήσθω. ἑπόμενον δ’ ἄν εἴη διελθεῖν περὶ ἡδονῆς.