Ancient Greek · ~161 min
TOY ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ TO B
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis TOY ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ TO B.1
Not analysed yet
Ὅτι οὔτε φύσει οὔτε παρὰ φύσιν ἐν ἡμῖν γίνονται αἱ ἀρεταί, ἀλλὰ ἀπὸ τοῦ ἔθους. κεφ. α'. Ἐπεὶ δὲ ἡ ἀρετὴ τῆς ψυχῆς ἐστι τελειότης, τῆς ψυχῆς δὲ τὸ μέν ἐστι λογικόν, τὸ δὲ ὀρεκτικόν, διττὴν ἀνάγκη καὶ τὴν ἀρετὴν εἶναι, καὶ τὴν μὲν τοῦ διανοητικοῦ, ἥτις ἐστὶν ἡ σοφία καὶ ἡ φρόνησις, τὴν δὲ τοῦ ὀρεκτικοῦ, ἥτις ἠθικὴ καλεῖται. καὶ ἡ μὲν διανοητικὴ ἔχει μὲν καὶ ἀπὸ τῆς φύσεως τὴν ἀρχήν (δεκτικὸν γὰρ ὁ ἄνθρωπος ἐπιστήμης) καὶ ἀπὸ ἤθους αὔξησιν λαμβάνει τινά. τὸ δὲ πλέον ἀπὸ τῆς διδασκαλίας καὶ τὴν γένεσιν καὶ τήν αὔξησιν ἔχει, διόπερ ἐμπειρίας δεῖται καὶ χρόνου, ἡ δὲ ἠθικὴ ἐξ ἔθους περιγίνεται. ἡ με[ν γὰρ γύσις ἐκεῖνο δίδωσι μόνον, τὸ δύνασθαι σπουδαίους γενέσθαι, ἡ δὲ διδασκαλία γινώσκειν ὅτι δέον γενέσθαι, τὸ δὲ καὶ ἐνεργείᾳ ἤδη γενέσθαι σπουδαίους μόνον τὸ ἔθος παρέχεται. ἀπὸ τούτου δὲ καὶ τὸ ὄνομα ἔλαβεν· ἠθικὴ γὰρ καλεῖται, μικρὸν παρεγκλῖνον ἀπὸ τοῦ ἔθους. ὥστε δῆλον. ὅτι οὐδεμία τῶν ἠθικῶν ἀρετῶν γύσει ἡμῖν περιγίνεται. εἰ γὰρ γύσει σπουδαῖοι ὑπήρχομεν, οὐκ ἂν ἐκινούμεθα πρὸς τοὐναντίον ἀπὸ τοῦ ἔθους, νυνὶ δὲ κινούμεθα. μεθα. οὐδεμία ἄρα τῶν ἠθικῶν ἀρετῶν γύσει ἡμῖν περιγίνεται· οὐδὲν γὰρ τῶν γύσει κινουμένων ὑπὸ τοῦ ἔθους ἐπὶ γὴν ἐναντίαν μεταβάλλει ῥοπήν. οὔτε γὰρ τὸν λίθον ἐθίσει τις ἄνω φέρεσθαι, κἂν μυριάκις ἄνω ῥίπτῃ, οὔτε τὸ πῦρ κάτω, οὐδὲ ἄλλο τῶν ἄλλως πεφυκότων ἄλλως ἂν ἐθισθείη. οὔτ'ἄρα γύσει οὔτε παρὰ γύσιν ἡμῖν ἐγγίνονται αἱ ἀρεταί, ἀλλὰ τὸ δύνασθαι μὲν ἀπὸ γύσεως ἔχομεν καὶ πεφύκαμεν δέχεσθαι τὰς ἀρετάς, δεχόμεθα δὲ καὶ τελειούμεθα διὰ τοῦ ἔυους, ἔτι τῶν φυσικῶν τὰς δυνάμεις πρῶτον τελείας ἔχοντες, εἶτα χρώμεθα· τὴν γὰρ ὀπτικὴν ἢ ἀκουστικὴν δύναμιν τελείαν ἔχοντες ἐχρησάμεθα· οὐ γὰρ ἀπὸ τοῦ πολλάκις ἰδεὶν ἢ πολλάκις ἀκοῦσαι τὰς αἰσθήσεις ἐλάβομεν, ἀλλὰ τὸ ἀνάπολιν ἔχοντες ἐχρησάμεθα· τὰς δὲ ἀρετὰς λαμβάνομεν ἐνεργήσαντες πρότερον, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἔχει τεχνῶν· ἃ γὰρ δεῖ μαθόντας ποιεῖν, ταῦτα ἀπὸ τοῦ ποιεῖν μανθάνομεν, οἷον οἰκοδομοῦντες μὲν οἰκοδόμοι γινόμεθα, κιθαρίζοντες δὲ κιθαρισταί. οὕτω δὴ καὶ τὰ δίκαια πράττοντες δίκαιοι γινόμεθα καὶ τὰ σώφρονα σώφρονες καὶ τὰ ἀνδρεῖα ἀνδρεῖοι. μαρτυρεῖ δὲ καὶ τὸ γινόμενον ἐν ταῖς πόλεσιν· οἱ γὰρ νομοθέται τῷ ἔθει ἀγαθοὺς τοὺς πολίτας ποιοῦσι. συνελαύνουσι γὰρ ἀμοιβαῖς ἀμοιβαῖς καὶ τιμωρίαις ἐπὶ τἀς ἀγαθὰς πράξεις καὶ οὕτω σπουδαίους ἀποτελοῦσιν. εἰ δὲ καὶ μὴ πάντες τοῦτο ποιοῦσιν, ἁμαρτάνουσιν· ἡ γὰρ ἐπαγγελία καὶ τὸ βούλημα παντὸς νομοθέτου τοῦτό ἐστι, τὸ τοὺς πολίτας ἐπὶ τὰς ἀγαθὰς πράξεις ἐθίζειν. οὐκ ἄρα ἀπὸ φῦ σεως ἀλλὰ ἀπὸ τοῦ ἔθους αἱ ἀρεταί. ἔτι ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν ἐθῶν καὶ ἔργων καὶ γίνεται πᾶσα ἀρετὴ καὶ φθείρεται· γίνεται μὲν ἀγαθῶν ὄντων τῶν ἐθῶν, φθείρεται δὲ ἀπὸ τῶν ἐναντίων. ὁμοίως δὲ καὶ τέχνη· ἐκ γὰρ τοῦ κιθαρίζειν καὶ οἱ ἀγαθοὶ καὶ οἱ κακοὶ ἀποτελοῦνται κιθαρισταί· ἐκ μὲν τοῦ καλῶς οἱ ἀγαθοί, ἐκ δὲ τοῦ κακῶς κιθαρίζειν κακοί· ὁμοίως δὲ καὶ οἱ οἰκοδόμοι καὶ πάντες ἄλλοι τεχνῖται ἀπὸ τῆς κατὰ τέχνην ἐνεργείας ἢ ἀγαθοὶ ἢ κακοὶ γίνονται· ἐκ μὲν γὰρ τοὐ εὖ οἰκοδομεῖν ἀγαθοὶ γίνονται οἰκοδόμοι, ἐκ δὲ τοῦ κακῶς κακοί. εἰ γὰρ μὴ ἀπὸ τῶν τοιῶνδε ἦν ἐνεργειῶν ἡ τοιάδε τέχνη, ἀλλὰ φύσι ἦν ἡ τὸν τεχνίτην ποιοῦσα, οὐκ ἂν ἐδέησεν οὐδενὶ διδασκάλου πρὸς <τὴν> τέχνην, ἀλλὰ πάντες ἂν εὐθὺς ἐγίνοντο ἡ ἀγαθοί ἢ τοὐναντίον. δὴ τὸν τρόπον καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει. πράττοντες γὰρ τὰ συναλλάγματα τὰ πρὸς τοὺς ἀνθρώπους γινόμεθα οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι, τὸ μὲν ἀπὸ τοῦ πάντα δικαίως πράττειν καὶ κατὰ νόμον, τὸ δὲ ἀπὸ τῆς ἐναντίας πολιτείας. πάλιν δὲ ἐπειδὰν δεινοῖς τισι περιπέσωμεν, ἐθιζόμεθα φοβεῖσθαι ἢ θαρρεῖν καὶ οἱ μὲν ἀνδρεῖοι οἱ δὲ δειλοὶ γινόμεθα. ὁμοίως δὲ καὶ περὶ τὰς ἐπιθυμίας ἔχει καὶ τὰς ὀργάς· ἀπὸ γὰρ τῶν ἐθῶν καὶ τῆς ἐν αὐτοῖς ἀναστροφῆς οἱ μὲν σώφρονες καὶ πρᾷοι γίνονται, οἳ δὲ ἀκόλαστοι καὶ ὀργίλοι· καὶ ἑνὶ λόγῳ τὸ πᾶν συνελόντα εἰπεῖν, πάσα ἕξις ἀπὸ τῆς ὁμοίας ἐνεργείας τίκτεται, ἀγαθὴ μὲν ἀγαθῆς, φαύλη δὲ φαύλης. διὰ τοῦτο οὐ δεῖ τῆς ἀγαθῆς ἕξεως ἐνέργειαν ἁπλῶς αἰτίαν λέγειν ἀλλ’ ἀγαθὴν οὐδὲ τῆς κακῆς ἁπλῶς ἐνέργειαν ἀλλὰ κα|κήν· ὥσπερ ἐπὶ τῆς οἰκοδομικῆς· οὐ γὰρ τῆς ἀγαθῆς οἰκοδομικῆς ἕξεως τὴν οἰκοδομικὴν ἀπλῶς ἐνέργειαν αἰτίαν ἐροῦμεν ἀλλά τὴν ἀγαθὴν οἰκοδομικὴν ἐνέργειαν τῆς ἀγαθῆς ναὶ τῆς φαύλης <τὴν> φαύλην αἰτ· ίαν καὶ τοιάσδε τινὰς ἀποδοτέον ἑκάστῃ τῶν ἕξεων τὰς ἐνεργείας. κατὰ γὰρ τὰς τούτων διαφορὰς ἀκολουθοῦσιν αἱ ἕξεις. διὰ ταῦτα πολλὴ διαφορὰ πρὸς τὴν ἕξιν ἀπὸ τοῦ καλῶς ἢ κακῶς ἐκ νέων ἐθίζεσθαι· μᾶλλον δὲ πᾶσα ἡ τῶν ἕξεων διαφορὰ ἐκεῖθέν ἐστιν. Ὅ αἱ κατ’ ἀρετὴν πράξεις μεσὁτητἑς εἰσι καὶ ὑπὸ ὑπερβολῆς καὶ ἐλλείψεως φθείρονιαι. κεφ. β'. Ἐπεὶ οὗν ἡ προῦσα πραγματεία οὐκ ἔστι τοῦ θεωρητικοῦ τῆς φοσοφίας μέρους, ὃ τὴν θεωρίαν τῆς ηείας μόνον ἔχει τέλος. (καταγίνεται γίνεται γὰρ περὶ τὰ ὄντα, ἃ μόνον γνωστά εἰσιν, οὐ μέντοι καὶ πρακτά), ἀλλὰ τοῦ πρακτικοῦ μέρους ἐστίν . ὃ τέλος ἔ,χει τὸ ποιῆσαι, τὸ ἀγαθόν· οὐ γὰρ ἵν εἰδῶμεν τί ἐστιν ἀρετὴ σκεπτόμεθα, ἀλλ᾿ ἵν᾿ ἀγαθοὶ γενώμεα· ἐπεὶ εἰ οὕτως εἶχεν, οὐδὲν ἂν ἦν ὄφιοελος ἡμῖν τῆς σπουδῆς, μὴ πρὸς τὸ τέλος ἀφικνουμένοις. ἐπεὶ οὗν αἱ πράξεις τὸ τέλος, σκεψώμεθα τὰ περὶ τὰς πράξεις. αἳ κύριαί εἰσι, καθάπερ εἴρηται, τοὺ ἀγαθὰς ἢ πονηρὰς τὰς ἕξεις γενέσθαι, ὑπὲρ ὧν ὁ λόγος γόγος ἡμῖν. τὸ μὲν οὖν οὕτω διορίσασθαι τὰς ἀγαθὰς πρ́ξεις τὰς κατὰ τὸν ὀρὸν γινομένας λόγον, καὶ τὰς πονηρὰς τοὐναντίον ,ἀληθὲς μέν, οὐκ ἔστι δὲ ἱκανὸν τὰς πράξεις σημᾶναι. τὸ γὰρ κατὰ τὸν ὀρὸν λόγον γίσαι, καθόλου τί ἐστι, τὸ δὲ τοιοῦτον ἀποδιδόμενον οὐχ ἱκανὸν |πρᾶγμα ἀγνοούμενον ἀποδεῖξαι. τὸν γὰρ ἐρωτῶντα περὶ τοῦ ἀνθρώπου τί ἐστι, τὸ ζῷον ἀποδιδόμενον οὐκ ἀρκεῖ διδάξαι τὸν περὶ αὐτοῦ λόγον. διὰ τοῦτο τοῦτο μὲν ὑπερκείσθω, ῥηθήσεται δὲ ὕστερον περὶ αὐτοῦ, καὶ τί ἐστιν ὀρθὸς λόγος, καὶ πῶς ἔχει πρὸς τὰς ἄλλας ἀρετάς. ἐκεῖνο δὲ προδιομολογείσθω, ὅτι πάντα τὸν <περὶ τῶν πρακτῶν λόγον, δηλον‘ότι τὸν> περὶ τῶν πράξεων, τίνες αὐτῶν ἀγαθαὶ καὶ τίνες αἱ φαῦλαι, οὐκ ἀκριῶς ἀλλ’ ὡς ἐν τύπῳ γίνεσθαι δεῖ, ὥσπερ καὶ κατ᾿ ἀρχὰς εἴπομεν, ὅτι ταῖς ὕλαι ὕλαις ἀκολούθως τοὺς λόγους τοὺς περὶ αὐτῶν ἀπαιτεῖν προσήκει, ἐπεὶ καὶ αἱ πράξεις καὶ τὰ ἐν αὐταῖς συμφέροντα οὐ τὰ αὐτά εἰσιν ἀεί, ὥσπερ οὐδὲ τὰ [νῦν] ὒγιεινά, ἀλλὰ νῦν μὲν τοῦτο νῦν δὲ τοὐννιίον ἅπαν (ταῖς γὰρ διαθέσεσι τῶν σωμάτων καὶ ταῖς τοῦ καιροῦ μεταβολαῖς συμμεταβάλλουσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν πράξεων ἔχει· αἱ αὐταὶ γὰρ νῦν μὲν βλαβεραί, νῦν δὲ ὠφέλειαν ἤνεγκαν, καὶ τοῖς αὐτοῖς ἀνρώποις πολλάκις. οὕτω δὲ ἀκριβῶς διωρίσθαι μὴ δυναμένου τοῦ περὶ τῶν καόλου λόγου, ἔτι μᾶλλον σφαλεμώτερος ρώτερος ὁ περὶ τῶν καθ’ ἕκαστα· τὰ γὰρ καθ᾿ ἕκαστα τῶν καθόλου ἧττον δυνάμεθα γινώσκειν· ἡ γὰρ περὶ ταῦτα σκέψις οὔτε ὑπὸ τέχνην ἐστί τινα οὔτε μέθοδον καὶ παραγγελίαν ὡρισμένην. καἰ διὰ τὸῦτο δέον ἐστὶ τοὺς πράττοντας πρὸς τὸν καιρὸν βλέπειν καὶ ἀπὸ τούτου ζητεῖν τὸν περὶ τῶν πράξεων λόγον· γνώσονιαι γὰρ εἰ ἀγαθαί εἰσιν αἱ πράξεις ἢ φαῦλαι τοῦτον τὸν τρόπον σκοποῦντες. ὥσπερ καὶ ἰατροὶ καὶ κυβερνῆται ποιοῦσι· τὰς γὰο κατὰ τὴν τέχνην πράξεις ἑκάτερος ἀπὸ τοῦ καιροῦ κρίνουσιν. ἀλλὰ καίπερ ὄντος τοιούτου τοῦ παρόντος λόγου. πειρα τέον βοηθεῖν τῇ κατ᾿ αὐτὸν ἀληθείᾳ. καὶ πρῶτον τοῦτο θεωρητέον, ὅτι αἱ κατ᾿ ἀρετὴν πράξεις ὑπὸ ἐνδείας ἢ ὑπερβολῆς πεφύκασι φθείρεσθαι· ὥσπερ ἐπὶ τῆς ἰσχύος καὶ τῆς ὑγιείας ὁρῶμεν· δεῖ γὰρ ὑπὲρ τῶν ἀφανῶν τοῖς φανεροῖς μαρτυρίοις κεχρῆσθαι. τά τε γάρ ὑπερβάλλοντα γυμνάσια τὴν ἰσχὺν τοὺ σώματος διαφθείρει καὶ τὰ ἐλλείποντα τοῦ μετρίου· τὸν αὐτὸν δὲ τρόπον καὶ τά σιτία καὶ ἰὰ ποτὰ τά μὲν πλείω ἢ ἐλάττω τῶν δεόντων ἰὴν ὑγίειαν ἀπελαύνει. τὰ μέσα δὲ καὶ ποιεῖ καὶ αὔξει καὶ σῴζει· οὕτως οὗν καὶ ἐπὶ τῆς σωφροσύνης καὶ τῆς ἀνδρείας ἔχει καὶ τῶν ἀρετῶν. ἀρετῶν. ὅ τε γὰρ πάντα φεύγων καὶ φοβούμενος καὶ μηδὲν ὑπομένων δειλ’ ὃς γίνεται, ὅ τε μηδὲν ὅλως φοβούμενος ἀλλὰ πρὸς πάντα βαδίζων θρασύς. ἀνδρεῖος δἒ ὁ μέσος. ὁμοίως δὲ καὶ ἡ σωφροσύνη ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐλλείψεως φθείρεται· καὶ γὰρ ὁ μὲν πάσης ἡδονῆς ἀπολαύων καὶ μηδεμιᾶς ἀπεχόμενος ἀκόλαστός ἐστιν, ὁ δὲ πάσας φεύγων ὥσπερ οἱ ἄγροικοι ἀναίσθητος, ὁ δὲ μέσος ὁ σώφρων ἐστίν. ὑπὸ τῆς μεσότητος γὰρ καὶ ἡ σωφροσύνη καὶ ἡ ἀνδρεία σώζεται. οὐ μόνον δὲ αἱ ἐνέργειαι, δι᾿ ὧν αἱ γενέσεις καὶ αἱ αὐξήσεις τῶν ἀρετῶν καὶ αἱ φθοραί καταλλήλως ἔχουσι τοῖς ἀποτελουμένοις, ἀγαθαὶ μέν, εἰ γεννῶσι καὶ αὔξουσι, φαῦλαι δέ, εἰ φθείρουσιν, ἀλλὰ καὶ αἱ μετὰ τὰς ἕξεις τῶν ἀρετῶν ἐνέργειαι, ὧν αἴτιαί εἰσιν αἱ ἕξεις ὡσαύτως ἔχουσι· καὶ δῆλον ἀπὸ τῶν ὁμοίων τῶν φανερωτέρων. ἡ γὰρ ἰσχὺς γίνεται ἐκ τοῦ πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν· καὶ πάλιν ἡ ἰσχὺς αἰτία γίνεται ταύτης τῆς ἐνεργείας· ὁ γὰρ ἰσχυρὸς δύναται μάλιστα πολλὴν τροφὴν λαμβάνειν καὶ πολλοὺς πόνους ὑπομένειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχει· καὶ γὰρ ἐκ τοδ’ ἀπέχεσθαι τῶν ἡδονῶν σώφρονες γινόμεθα καὶ σώφρονες γενόμενοι δυνάμεθα τῶν ἡδονῶν ἡδονῶν μᾶλλον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀνδρείας· ἐθιζόμενοι γὰρ καταφρονεῖν τῶν δεινῶν καὶ ὑπομένειν μένειν αὐτὰ γινόμεθα ἀνδρεῖοι· γενόμενοι δὲ αὐτὸ τοῦτο πάλιν πλέον δυνάμεθα τὸ ὑπομένειν τὰ φοβερά. Ὅτι περὶ ἡδονὰς καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετή. κεφ. γ΄. Ἐπεὶ δὲ καὶ πρὶν εἰς ἕξιν ἐλθεῖν ἀρετῆς καὶ μετὰ τὴν ἕξιν τὰς αὐτὰς ἐπιδεικνύμεθα ἐνεργείας, τί σημεῖον γένοιτ’ ἂν τῶν ἐχόντων τὰς ἕξεις ἢ τῶν μήπω κτησαμένων; οὐδὲν ἄλλο ἡ ἡ ἐπὶ τοῖς κατ’ ἀρετὴν ἔργοις ἡδονή ἔ καὶ λύπη. ὁ μὲν γὰρ ἀπεχόμενος τῶν σωματικῶν ἡδονῶν καὶ τῷ ἀπέχεσθαι χαίρων οὗτος σώφρων ἐστίν, ὁ δὲ ἀχθόμενος ἀκόλαστος ἔτι· καὶ ὁ μὲν ὑπομένων τὰ δεινὰ καὶ χαίρων ἢ μὴ λυπούμενός γε ἀνδρεῖος, ὁ δὲ λυπούμενος δειλὸς ἔτι. περὶ ἡδονὰς γὰρ καὶ λύπς ἐστὶν ἡ ἠθικὴ ἀρετή. ὸιὰ μὲν γὰρ τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλὦν ἀπεχόμεθα. διὰ τοῦτο δεῖ τῶν ἀγαθῶν ἐθῶν καὶ πράξεων εὐθυς ἐκ παίδων πολὺν ποιήσασθαι λόγον, ὡς ὁ Πλάτων φησί, καὶ ἀνάγεσθαι παῖδας ὄντας τοῖς τοιούτοις ἔθεσιν, ὥσιε δυνηθῆναι χαίρειν μὲν οἷ δεῖ, λυπεῖσθαι δὲ οἷς προσῆκεν λυπεῖσθαι· ἡ γὰρ ὀρθὴ καὶ κατὰ λόγον παιδία αὕτη ἐστίν. ἔτι, ἐπεὶ αἱ ἀρεταὶ περὶ πράξεις εἰσὶν ἢ πά|θῆ, οἷς δέ τις πράττει ἢ πάσχει ἢ χαίρει, ἐὰν βουλόμενος πράττῃ ἢ πάσχῃ, ἢ λυπεῖται, ἐὰν ἄλλου βιαζομένου, φανερὸν ὅτι πᾶσα ἀρετὴ περὶ ἡονὰς καὶ λύπας ἐστίν. ἔτι δὲ καὶ ἀπὸ τῶν ἐν ταῖς πολιτείαις κολάσεων φανερόν· τοὺς γὰρ τοῖς πονηροῖς ἡδομένους λυποῦντες οἱ νομοθέται πείθουσι τά μὲν φαῦλα μισεῖν, ἥδεσθαι δὲ τοῖς ἀγαθοῖς ἔργοις· καὶ οὅιως ἐντιθέασιν αὐτοῖς ἐθίζοντες τὴν ἐπ᾿ ἀρετῇ ἡδονήν. αἱ γὰρ τοιαῦται κολάσεις πρὸς τοὺς νοσοῦντας τὰ πολιτικὰ ἰατρειῶν ἐχουσι λόγον. καὶ καθάπερ ἐ. είναις ἐναντίαι αἱ νόσοι ἃς θεραπεύουσι, πεύουσι, καὶ ἐὰν ἴὸωμε̣ν ἰατρὸν ψυχρὰν προσάγοντα θεραπείαν, γινώσκομεν εὐθὺς τὴν νόσον ἀπὸ θέρμης συσιῆναι, οὕτω καὶ ἀπὸ τῶν κολάσεων ὀδυνηρῶν νηρῶν οὐσῶν γινώσκομεν, ὅτι θεραπευόμεναι κακίαι ἀπὸ ἡδονῆς γίνονται. ἔτι, καθὼς εἴρηται, πᾶσα ψυχῆς ἕξις, ὑφ᾿ ὧν τίκτεται καὶ βελτίων ἢ χείρων γίνεται, πρὸς ταὖτα καὶ περὶ ταῦτα τὴν φύσιν ἔχει καὶ ἐν αὐτοῖς συνίσταται· ἀλλὰ ἀπὸ τῆς ῃδονῆς καὶ τῆς λύπης αἱ φαῦλαι γίνονται ἕξεις, δηλαδὴ τοῦ διώκειν τὴν ἡδονὴν ὥσπερ οὐ δεῖ, καὶ ὅτε οὐ δεῦ, καὶ πάλιν φεύγειν τὴν λύπην ὅτε οὐ δεῖ καὶ ὡς οὐ δεῖ καὶ ὅπου οὐ δεῖ· καὶ ὅσαι ἄλλαι περιστάσεις πονηρὰν ποιοῦσι τὴν ζήτησιν τῆς ἡδονῆς ἢ τὴν φυγὴν τῆς λύπης· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀρετῆς ἔχει· συνίσταται γὰρ ἀπὸ τοῦ διώκειν καὶ φεύγειν τὴν ἡδονὴν καὶ τὴν λύπην ὡς δεῖ καὶ ὅτε δεῖ. ὥστε φανερόν, ὅτι περὶ ταύτας αἱ ἕξεις τὴν φύσιν ἔχουσι καὶ ἐν αὐταῖς συνίσιανται. διὰ τοῦτο καί τινες ὁρίζονται τὰς ἀρετὰς ἀπαθείας καὶ ἠρεμίας μίας εἶναι, ἀπὸ τῆς ἡδονῆς τὸν ὁρισμὸν λαμβάνοντες· καίτοι οὐ καλῶς ὁρίζονται, ὅτι ἁπλῶς ἄνευ |προσθήκης ποιοῦνται τὸν ὁρισμόν, μὴ προστιθέντες τῇ ἠρεμί̣ᾳ καὶ ἀπαθείᾳ τὸ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ τὰς ἄλλας περιστάσεις. ὑπόκειται ἅρα ἡ ἀρετὴ εἶναι ἡ ἕσις ἡ οὕτως ἔχουσα περὶ ἡδονὰς καὶ λύπας, καθὼς προσδιωρισάμεθα, τῶν βελτίστων πρακτική, ἡ δὲ κακία τοὐναντίον. γνοίημεν δ᾿ ἂν ἔτι βέλτιον περὶ τῶν εἰρημένων, καὶ ἀπὸ τούτων τῶν λόγων. τριῶν γὰρ ὄντων δι᾿ ἅ τις αἱρεῖταί τι καὶ ιοσούτων δι᾿ ἅ τις φεύγει τι, καλοῦ συμφέροντος ἡδέος, αἰσχροῦ ἀσύμφόρου λυπηροῦ, ὁ μὲν ἀγαθὸς πᾶσι κατὰ τὸ εἰκὸς ἐπιβάλλει, διώκων μὲν τὰ ἄριστα, φεύγων δὲ ἃ βλάβη διώκειν, ὁ δὲ κακὸς ἁμαρτάνει περὶ κρίσιν αὐτῶν καὶ μάλιστα τὴν τοῦ ἡὸέος· ἡ γὰρ ἡδονὴ οὐ μόνον κοινή ἐστι πᾶσι τοῖς ζῴοις, ἀλλὰ καὶ πᾶσιν ἕπεται τοῖς εἰρημένοις αἱρετοῖς. ἃ γὰρ αἱρούμεθα, μέθᾳ, τούτοις πᾶσιν ἡδόμεθα. καὶ ἔστι τὸ καλὸν καὶ συμφέρον ἡδὺ τῇ ἑαυτῶν φύσει· καὶ διὰ τοῦτο οἱ κακοὶ ἀπατῶνται, τὸ ἡδὺ καλὸν καὶ συμφέρον ἡγούμενοι πᾶν, διότι ἕπεται νομίζοντες καὶ ἀντιστρέφειν. τὸ δὲ οὐχ οὕτως ἔχει· συμβαίνει γὰρ πολλὰ τῶν ἡδέων αἰσχρὰ καὶ ἀσύμφορα εἶναι· ὥστε φανερόν. ὅτι περὶ ἡδονὰς καὶ λύπας αἱ ἀνθρώπιναι καταγίνονται πράξεις. ἔτι πᾶσιν ἡμῖν ἐκ νηπίου τοῦτο τὸ πάθος σύνεστι καὶ συντρέφεται. καθάπερ ἐγκεχρωσμένον τῷ βίῳ· καὶ τὰς ἀγαθὰς πράξεις καὶ τὰ πονηρὰς τούτῳ κρίνομεν τῷ κανόνι, τῷ τἀς μὲν λύπην φέρειν, τας δὲ ἠδονήν, καὶ πάντες οὕτω κανονίζομεν τὰς ἐνεργείας, εἰ καὶ μὴ ὁμοίως, ἀλλὰ μᾶλλον καὶ ἦττον· ὥστε ἀνάγκη περὶ ἡδονὰς καὶ λύπας εἶναι τὴν πᾶσαν ταυτηνὶ πραγματείαν. οὐ γὰρ μικρὸν βοηθεῖ τῷ ζητοῦντι τῷ ζητοῦντι τὰ πρακτέα τὸ εἰδέναι, τί ἐστι τὸ καλῶς χαίρειν ἢ τὸ κακῶς ἢ τὸ καλῶς λυπεῖσθαι ἢ τὸ κακῶς· ἐπεὶ μηδὲ μικρὸν μέρος τῶν πράξεων τὸ ἥδεσθαι καλῶς ἢ λυπεῖσθαι ἢ δοὐναντίον. ἀπὸ τούτων γὰρ τὰ τῶν ἀνθρώπων ἤθη γινώσκομεν εἰ φαῦλα ἢ ἀγαθά. ἔτι ὅσα τῶν πρακτέων οὐκ εἰσὶ ρᾷδια, περὶ ταῦτα καὶ τέχνη καταγίνεται καὶ ἀρετή· πρὸς γὰρ τὰ ρᾷδια οὐδεμία χρεία πολυχρονίου ἔθους ἢ μεθόδου τεχνικῆς· ὥστε ὅσῳ χαλεπωτερα, τοσούτῳ μείζονος δεήσονται καὶ τέχνης καὶ ἀρετῆς· ἐπεὶ καὶ βέλτιον τὸ τὰ χαλεπώτερα διαθέσθαι καλῶς τοῦ τῶν ῥᾳδίων περιγενέσθαι· ἡ ἀρετὴ ἄρα μάλιστα ἐν ἰοῖς χαλεπωτέροις ἐστί καὶ περὶ ταῦτα κατὰγίνεται. ἐστι δὲ χαλεπώτερον τῷ σπουδαίῳ ἡδονῇ μάχεσθαι ἢ θυμῷ. καθα φησιν Ἠράκλειτος· καὶ διὰ τοῦτο ἄρα περὶ ἠδονὰς καὶ λύπας εἷναι ἀναγκη πάσαν τὴν πραγματείαν καὶ τῇ ἀρετῇ καὶ τῇ πολιτικῇ· ὁ μὲν γὰρ καλως χρώμενος ἡδονῇ καὶ λύπῃ ἀγαθόν ὁ δὲ κακῶς κακός. Ὅτι διαφέρει ὁ δίκαιος τοὺ ποιοῦντος τὰ δίκαια, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως κεφ. δ΄. Ὅτι μὲν οὖν ἡ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ἐστί. καὶ ὅτι ἐξ ὧν γίνεται, ἀπὸ τούτων καὶ αὔξεται καὶ φθείρεται, καθ᾿ ἕτερον τρόπον καὶ ἕτερον τῶν ἐνεργειῶν γινομένων. καὶ ὅτι ἐξ ὧν ἐγένετο, περὶ ταῦτα καὶ ἐνεργεῖ, εἴρηται. ἀπορήσειε δ’ ἄν τις πῶς λέγομεν ὅτι τὸν Θέλοντα δίκαιον γενέσθαι δεῖ τὰ δίκαια ποιεῖν καὶ τὸν σώφρονα τὰ σώσρονα· οἱ γὰρ τὰ δίκαια πράττοντες δίκαιοι πάντως εἰσὶ καὶ οἱ τὰ σώφρονα σώφρονες, ὥσπερ οἱ πράττοντες τὰ μουσικὰ ἢ γραμματικὰ μουσικοί εἰσι καὶ γραμματικοί. λέγομεν δὲ πρὸς τοῦτο, ὅτι φαίνεταί τις οὖσα διαφορὰ τοῦ τὰ δίκαια ποιοῦντος καὶ τοῦ δικαίου; ὁμ· οίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἐνδέχεται γάρ τινα γραμματικόν τι ποιῆσαι ἠ ἀπὸ τυχῆς ἠ ἄλλου ὐποθεμένου καὶ μὴ γραμματικὸν εἶναι· ἔσται δὲ γραμματικος, ὅτε γραμματικον τι ποιήσει καὶ γραμματικῶς, τουτέστιν ἀκολουθῶν τῷ κανόνι τῆς ἐν αὐτῷ γραμματικῆς. οὕτω καὶ τὰ δίκαια ἐνδέχεται ποιῆσαί τινα καὶ μὴ δίκαιον εἶναι. μᾶλλον δὲ καὶ μείζων ἐστὶν ἐν τούτοις ἡ διαφορὰ ἐπὶ τῆς ἀρετῆς ἢ ἐπὶ τῶν τεχνῶν. τὸ μὲν γάρ τῶν τεχνῶν ἀγαθὸν ἐν αὐταῖς ἐστι ταῖς ἐνεργείαις τῆς τέχνης, ὥστε ἐάν τις μουσικὰ ποιῇ μουσικὴν εἰδώς, οὐδὲν χωλύει μουσικὸν αὐτὸν ὀνομάζειν· ἔστι γὰρ μουσικός, καὶ ἐὰν μὴ προαιρούμενος αὐτὸς τὰ μουσικὰ ποιῇ ἀλλὰ ἑτέρου βιαζομένου· ἐπὶ δὲ τῆς ἀρετῆς οὕτως. καὶ γὰρ ἐάν τις δίκαια ποιῇ, οὐκ ἂν εἴη δίκαιος, ἐὰν μὴ πρὸς τοῖς ἄλλοις καὶ πάνυ βουλόμενος ποιῇ καὶ ὑφ’ ἑαυτοῦ κινούμενος καὶ οὐχ ἑτέρου βιαζομένου. ιότε γὰρ ἔσται δίκαιος, πρῶτον μὲν ἐὰν πράττῃ τὰ δίκαια γινώσκων ἃ πράιτει, ἔπειτα ἐὰν προαιρούμενος αὐτὸς πράττῃ καὶ τρίτον εἰ βεβαίως καὶ ἁμετινίτως ἔχει πρὸς τὴν πρᾶξιν. καὶ γὰρ οὐκ ἂν εἴη δίκαιος ὁ εἰὸὼς μὲν τὰ δίκαια καὶ πράττων ἑκών, οἰόμενος δὲ μὴ πάντα χρόνον καιρὸν εἰναι δικαιοσύνης. ταῦτα δὲ πρὸς μὲν τὸ λαβεῖν τὰς ἄλλας τείνας καὶ τεχνίτας εἶναι κατ᾿ αὐτὰς οὐ ζητοῦνται πλὴν τοῦ εἰδέναι· χωρὶς γὰρ τοῦ εἰδέναι πῶς ἄν τις εἴη τεχνίτης; εἰ δὲ μήτε προαιρούμενος τὴν τέχνην ποιεῖ μήτε |ἀκινήτως ἔχων πρὸς τὴν μεταχείρισιν τῆς τέχνης, οὐ διὰ τοῦτο κωλύεται τεχνίτης εἶναι· πρὸς δὲ τὴν ἀρετὴν τὸ μὲν εἰδέναι περὶ αὐτῆς πάντα ἃ προσῆκεν εἰδέναι μικρὸν ἢ οὐδὲν συντελεῖ πρὸς τὸ σπουδαῖόν ιινα γένεσι, τὰ δ᾿ ἄλλα οὐ μικρὸν ἀλλὰ τὸ πᾶν δύναται· καὶ γὰρ ἐνδέχειαι μηδὲν ἀκριβὲς περὶ ἀρε- τῆς εἰπεῖν εἰδότα σπουδαῖον εἶναι. χωρὶς δὲ τοῦ προαιρεῖσθαι καὶ ἀκινήτως νήτως ἔχειν πρὸς ἀρειὴν ἀδύνατον εἶναι σπουδαῖον, ἅτινα ἐκ τοῦ πολλάκις ποιεῖν ἰὰς ἐνεργείας περιγίνεται, καθὼς εἴρηται, τὰ μἐν οὖν πράγματα <δίκαια καὶ σώφρονα, ὅταν ᾖ τοιαῦτα>, ο ἴα ἄν ὁ δίκαιος ἢ ὁ σώφρων ποάξειε· δίκαιος δὲ καὶ σώφρων ἐστὶν οὐχ ὁ ταῦτα πράττων πᾶς, ἀλλὰ ὁ οὕτω πράττων ὥσπερ οἱ δίκαιοι καὶ οἱ σώφρονες πάττουσιν. ὥστε καλῶς λέγεται, ὅτι ἐκ τοῦ τὰ δίκαια ποιεῖν ὁ δίκαιος γίνεται καὶ ἐκ τοῦ τὰσώφρονα ὁ σώφρων· ὃς δὲ μὴ πράττει ταῦτα, οὐδέποτε γίνεται ἀγαθὸς οὐδὲ μελλήσει ποιὲ γενέσθαι. ἀλλ’ οἱ πλείους τῶν ἀνθρώπων ταῦια μὲν οὐ πράττουσιν, ἐπὶ δὲ τὴν σοφίαν καταφούγοντες καὶ τοὺς λόγους οἴονται διὰ τοῦτο φιλοσοφεῖν καὶ οἴονται σπουδαῖοι δάιοι εἶναι, ὅτι μόνον περὶ ἰῆς ἀρετῆς ἀκριβῶς γινώσκουσιν εἰπεῖν, ὅμοιόν τι ποιοῦντες τοῖς κάμνουσιν, οἳ τῶν ἰατρῶν ἀκούουσι μὲν ἐπιμελῶς, ποιοῦσι δὲ οὐδὲν τῶν προσταττομένων. ὥσπερ τοίνυν τοίνυν ἐκείνοις οὐδέποτε ἕξει τὰ σώματα καλῶς οὕτω θεραπευομένοις, οὕτως οὐδὲ οὗτοι τὴν ψυχὴν καλλίω ποιήσουσιν οὕτω φιλοσοφοῦντες. |Ὅτι ἕξις ἐστὶν ἡ ἀρετὴ καὶ μεσότης, κεφ. ε'. Μετὰ δὲ ταῦτα σκεπτέον τί ἐστιν ἡ ἀρετή. τρία γάρ ἐστι τὰ ἐν τῇ ψυχῇ, πάθη δυνάμεις ἕξεις. καὶ πάθη μέν εἰσιν ἐπιθυμία ὀργή φόβος θράσος φθόνος χαρὰ φιλία μῖσος πόθος ζῆλος ἔλεος, ὅλως οἷς ἕπεται ἡδονὴ ἢ λύπη. δυνάμεις δὲ αἱ πρὸς ταῦτα ἐπιτηδειότητες τῆς ψυχῆς, καθ’ ἃς πα θητικοὶ τούτων λεγόμεθα, οἷον καθ’ ἅς ἐσμεν δυνατοὶ ὀργισθῆναι ἢ λυπηθῆναι ἢ ἐλεῆσαι. ἕξεις δὲ οἱ τρόποι, καθ’ οὓς πάσχομεν τὰ πάθη, δηλονότι τὸ πάσχειν αὐτὰ καλῶς ἢ κακῶς, οἷον πρὸς τὸ ὀργισθῆναι εἰ μὲν σφοδρῶς καὶ ἀσχέτως ἔχομεν ἢ τοὐναντίον ἀνειμένως καὶ μαλακῶς, κακῶς ἔχομεν, εἰ δὲ μέσως, καλῶς· ὁμοίως δὲ καὶ πρὸς τὰ ἄλλα. τούτων δὲ τῶν τριῶν τί ἐστιν ἡ ἀρετή, πάθος ἢ δύναμις ἢ ἕξις; πάθος μὲν οὖν οὐκ ἔστιν οὔτε ἡ ἀρετὴ οὔτε ἡ κακία. κατὰ μὲν γὰρ τὴν ἀρετὴν σπουδαῖοι λεγόμεθα καὶ κατὰ τὴν κακίαν φαῦλοι, κατὰ δὲ τὰ πάθη οὐδαμῶς· οὐδεὶς γὰρ φαῦλος ἢ σπουδαῖος διὰ μόνον τὸ ὀργίζεσθαι· ἡ ἀρετὴ ἄρα ἢ ἡ κακία οὐκ ἔστι πάθος. ἔτι, κατὰ μὲν τὰ πάθη οὔτε ἐπαινούμεθα οὔτε ψεγόμεθα, κατὰ δὲ τὰς ἀρετὰς ἢ τὰς κακίας ἐπαινούμεθα ἢ ψεγόμεθα. ἔτι ὀργιζόμεθα μὲν καὶ φοβούμεθα ἀπροαιρέτως καὶ τὰ ἄλλα πάσχομεν ὁμοίως, ἐπὶ δὲ τῆς ἀρετῆς καὶ τῆς κακίας οὐχ οὕτως· οὐκ ἄρα εἰσὶ πάθη. ἔτι πρὸς τὰ πάθη οὐ λεγόμεθα διακεῖσθαι ἀλλά μᾶλλον κατ’ αὐτὰ κινεῖσθαι, πρὸ δὲ τὴν ἀρετὴν διακεῖσθαι λεγό|μεθα καὶ πρὸς ἰὴν κακίαν· οὐκ ἄρα εἰσὶ πάθη. διὰ τὰ αὐτὰ δὲ οὐδὲ δυνάμεις εἰσίν. οὔτε γὰρ φαῦλοι ἡ ἀγαθοὶ λεγόμεθα τῷ δύνασθαι ὀργισθῆναι ἀπλῶς οὔτε ἐπαινούμεθα ἢ ψεγόμεθα. οὔτε τῷ προαιρεῖσθαι δυνάμεθα ὀργισθῆναι, καθάπερ ἐπὶ τῆς ἀρετῆς ἔχει, ἀλλὰ μᾶλλον τῷ πεφυκέναι· ἀγαθοὶ γὰρ ἢ κακοὶ οὐ γινόμεθα φύσει, καθὼς ἐν τοῖς προειρημένοις ἐδείχθη. εἰ οὖν μήτε πάθη αἱ ἀρεταὶ μήτε δυνάμεις, λείπεται τῶν ἕξεων αὐτὰς εἶναι. τί μὲν οὖν ἐστιν ἀρετὴ τῷ γένει, εἴρηται· ἔστι γὰρ ἕξις. δεῖ δὲ μὴ μόνον ἕξιν αὐτὴν εἶναι λέγειν, ἀλλὰ προστιθέναι τὸ τοιάδε τις, τουτέστιν ἀγαθή· ἡ γὰρ κακία ἕξις ἐστὶ πονηρά. ῥητέον οὖν περὶ τῆς ἀρετῆς ἐκεῖνο, ὅτι πάσα ἀρετὴ αὐτό τε κοσμεῖ τὸ ἔχον τὴν ἀρετὴν καὶ καλῶς ἔχειν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ τὸ δι’ αὐτῆς ἐνεργούμενον εὖ διατίθησιν, οἷον ἡ τοῦ ὀφθαλμοῦ ἀρετὴ καὶ αὐτὸν τὸν ὀΦθαλμὸν τελειοῖ καὶ ποιεῖ ἀγαθὸν καὶ τὸ ἔργον αὐτοῦ, δηλονότι τὸ ὁρᾶν· τῆ γὰρ τοῦ ὀφθαλμοῦ ἀρετῇ ἀρετῇ εὖ ὁρῶμεν. ὁμοίως καὶ ἡ τοῦ ἵππου ἀρετὴ αὐτόν τε τὸν ἵππον κοσμεῖ καὶ ἀγαθὸν ποιεῖ καὶ τὸ ἔργον αὐτοῦ· καὶ γὰρ τῇ τοιαύτῃ ἀρετῇ δύναται ἐνεγκεῖν καλῶς ἐπιβάτην καὶ δραμεῖν καὶ μεῖναι τοὺς πολεμίους. ἐπεὶ δὲ οὕτως ἐπὶ πάντων ἔχει, καὶ ἡ ἀνθρωπίνη ὁμοίως ἂν ἔχοι, καὶ εἴη ἂν ἡ ἀνθρωπίνη ἀρετὴ ἕξις ἀφ’ ἧς ὁ ἄνθρωπος ἀγαθὸς γίνεται καὶ ἀφ’ ἧς τὸ ἀνθρώπινον ἔργον εὖ καὶ καλῶς ἀποτελέσει. πῶς δὲ ἔσται ἡμῖν ἡ τοιαύτη ἕξις, εἴρηται μὲν καὶ πρὸ ὀλί- γου (ἐλέγομεν γὰρ τῆς μεσότητος ἀεὶ στοχάζεσθαι τῶν ἐπὶ τὰ πάθη κινήσεων, καὶ ἑαυτὸν ἐθίζειν |ἐν τοῖς τοιούτοις τὸν ἐν ἀρετῇ ζῆν προαιρούμενον), ἔτι δὲ καὶ ἀπὸ τῶν λεχ θησομένων ἔσται φανερόν, ἐὰν θεωρήσωμεν ποία τίς ἐστιν ἡ φυσις της ἀρέτης. σκοπῶμεν οε οὕτως. ἐν παντὶ συνεχεῖ, οἷον γραμμῇ ἐπιφανείᾳ σώματι ἢ λόγῳ ἢ χρόνῳ καὶ ὅλως ἐν παντὶ δυναμένῳ διαιρεθῆναι λαβεῖν ἔστι τὸ μὲν πλεῖον, τὸ δὲ ἔλαττον, τὸ δὲ ἴσον, οἷον ἐπὶ τοῦ συνεχοῦς, εἰ τὸ μὲν δεκάπηχυ πολύ, τὸ δὲ δίπηχυ ὀλίγον, ἴσον ἔσται τὸ ἓξ ἔχον πήχεις, ὃ καὶ μέσον καλεῖται, ὅτι ᾦ ἐλλείπει τοῦ δεκαπήχεος ὑπερέχει τοῦ διπήχεος. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ διωρισμένου ποσοῦ· εἰ γὰρ τὰ εἴκοσι πολύ, τὰ δὲ δέκα ὀλίγον. ἴσον ἔσται τὰ δεκαπέντε, ὅτι ᾧ ἐλλείπει τοῦ μείζονος ὑπερέχει τοῦ ἐλάττονος· τὸ δὲ τοιοῦτον ἴσον μέσον καλεῖται καὶ ἡ τοιαύτη τάξις ἀριθμητικὴ ἀναλογία. καὶ ἐπὶ μὲν τοῦ διωρισμένου ποσοῦ οὐκ ἀνάγκη ἐπὶ παντὸς λαβεῖν τὴν τοιαύτην ἀναλογίαν (οὑ γάρ ἐστιν ἐπ’ ἄπειρα διαιρετέον)· ἐπὶ δὲ συνεχοῦς ἐπὶ παντὸς δυνατόν ἐστιν, ἅτε ἀπειράκις δυναμένου διαιρεθῆναι. τοῦτο δὴ τὸ μέσον οὐχ ὁμοίως ἀεὶ κρίνομεν, ἀλλὰ ποτὲ μὲν κατ’ αὐτὸ τὸ πρᾶγμα, ποτὲ δὲ πρὸς ἡμᾶς. καὶ καῖ’ αὐτὸ μὲν τὸ πρᾶγμα μέσον ἐστὶ τὰ ἓξ τοῦ δέκα καὶ δύο ἴσον ὑπερέχοντα καὶ ἐλλείποντα (ἀπ᾿ γὰρ τῶν πραγμάτων λαμβάνεται ἡ διαφορά), πρὸς ἡμᾶς δέ, ὅταν ἀφ’ ἡμῶν ἡ μεσότης καὶ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις λαμβάνηται, οἶον εἴ τινι πολὺ τὸ δέκα μνᾶς φαγεῖν, δύο δὲ ὀλίγον, οὐκ ἀνάγκη τὰς ἓξ μνᾶ τὴν μεσότητα ψυλάττειν καὶ προσηκούσας εἶναι τῷ τι· δυνατὸν γὰρ ἢ πλείους ἢ ἐλάττους ἀρκεῖν. πρὸς μὲν οὖν αὐτὸ τὸ πρᾶγμα αἱ ἓξ μναῖ τὸ μέσον καὶ ἴσον ἐστί, πρὸς |ἡμᾶς δὲ ἑπτὰ ἴσως ἢ πέντε, ἤγουν ὅσαις τὸ σῶμα προσήκει. αἱ δὲ ἓξ Μίλωνι μὲν ἄιε ἱκανῶς γευμνασμένῳ ὀλίγη ἔσται τροφὴ καὶ ὁ ἀλείπτης πλείω παρέξει, τῷ δὲ ἀρχομένῳ τῶν γυμνάσίων πολύ. ὁμοίως δὲ καὶ ἐπὶ δρόμου καὶ πάλης ἔχει· καὶ ἐπὶ τούτων γὰρ ἀπὸ τῶν γυμναζομένων τὸ ἴσον κρίνομεν. ἔτι δὲ καὶ πᾶς τῆς ἡστινοσοῦν προϊτάμενος ἐπιστήμης τὸ μέσον ἀεὶ ζητεῖ, τὴν ὑπερβολὴν καὶ τῆν ἔλλειψιν φεύγων· μέσον ἐκεῖνο δηλονότι διώκων, ὃ πρὸς ἡμᾶς οὐ πρὸς τὸ πρᾶγμα μέσον ἐστί. καὶ τοῦτον τὸν τρόπον πᾶσα ἐπιστήμη τὸ ἴδιον ἔργον καλῶς ἀποτελεῖ. διὰ τοῦτο καὶ εἰώθαμεν λέγειν ἐν τοῖς εὖ ἔχουσι τῶν ἔργων, ὅτι οὔτε ἀφελεῖν ἔστιν οὔτε προσθεῖναι, δεικνύντες ὅτι καὶ τὴν ὑπερβολὴν ὁμοίως καὶ τὴν ἔλλειψιν φεύγει, ὡς τῶν μὲν διαφθειρουσῶν τὸ τῶν ἔργων ἀ. γαθόν, τῆς δὲ μεσότητος μόνης σωζούσης. ἐπεὶ δὲ ἡ ἀρετὴ πα σὴς τέχνης ἀκριβεστέρα καὶ ἀμείνων ἐστί, καθάπερ καὶ ἡ φύσις, τὸ μέσον ἂν καὶ αὕτη σκοποίη. ἀρετὴν δὲ λέγ· ω οὐ τὴν διανοητικήν (ἄλλως γὰρ τὸ κατ’ αὐτὴν ἔχει) ἀλλὰ ἰὴν ἠθικήν· αὕτη ἐστι περὶ πάθη καὶ πράξεις, ἃ καὶ πλείω καὶ μείζω τοῦ δέοντος καὶ ἐλάττω δυνατὸν εἶναι. καὶ διὰ τοῦτο καὶ τὸ δέον ἐστὶν ἐν αὐτοῖς, δηλονότι τὸ ἴσον. καὶ γὰρ ἔστι καὶ φόβη θῆναι καὶ θαρρῆσαι καὶ ἐπιθομῆσαι καὶ μισῆσαι καὶ ὀργισθῆναι καὶ ἐλεῆσαι καὶ ὅλως ἡσθῆναι καὶ λυπηθῆναι θῆναι μᾶλλον καὶ ἦττον καὶ ἀμφότερα οὐ καλῶς. τὸ δὲ παθεῖν ταῦτα πάντα ὅτε δεῖ καὶ ὡς δεῖ καὶ ἐφ’ οἷς δεῖ καὶ πρὸς οὓς δεῖ καὶ οὗ ἕνεκα δεῖ, μέσον ἐστὶ καὶ ἄριστον, ἐν ᾧ ἡ ἀρετὴ γίνεται. ὁμοίως δὲ ἔχει καὶ περὶ ἰὰς ἀποτελουμένας ὑπὸ τῶν παθῶν |πράξεις· ἔστι γὰρ καὶ ἐν αὐταῖς ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης. ἐπεὶ τοίνυν ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις καταγίνεται, τῶν δὲ παθῶν καὶ τῶν πρά- ξέων τὸ μέσον ἀεὶ καὶ κατόρθωμα ὀνομάζεται καὶ ἐπαινεῖται, ἅπερ ἄμφω τῆς ἐστὶν ἡ ἀρετή, τὸ μέσον ἀεὶ σκοποῦσα. ἔτι τὸ μὲν ἁμαρτάνειν πολοειδές ἐστιν, ὡς εἰπεῖν· πολλαχῶς γάρ τις δύναται ἁμαρτάνειν. τὸ γὰρ κακὸν ἄπειρον, ὡς οἱ Πυθαγόρειοι ἔλεγον, τὸ δὲ ἀγαθὸν ὡρισμένον τι καὶ πεπερασμένον· καὶ διὰ τοῦτο καὶ τὸ κατορθοῦν ἁπλοῦν τί ἐστι καὶ μονοειδές. ὅθεν καὶ τὸ μὲν ἁμαρτάνειν ῥᾴ. διόν ἐστιν, ὥσπερ τοξόταις τὸ ἀποτογχάνειν τοῦ σκοποῦ, τὸ δὲ κατορθοῦν χαλεπόν, ὥσπερ τὸ βάλλειν κατὰ σκοπόν. φαίνεται ἄρα καὶ διὰ τοῦτο τὴν μὲν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν τῆς κακίας εἶναι (ἁόριστα γὰρ ἑκάτερον), τὴν μεσότητα δὲ ἀρετῆς, ὡρισμένην καὶ μίαν οὖσαν· Ἐσθλοὶ μὲν γὰρ ἁπλῶς, παντοδαπῶς δὲ κακοί. Ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετική, ἐν μεσότητι οὖσα τῇ πρὸς ἡμᾶς, ὡρισμένῃ λόγῳ ᾦ καὶ ὡς ἂν ὁ φρόνιμος ορισειε. ὁρίσειε. μεσότης δὲ δύο κακιῶν, τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ’ ἔλλειψιν· τὴν μὲν γὰρ ὑπερβάλλει, τῆς δὲ ἐλλείπει διὰ τὸ τὴν μὲν τῶν κακιῶν ὑπερβάλλειν τὸ δέον, τὴν δὲ ἐλλείπειν τοῦ δέοντος, τὴν δὲ ἀρετὴν τὸ δέον μόνον ζητεῖν, δηλονότι τὸ μέσον, καὶ τοῦτο μόνον αἱρεῖσθαι. ὥστε εἰ μὲν ζητοίημεν αὐτὸ τὸ εἶναι τῆς ἀρετῆς, μεσότης ἐστίν, εἰ δὲ τὸ ἀγαθὸν αὐτῆς καὶ τὸ εὖ, ἀκρότης ἐστί. |Ὅτι οὐκ ἐν παντὶ πάθει ἢ πάσῃ πράξει μεσότης, καὶ κατὰ μέρος περὶ τοῦ τίς ἀρετὴ τίνων κακιῶν μέση ἐστί. κεφ. ς. Προσήκει δὲ καὶ ἐκεῖνο γινώσκειν, ὅτι οὐ πᾶσα πρᾶξις οὐδὲ πᾶν πάθος μεσότητα ἐπιδέχεται τὴν ζητουμένην, τὸ δέον δηλονότι· ἔνια γὰρ ὁμοῦ καὶ ὑπερβάλλοντα καὶ ἐλλείποντα καὶ ἐν μεσότητί τινι ὄντα ἀεὶ πονηρά εἰσιν, οἷον ἐν μὲν πάθεσιν ἀναισχυντία καὶ φθόνος, ἐν δὲ πρά- ξεσι μοιχεία κλοπὴ ἀνδροφονία· καὶ πάντα ταῦτα οὐ διὰ τὸ ὑπερβάλλειν τὴν ἐν αὐτοῖς μεσότητα ἢ ἐλλείπειν αὐτῆς φαῦλα λέγονται, ἀλλὰ αυ ὐτὰ καθ’ ἑαυτὰ πονηρά εἰσιν. οὐκ ἔστιν οὑν οὐδέποτε τὸ δέον ἐν τοῖς τοιούτοις, οὐδὲ κατορθοῦν ἔστιν ἐν αὐτοῖς ἀλλὰ ἀεὶ ἁμαρτάνειν· οὐδ’ ἔστιν ἐν αὐτοῖς προσδιορίζειν, καθάπερ καὶ ἐν τοῖς ἄλλοις πάθεσι, τὸ ὡς δεῖ καὶ ὅτε δεῖ. οὐ γὰρ προσδιοριστέον, τοὺς τοιχωρύχους πῶς δεῖ κλέπτειν καὶ πότε καὶ τίνα καὶ παρὰ τίνων, ἀλλὰ ἀπλῶς τό τι τούτων ποιεῖν ἁμαρ- τάνειν ἐστίν. οὐ τοίνυν ἐστὶν ἐν τοῖς τοιούτοις μεσότης οὐδὲ ὑπερβολὴ καὶ ἔλλειψις, ὥσπερ οὐδὲ ἀδικίας ἢ δειλίας ἢ ἀκολασίας. τούτων γὰρ αἱ μὲν ὑπερβολαί εἰσιν, αἱ δὲ ἐλλείψεις ἀρετῆς· ὑπερβολῆς δὲ καὶ ἐλλείψεως ὑπερβολὴ καὶ ἔλλειψιν καὶ μεσότητα ζητεῖν, σφόδρα ἄτοπον· ἀλλ’ ὥσπερ μεσότητος οὐκ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότης, τῆς ἀρετῆς λέγω, καὶ ἐλλείψεων μεσότης καὶ ὑπερβολὴ καὶ ἔλλειψις γένοιτ’ ἄν, ἀλλὰ ἀεὶ καὶ καθ’ ὃν ἂν τρόπον πράττωνται, ἁμαρτάνον|ται· καὶ καθόλου εἰπεῖν, οὔτε ὑπερβολῆς καὶ ἐλλείψεως μεσότης ἐστὶν οὔτε μεσότητος ὑπερβολὴ καὶ ἔλλειψις. Δεῖ δὲ μὴ μόνον καθόλου λέγειν τὴν ἀρειὴν μεσότητα, τὴν δὲ κακίαν τὰ ἄκρα. ἀλλὰ καὶ κατὰ μέρος, τίς ἀρετὴ τίνων κακιῶν μεσότης ἐστί. τῶν γὰρ περὶ τὰς πράξεις λόγων οἱ μὲν καθολικοὶ κοινότεροι καὶ πλείοσιν ἐφαρμόζουσιν, οἱ δὲ μερικοὶ ἀληθινώτεροι, ἅτε διὰ τοῦτο προσεχῶς ταῖς πράξεσιν ἐφαρμόζοντες, αἵτινες ἀεὶ ἐν τοῖς μερικοῖς γίνονται· οἷς δὴ μερικοῖς οἱ ἀληθεῖς συμφωνοῦσι λόγοι· ληψόμεθα δὲ τὰ ζητούμενα ἐκ τῆς ἐκτεθείσης διαγραφῆς· ἐν ἑκάστῳ μὲν οὗν τῆς ψυχῆς πάθει πλὴν τῶν καθ’ αὑτὰ πονηρῶν, καθὼς εἴρηται, ὑπερβολῆς καὶ ἐλλείψεως μεταξύ ἐστιν ἡ ἀρετή. καὶ ἐν μὲν τῷ φόβῳ καὶ τῶ (πάθη γὰρ τῆς ψυχῆς) μέση ἐστὶν ἀνδρεία, ἄκρα δὲ ἔλλειψις μὲν δειλία, ὑπερβολὴ δὲ θρασύτης. ἀπὸ γὰρ τοῦ φόβου οὐκ ἔστιν ὄνομα τῇ ὑπερβολῇ ἀλλὰ ἀπὸ τοῦ θάρρους μόνον. πολλὰ δὲ καὶ ἄλλα ἀνώνυμά ἐστιν· ἐπεὶ καὶ τῇ ἐλλείψει οὐκ ἔστιν ἀπὸ τοῦ θάρρους ὄνομα, ἀλλὰ ἀπὸ τοῦ φόβου μόνον· δειλία γάρ, ὥστε τῶν ἄκρων τὸ ἕτερον μὲν ἀπὸ τοῦ φόβου, θάτερον δὲ ἀπὸ τοῦ θάρρους ὀνομάζεσθαι. καὶ ἐν ταῖς ἡδοναῖς δὲ καὶ ταῖς λύπαις αἱ ἀκρότητες καὶ μεσότητες ὡς ἐπὶ τὸ πλεῖστον ἀνώνυμοί εἰσι, μάλιστα δὲ ἐν ταῖς λύπαις. περὶ δὲ τὰς ἐν σώματι ἡδονὰς μεσότης μὲν σωφροσύνη, ὑπέρβη δὲ ἀκολασία, ἔλλειψις δέ, ἐπεὶ οἱ πάντῃ τῶν ἡδονῶν ἀπεχόμενοι ὀλίγοι εἰσί, διὰ τοῦτο ἀνώνυμός ἐστι· καλείσθω δὲ ἀν· αισθησία. |ἐν δὲ τῷ πάθει, ὃ πάσχομεν ἐν τῷ διδόναι καὶ λαμβάνειν τὰ χρήματα, μεσότης μὲν ἐλευθεριότης, ἄκρα δὲ ὑπερβολὴ μὲν ἀσωτία, ἔλλειψις δὲ ἀνελευθερία. συμβαίνει δὲ καὶ τὸ ἀνάπαλιν τὴν μὲν ἀσωτίαν ἔλλειψιν εἶναι, τὴν δὲ ἀνελευθερίαν ὑπερβολήν· ἐν μὲν γὰρ τῷ διδόναι χρήματα ἡ μὲν ἀσωτία ὑπερβολή ἐστιν, ἔλλειψις δὲ ἡ ἀνελευθερία· ἐν δὲ τῷ λαμβάνειν ἡ μὲν ἀνελευθερία ὑπερβολή ἐστιν, ἡ δὲ ἀσωτία ἔλλειψις. νῦν μὲν οὖν κεφαλαιωδῶς περὶ αὐτῶν λέγομεν καὶ ὡς ἐν τύπῳ, ἀρκούμενοι αὐτῷ τούτῳ· μετὰ δὲ ταῦτα ἀκριβέστερον ἐροῦμεν περὶ αὐτῶν. εἰσὶ δὲ περὶ τὴν δόσιν καὶ τὴν λῆψιν τῶν χρημάτων καὶ ἄλλη μεσότης καὶ ἄκρα. καὶ ἔστιν ἄλλη μεσότης μὲν μεγαλοπρέπεια (διαφέρει γὰρ τῆς ὅτι ἡ μὲν μεγάλα τινὰ τροΐεται, ἡ δὲ μικρά), ὑπερβολὴ ἀπειροκαλία καὶ βαναυσία, ἔλλειψις μικροπρέπεια· καὶ αὗται γὰρ διαφέρουσι τῶν τῆς ἐλευκοινότεροι θεριότητος ἄκρων. αἱ δὲ διαφοραὶ μετὰ ταῦτα ῥηθήσονται. ἐν δὲ τῷ περὶ τὴν τιμὴν καὶ ἀτιμίαν πάθει μεσότης μὲν μεγαλοψυχία, ὑπερβολὴ δὲ χαυνότης τις λεγομένη, ἔλλειψις δὲ μικροψυχία. ὡς δὲ ἐλέγομεν διαφέρειν τὰς περὶ τὰ χρήματα διαθέσεις, τὴν ἐλευθεριότητα δηλαδὴ καὶ μεγαλοπρέπειαν, τῷ τὴν μὲν ἐλευθεριότητα περὶ μικρὰ εἶναι, περὶ μεγάλα δὲ τὴν μεγαλοπρέπειαν, οὕτω καὶ περὶ τὴν τιμὴν ἔστι τις διάθεσις διαφέρουσα τῆς μεγαλοψυχίας τῷ τὴν μὲν περὶ μικρὰ εἷναι, τὴν δὲ μεγαλοψυχίαν περὶ μεγάλα. ἔστι γὰρ ὀρέγεσθαι τιμῆς ὡς δεῖ καὶ ἔστιν ὀρέγεσθαι πλέον ἢ π· ροσήκει καὶ ἦττον τοῦ δέοντος· λέγεται γὰρ ὁ μὲν ὑπερβάλλων ταῖς ὀρέξεσι φιλότιμος καὶ ἡ διάθεσις φιλοτιμία, ὁ δὲ ἐλλείπων ἀφιλότιμος, ἡ δὲ διάθεσις ἀνώνυμος· ἡ δὲ μεσότης καὶ αὐτὴ ἀνώνυμος, ἥτις διαφέρει τῆς μεγαλοψυχίας τῇ εἰρημένῃ διαφορᾷ. καὶ διότι ἀνώνυμος ὁ μέσος, ἀπὸ τῶν ἄκρων ὀνομάζεται, διότι καὶ ἀμφοτέρων μετέχει, καὶ ποτὲ μὲν φιλότιμον αὐτὸν καλοῦμεν, ποτὲ δὲ ἀφιλότιμον· καὶ ποτὲ μὲν ἐπαινοῦμεν τὸν φιλότιμον. ποτὲ δὲ τὸν ἀφιλότιμον. τίνος δὲ χάριν τοῦτο ποιοῦμεν, ἐν τοῖς ἑξῆς ῥηθήσεται· νῦν δὲ περὶ τῶν λοιπῶν παθῶν λέγωμεν, ζητοῦντες ἐν ἑκάστῳ τὴν μεσότητα καὶ τὰ ἄκρα. ἔστι τοίνυν ἐν τῇ ὀργῇ μεσότης μὲν πραότης (ὁ γὰρ μέσος λέγεται), τὰ δὲ ἄκρα ἀνώνυμα. καλείσθω δὲ ἡ μὲν ὑπερβολὴ ὀργιλότης καὶ ὀργίλος ὁ ὑπερβάλλων, ἡ δὲ ἔλλειψις ἀοργησία καὶ ὁ ἐλλείπων ἀόργητος. εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητες, αἳ κατά τι μὲν κοινωνοῦσιν, ἔχουσι δὲ καὶ διαφοράν. τῶν γὰρ πράξεων καὶ λόγων, ἃ λέγομεν καὶ πράττομεν ἐν τῇ πρὸς τοὺς ἀνθρώπους κοινωνίᾳ, τὰ μὲν πρὸς ἀλήθειαν λέγομεν καὶ πράττομεν, τὰ δὲ πρὸς ἡδονήν· καὶ τῶν πρὸς ἡδονὴν τὰ μὲν παιδιᾶς λέγονται καὶ πράττονται κάριν, τὰ δὲ ἕνεκα τῆς λοιπῆς τῆς ἐν τῷ βίῳ ἡδονῆς· ὥστε ἱρεῖς εἶναι τὰς μεσότητας ἐξ ἀνάγκης. καὶ τῶν μὲν πρὸς ἀλήθειαν λεγομένων ἢ πραττομένων ἡ μεσότης καὶ ἀλήθεια ὀνομάζεται, τῶν δὲ πρὸς ἡδονὴν ἡ μὲν περὶ ἰὴν παιδιὰν εὐτραπελία, ἡ δὲ περὶ τὴν λοιπὴν ἡδονὴν φιλία. κοινωνοῦσι μὲν οὖν ἀλλήλαις, ὅτι πᾶσαί εἰσι περὶ λόγων καὶ πράξεων κοινωνίαν, διαφέρουσι δέ, ὅτι οὐ περὶ τὰ αὐτά, καθὼς εἴρηται. τὰ δὲ ἄκρα αὐτῶν ἀνώνυμα· ὀνοματοποιήσομεν δὲ καὶ ἐν αὐτοῖς σαφηνείας ἕνεκα καὶ τοῦ ῥᾳδίως τῷ λόγῳ παρακολουθεῖν τοὺς ἀκροωμένους. καλείσθω δὲ τὰ ἄκρα τῆς ἀληθείας ἡ μὲν ἐπὶ τὸ μεῖζον προσποίησις ἀλαζονεία καὶ ὁ ἔχων αὐτὴν ἀλαζών, ἡ δὲ ἐπὶ 35 τὸ ἔλαττον εἰρωνεία καὶ εἴρων· τῆς δὲ εὐτραπελίας ἡ μὲν ὑπερβολὴ βωμολοχία καὶ ὁ ἔχων αὐτὴν βωμολόχος, ἡ δὲ ἐπὶ τὸ ἔλαττον ἀγροικία καὶ ὁ ἔχων ἄγροικος· τῆς δὲ φιλίας ὁ μὲν ὑπερβάλλων καὶ οὐδενὸς ἕνεκα ἄρεσκος καλείσθω, εἰ δὲ ἕνεκα τῆς αὑτοῦ ὠφελείας κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἄχρις ἐν πάσι δύσερίς τις καὶ δύσκολος. οὐ μόνον δὲ ἒν τοῖς· · πάθεσιν αὐτοῖς ἀλλὰ καὶ ἐν τοῖς περὶ τὰ πάθη μεσότητές εἰσ· ι, καθάπερ ἐπὶ τῆς αἰδοῦς φαίνεται. καὶ γὰρ ἡ αἰδὼς ἀρετὴ μὲν οὐκ ἔστιν, ἐπεὶ οὐκ ἔστι πάθους μεσότης, ἀλλὰ τῶν περὶ τὸ πάθος· · τῶν ἐπαινου- μένων δέ ἐστιν. ὁ γὰρ δἰδήμων ἐπαινεῖται καὶ παρ᾿ ἑκάτερα καὶ ὑπερβολὴν ἔχει καὶ ἔλλειψιν· καὶ αὐτὴ μεσότης ἐστί· καὶ ὁ μὲν ὑπερβάλλων αἰδοῖ καταπλὴξ καλεῖται, ὁ δὲ ἐλλείπων ἢ ὁ μηδὲ ὅλως αἰδούμενος ἀναίσχυντος, ὁ δὲ μέσος αἰδήμων. ἔστι δὲ καὶ ἐν τῇ λύπῃ μεσότης, ὅτε λυπεῖται ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν εὐτυχοῦσιν, ἥτις νέμεσις καλεῖται. καὶ ὑπερβολὴ δέ ἐστι παρ’ ἑκάτερα καὶ ἔλλειψις· ὑπερβολὴ μέν, ὅταν τις ἐπὶ πᾶσι τοῖς εὐτυχοῦσι λυπῆται· καὶ ἡ τοιαύτη κακία φθόνος καλεῖται καὶ ὁ ἔχων φθονερός· ἔλλειψις δέ, ὅταν τις οὐ μόνον οὐ λυπῆται, ἀλλὰ καὶ χαίρῃ ἐπὶ τοῖς παρὰ τὴν ἀξίαν κακῶς πράττουσι· καὶ ὁ τοιοῦτος ἐπιχαιρέκακος καλεῖται καὶ ἡ ἔλλειψις ἐπιχαιρεκακία· τῆς δὲ μεσότητος νεμέσεως καλουμένης, ὁ ἔχων νεμεσητικὸς καλεῖται. ἀλλὰ περὶ μὲν τῆς μεσότητος καὶ τῶν ἄκρων καὶ μετὰ ταῦτα ἀκριβέστερον ἐροῦμεν. καὶ περὶ τῆς δικαιοσύνης, ἐπεὶ διπλῆ τίς ἐστι, καὶ δεῖ αὐτῇ μακροτέρων λόγων, νῦν μὲν οὐκ εὔκαιρον λέγειν, ἐν δὲ τοῖς ἑξῆς διελόντες περὶ ἑκατέρας διαληψόμεθα, πῶς μεσότητές εἰσι καὶ τίνων. ὁμοίως δὲ καὶ περὶ τῶν λογικῶν ἀρετῶν· Περὶ τῆς ἐναντιότητος τῶν παρ’ ἑκατέρων τῆς ἀρετῆς κακιῶν, ἥν τε πρὸς ἀλλήλας ἔχουσι καὶ πρὸς τὴν ἀρειήν. κεφ. ζ΄. Νῦν δὲ ἐροῦμεν περὶ τῆς ἐναντιότητος τῶν ἄκρων πρὸς ἄλληλα καὶ πρὸς τὴν μεσότητα. τριῶν γὰρ διαθέσεων οὐσῶν, μιᾶς μὲν ἀρετῆς, ἥτις μεσότης ἐστί, δύο δὲ κακιῶν, τῆς μὲν ὑπερβαλλούσης, δὲ ἐλλειπούσης, ἐν πάσεις ἐστί τις ἀντίθεσις· καὶ αἱ μὲν ἄκραι ἐναντίως ἔχουσι πρὸς ἀλλήλας, ἡ δὲ μέση πρὸς ἑκατέραν τῶν ἄκρων. ὥσπερ γὰρ τὸ ὄσον καὶ πρὸς τὸ μεῖζον ἀντικείμενόν ἐστι καὶ πρὸς τὸ ἔλαττον (τοῦ μὲν γὰρ ἔλαττόν ἐστι, τοῦ δὲ ἐλάττονος μεῖζον), οὕτως αἱ μέσαι ἕξεις πρὸς μὲν τὰς ἐλλείψεις ὑπερβολαί εἰσι, πρὸς δὲ τὰς ὑπερβολὰς #x003E; . ὃ καὶ ἐν πάθεσι καὶ ἐν πράξεσιν ὁμοίως ἔχει· ἐν πάθεσι μὲν ἀνδρεία μεσότης, ἐν πράξεσι δὲ ἡ κατὰ τὴν ἀνδρείαν πρᾶξις· καὶ διὰ τοῦτο ὁ ἀνδρεῖος πρὸς μὲν τὸν δειλὸν θρασὺς |φαίνεται, πρὸς δὲ τὸν. θρασὺν δειλός. ὁμοίως δὲ καὶ ὁ σώφρων πρὸς μὲν τὸν ἀναίσθητον ἀκόλαστος, πρὸς δὲ τὸν ἀκόλαστον ἀναίσθητος· . ὁ δὲ ἐλευθέριος ἄσωτος μὲν πρὸς τὸν ἀνελεύθερον, πρὸς δὲ τὸν ἄσωτον ἀνελεύθερος. κἄ ὅλως ἑκάτερος τῶν ἄκρων τῷ ὀνόματι θατέρου τὸν μέσον καλεῖ· καὶ ὁ μὲν θρασὺς τὸν ἀνδρεῖον δειλὸν καλεῖ, ὁ δὲ δειλὸς θρασύν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. οὕτω δὲ τῶν ἄκρων πρὸς τὸ μέσον ἀντικειμένων, πρὸς ἄλληλα μείζων ἐστὶν αὐτῶν ἡ ἐναντιότης· πορρωτέρω γὰρ ἀλλήλων ἐστὶν ἢ τοὐ μέσου, καθάπερ τὸ μέγα καὶ τὸ μικρὸν πλέον ἀντίκειται πρὸς ἄλλη· λα ἢ τὸ μέσον, τὸ ἴσον δηλονότι. ἔτι πρὸς μὲν τὸ μέσον ἔστι τις ὁμοιότης ἐν ἑκατέρῳ τῶν ἄκρων, ὥσπερ τῇ θρασύτητι πρὸς τὴ. ν ἀνδρείαν καὶ τῇ ἀσωτίᾳ πρὸς ἰὴν ἐλευθεριότητα, ἐν δὲ τοῖς ἄκροις οὐδεμία ἐστὶν ὁμοιότης, ἀλλὰ πλεῖστον ἀλλήλων· τὰ δὲ πλεῖστον ἀλλήλων ἀπέχοντα ἐναντία ὁρίζονται, ὥστε καὶ μᾶλλον ἐναντία τὰ μᾶλλον ἀλλήλων ἀπέχοντα. τὰ ἄ. ρα ἄρα πλέον ἀντίκειται πρὸς ἄλληλα ἢ πρὸς τὸ μέσον· οὐκ ἐπ’ ἴσης δὲ ἀντίκειται ἄκρων ἑκάτερον, ἀλλ’ ἐπί τινων μὲν ἡ ἔλλεψις πλέον ἀντίκειται πρὸς τὸ μέσον ἢ ἡ ὑπερβολή, ἐπί τινων δὲ ἡ ὑπερβολὴ μᾶλλον ἢ ἡ ἔλλειψις. νεύουσι γὰρ αἱ μεσότητες προὸς τὸ ἕτερον τῶν ἄκρων πλέον ἢ πρὸς τὸ ἕτερον καὶ ὁμοιότεραί εἰσι ποιὲ μὲν ἐλλείψει ποιὲ δὲ ὑπερβολῇ, οἷον ἡ ἀνδρεία μᾶλλον ὁμοιοῦται τῇ θρασύτητι ἢ τῇ δειλίᾳ καὶ διά τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ δειλίᾳ ἢ τῇ θρασύτητι. ἡ δὲ σωφροσύνη μᾶλλον ὁμοία ἐστὶ τῆ ἀναισθησίᾳ ἢ τῇ ἀκολασίᾳ καὶ διὰ τοῦτο ἐναντιωτέρα ἐστὶ τῇ ἀκολασίᾳ ἢ τῇ ἀναισθησίᾳ. ἔστι δὲ οὐ μόνον ἡ πρὸς τὸ ἕτερον ἰῶν ἄκρων ὁμοιότης αἰτία τῆς πρὸς τὸ ἕτερον ἐναντιότητος, ἀλλὰ καὶ ἐξ ἡμῶν αὐτῶν τὸ τοιοῦτον συμβαίνει. ἐπεὶ γὰρ ὁ πόλεμος τῷ σπουδαίῳ πρὸς τὰ ἄκρα γίνεται τὴν μεσότητα ζητοῦντι, πρὸς ὃ τῶν ἄκρων μείζων ἡ μάχη, ἐκεῖνο ἐναντιώτερον τῷ μέσῳ δοκεῖ. μείζων δὲ ἡ μάχη, πρὸς ὃ μᾶλλον πεφύκαμεν καὶ εἰς ὃ πλέον κινούμεθα, ὥστε εἰς ὃ πλέον αὐτοὶ #x003E; ἐκεῖνο ἐναντιώτερόν ἔστι τῷ μέσῳ. καθάπερ τῶν ἰῆς σωφροσύνης ἄκρων πλέον εἰς ἀκολασίαν κινούμεθα ἢ εἰς ἀναισθησίαν, ὅτι πρὸς ἡδονάς πεφύκαμεν μᾶλλον ἢ πρὸς τοὐναντίον· καὶ διὰ τοῦτο πρὸς τὴν ἀκολασίαν ἀκολασίαν ὁ πόλεμος καὶ αὕτη ἐναντιωτέρα ἐστὶ τῇ σωφροσύνῃ ἢ ἡ ἀναισθησία. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἔχει. Περὶ τοῦ πῶς ἂν γένοιτο μάλιστα τῆς μεσότητος τυγχάνειν. κεφ. ἡ. Ὅτι μὲν οὖν ἡ ἠθικὴ ἀρετὴ μεσότης ἐστὶ δύο κακιῶν τῆς μὲν καθ’ ὑπερβολήν, τῆς δὲ κατ᾿ ἔλλειψιν, διὰ τὸ τὸ μέσον ἀεὶ ζητεῖντῶν παθῶν καὶ τῶν πράξεων, ἱκανῶς εἴρηται. τὸ δὲ ἐπ· ίστασθαι λαβεῖν τὸ μέσον καὶ γενέσθαι σπουδαῖον ἐργῶδές ἐστιν. ἐν παντὶ γὰρ πράγματι τὸ μέσον εὐρεῖν δύσκολόν ἐστιν, ὥσπερ τοῦ κύκλου τὸ μέσον, δηλονότι τὸ κέντρον, οὐ πᾶς εὑρεῖν δύναται, ἀλλὰ μόνος ὁ γεωμετρεῖν ἐπιστάμενος· οὕτω γὰρ καὶ ἐπὶ τῶν παθῶν καὶ τῶν πράξεων ἔχει. τὸ μὲν γὰρ ὀργισθῆναι ῥᾴδιον καὶ τὸ δοῦναι ἀργύριον καὶ δαπανῆσαι, τὸ δὲ ὡς δεῖ καὶ ὅτε δεῖ καὶ πρὸς τίνα καὶ ὅσον καὶ τίνος ἕνεκα, ὅπερ ἐστὶ τὸ μέσον, καὶ τὸ εὖ καὶ σπάνιον καὶ ἐπαινετὸν καὶ καλόν, τοῦτο δὲ οὐ ῥᾴδιον οὐδὲ τοῦ βουλομένου παντός. διὰ τοῦτο προσήκει τὸν βουλόμενον σπουδαῖον γενέσθαι καὶ ζητοῦντα τὸ μέσον πρῶτον φεύγειν πάσῃ δυνάμει τῶν ἄκρων τὸ μᾶλλον ἐν- αντίον τοῦ μέσου· δηλονότι, πρὸς ὃ μᾶλλον εὐκινητότερός ἐστι τῶν παρ ἑκάτερα τῆς μεσότητος κακῶν· καθάπερ καὶ ἡ Καλυψὼ παρῄνει τὸ τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νηα· καὶ γὰρ ἁμαρτάνομεν μέν, πρὸς ὅπερ ἂν πέσοιμεν τῶν ἄκρων· ἀλλ’ οὐχ ὁμοίως· μείζων γὰρ ἔσται ἡ ἁμαρτία ἐν τῷ ἐναντιωτέρῳ τῶν ἄκρων ἢ ἐν τῷ ἧττον ἐναντίῳ. ἐπεὶ οὖν ἄκρως τοῦ μέσου τυχεῖν χαλεπόν, κατὰ τὸν δεύτερον, φασί, πλοῦν τὰ ἐλάχιστα τῶν κακῶν αἱρεῖσθαι προσήκει. τοῦτο δὲ ἔσται, εἰ διακείμεθα πρὸς τὰ ἄκρα τοῦτον τὸν τρόπον, ὃν ἔφην. δεῖ δὲ μὴ μόνον σκοπεῖν πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν οἱ ἄνθρωποι, ἀλλὰ καὶ αὐτὸς ἕκαστος ἡμῶν πρὸς ποῖον πέφυκε ζητητέον (ἄλλοι πρὸς ἅλλα πεφύκαμεν)· γνωσόμεθα δὲ τοῦτο, ἐξετάσαντες τίσιν ἡδόμεθα καὶ τίσι λυπούμεθα. εὑρόντες δὲ πρὸς ποῖον τῶν ἄκρων πεφύκαμεν, ἐπὶ τὸ ἐναντίον αὐτοῦ διὰ σπουδῆς ἡμᾶς αὐτοὺς ἀφ’ ἀφελκύσωμεν῎ φεύγοντες γὰρ σφόδρα τοῦτο τὸ ἄκρον εἰς τὸ μέσον ἥξομεν. ὥσπερ ποιοῦσιν οἱ τὰ διεστραμμένα τῶν ξύλων ὀρθῶσαι σπουδάζοντες· κλίνουσι γὰρ εἰς τοὐναντίον. μάλιστα δὲ τῶν ἄλλων παθῶν ἡ ἡδονὴ καὶ τὸ ἡδὺ βίαιον. καὶ διὰ τοῦτο πολλῆς χρεία τῆς ἀκριβείας καὶ τὴν ἀπάτην πάντα τρόπον φυλάττεσθαι δεῖ, ὅτε τὴν πονηράν τῆς ἄγα θῆς ἡδονῆς ἐθέλομεν διακρίνειν· χαλεπὸν γὰρ ἀδέκαστον εἶναι τῶν τοιούτων κριτήν· ὅπερ οὖν οἱ δημογέροντες τῶν Τρώων πρὸς ἰὴν Ἑλένην ἔπαθον, καλὴν μὲν εἰπόντες αὐτὴν καὶ τοῦ κάλλους θαυμάσαντες, ψηφισάμενοι δὲ καὶ οὕτως ἔχουσαν ἀποπέμψαι πρὸς τοὺς Ἕλληνας, τοῦτο δεῖ παθεῖν καὶ ἡμᾶς πρὸς τὴν ἡδονήν. οὕτω γὰρ αὐτὴν ἀποπεμεπόμνοι ἧττον ἁμαρτησόμεθα. αὕτη ἐστὶν ἡ μέθοδος ὡς ἐν κεφαλαίῳ καὶ τύπῳ, δι’ ἧς μάλιστα τυχεῖν δυνησόμεθα τῆς μεσότητος. καὶ οὕτω δὲ ὅμως χαλεπόν ἐστι, καὶ μάλιστα ἐν τοῖς μερικοῖς. οὐ γὰρ ὡρισμένη τίς ἐστιν ἡ κρίσις τούτων ἀλλὰ ἄλλοτε ἄλλη· ἐπεὶ μηδὲ αὐτὰ ὡρισμένα, οἷον τὸ ὀργισθῆναι· οὐ γὰρ. ῥᾴδιον διορίσαι τίσι καὶ πῶς καὶ πότε ὀργιστέον· καὶ γὰρ ἡμεῖς ἀπὸ τοῦ καιροῦ κρίνοντες καὶ τῶν ἄλλων περιστάσεων ἄλλοτε ἄλλα ἀποφαινόμεθα· καὶ ποτὲ μὲν τοὺς ἐλλείποντας ἐπαινοιῦμεν καὶ πρᾴους φαμέν, ποτὶ δὲ τοὺς ὑπερβάλλοντας ὀργῇ καὶ καλοῦμεν ἀνδρώδεις. ἀλλ’ ὁ μὲν μικρὸν τῆς μεσότητος ἐκκλίνας οὐ ψέγεται· καὶ γὰρ οὔτε ὑπερβάλλειν οὔτε ἐλλείπειν δοκεῖ· ψέγεται δὲ ὁ τοσοῦτον τῆς μεσότητος παρακλίνας, ὅσον μὴ λαθεῖν. τὸ δὲ μέχρι τίνος καὶ ἐπὶ πόσον τοῦ ὀρθοῦ παρεκβάντες ψεγόμεθα, οὐκ ἔσαν ἑνὶ καθολικῷ διορίσασθαι λόγῳ, ἐπεὶ μηδὲ ἄλλο μηδέν, ὅπερ ἐν τοῖς μερικοῖς εὑρίσκεται καὶ ἄλλοτε ἄλλως ἔχει· ἡ γὰρ τούτων κρίσις μερικῶς καὶ αἰσθήσει γίνεται. φαίνεται τοίνυν, ὅτι ἐν πᾶσιν ἡ μέση ἕξις ἐπαινετή. δεῖ δέ, καθὼς εἴρηται, ἀποκλίνειν ποτὲ μὲν ἐπὶ τὴν ὑπερβολήν, ποτὲ δὲ ἐπὶ τὴν ἔλλειψιν, δηλονότι ἐπὶ ταύτην τῶν ἀκροτήτων, ἥτις ὁμοιοτέρα ἐστὶ τῇ μεσότητι. οὕτω γὰρ ῥᾷστα τῆς μεσότητος τευξόμεθα καὶ τοῦ ἀγαθοῦ.