Ancient Greek · ~244 min
ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Γ
Anonymi In Aristotelis Ethica Nicomachea, In ethica Nicomachea paraphrasis ΤΟΥ ΑΥΤΟΥ ΠΑΡΑΦΡΑΣΙΣ ΕΙΣ ΤΟ Γ.1
Not analysed yet
Περὶ ἑκουσίου καὶ ἀκουσίου. κεφ. α΄. Ἐπερὶ δὲ ἡ ἀρετὴ περὶ πάθη καὶ πράξεις ἐστί, καὶ ἔστιν ἀρετὴ πρᾶξις ἀγαθὴ ἑκούσιος καὶ ἡ κακία τοὐναντίον, καὶ ἐν τῷ ὁρισμῷ κακίας καὶ ἀρετῆς καὶ τὸ ἑκούσιον παραλαμβάνεται, διὰ τοῦτο τῷ λέγοντι περὶ ἀρετῆς καὶ κακίας ἀνάγκη περὶ ἑκουσίου καὶ ἀκουσίου διαλαβεῖν· τῷ γὰρ ἑκουσίῳ καὶ ἀκουσίῳ τὰς πράξεις κρίνομεν. καὶ τὰς μὲν ἐπαινετὰς λέγομεν, τὰς δὲ συγγνωστάς, ἰὰς δὲ ψόγου ἀξίας. καὶ τὰς μὲν ἑκουσίως γινομένας ἀγαθὰς ἐπαινοῦμεν, τὰς δὲ ἑκουσίως πονηρὰς ψέγομεν, τὰς δὲ ἀκουσίως πονηρὰς νηρὰς οὐ ψέγομεν ἀλλὰ συγγνώμης ἀξιοῦμεν, τὰς δὲ ἀκουσίως πονηρὰς καὶ ἐπὶ βλάβῃ τῶν ποιούντων γινομένας ἐλέου ἀξίας ἡγούμεθα. διὰ τοῦτο, ἐπεὶ περὶ τῶν ἐπαινετῶν καὶ τῶν ψόγου ἀξίων ὁ λόγος ἡμῖν, δέον εἰδέναι περὶ ἑκουσίου καὶ ἀκουσίου. ὁ δὲ περὶ τούτων λόγος καὶ τοῖς νομοθε |τοῦσι χρήσιμος· ἀπὸ τούτων γὰρ εἴσονται τίνας τε κολάζειν ἄξιον καὶ τίνας τιμᾶν καὶ τίνας ἀξιοῦν συγγνώμης ἢ ἐλέου· ὃ δὴ τῆς ἐν πολιτείᾳ τέχνης κεφάλαιόν ἐστι. διοριστέον δή, τί ἐστιν ἑκούσιον καὶ τί ἀκούσιον. δοκεῖ τοίνυν ἀκούσιον εἶναι τὸ βίαιον ἢ δι’ ἄγνοιαν γινόμενον, βίαιον δέ, οὗ ἡ ἀρχὴ οὐκ ἐν τῷ ποιοῦντι ἀλλὰ ἔξωθεν, ἐν ᾗ οὐδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχ’ ὢν· οἷον εἴ τινα κινήσει τὸ πνεῦμα καὶ ἀπὸ τόπου εἰς τόπον ἀγάγοι ἢ ἄνθρωποι κύριοι ὄντες καὶ δυνάμενοι κινεῖν μὴ βουλόμενον. ἑκούσιον δὲ τοὐναντίον, οὗ ἡ ἀρχὴ ἐν τῷ ποιοῦντι πάσα. εἰσὶ δέ τινα μήτε ἀκούσια ὄνια κυρίως μήτε ἑκούσια ἀλλὰ μέσα τινά· εἰσὶ δὲ ὅσα διὰ φόβον μειζόνων κακῶν πράττεται ἢ διὰ καλόν τι, οἰον εἰ τύραννος προστάττει αἰσχρόν τι ποιῆσαι κύριος ὢν καὶ αὐτοῦ καὶ γονέων καὶ τέκνων καὶ δυνάμενος πράττοντα μὲν σῴζειν καὶ αὐτὸν καὶ τοὺς αὐτοῦ, μὴ πράττοντα δὲ ἀποκτεῖναι. τοῦτο γὰρ ἀμφισβήτησιν ἔχει, πότερον ἑκούσιόν ἐστιν ἢ ἀκούσιον. τοιοῦτον δέ ἐστι καὶ τὸ γινόμενον ἐν τοῖς κλυδωνίοις ὑπὸ τῶν ἐπιβατῶν· ῥίπτουσι γὰρ τὰ ἀγώγιμα· ὅπερ οὔτε ἑκούσιον εἴποι τις ἂν τελείως οὔτε ἀ· κούσιον ἀλλ’ ἑκάτερον παρὰ μέρος. τοῦ γὰρ ἐστὶ ἐστὶ μὲν καὶ ἀρχὴ ἔξωθεν, ὁ κλύδων δηλονότι, ἔστι δὲ καὶ σωτηρία καὶ αὐτῶν καὶ τῶν συμπλεόντων οἵ γε νοῦν ἔχοντες· ὥστε τὰς τοιαύτας πράξεις μικτὰς εἷναι καὶ ἑκουσίου καὶ ἀκουσίου μετέχειν. δοκοῦσι δὲ μᾶλλον τοῦ ἑκουσίου μετέχειν ἢ τοῦ ἑτέρου· καὶ γὰρ κατὰ τὸν καιρὸν τοῦ κλύδωνος αἱ τοιαῦται πράξεις αἱρεταί εἰσι· καὶ τὸ τέλος αὐτῶν, εἴ τις κατὰ τὸν καιρὸν σκοπεῖ, σκοπεῖ, ἀγαθόν ἐστι καὶ θελητόν. ἐπεὶ καὶ τὸ ἑκάστης πράξεως τέλος κατὰ τὸν καιρὸν αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ καιροῦ ἢ ἀγαθὸν ἢ πονηρὸν γίνεται, ὥστε καὶ τὸ ἑκούσιον ἢ τὸ ἀκούσιον κατὰ τὸν καιρὸν ὅτε πράττεται ζητητέον· κατ’ ἐκεῖνον τοίνυν τὸν καιρὸν ἑκὼν πράττει ἃ πράττει, εἰ καὶ ἐν ἄλλῳ καιρῷ, γαλήνης οὔσης, οὐκ ἄν ποιήσειε βουλόμενος ταῦτα. καὶ γὰρ τὰ ὀργανικὰ μέρη καὶ χεῖρες καὶ πόδες οὐκ ἔξωθεν ὑπ’ ἄλλης ἀρχῆς κινοῦνται ἀλλ’ ὑπὸ τῆς ἐν αὐτῷ ἰῷ ποιοῦντι· ἃ δέ τις ποιεῖ ὑφ’ ἑαυτοῦ κινούμενος. κύριός ἐστι καὶ ποιεῖν καὶ μή· τὰ τοιαῦτα δὲ λέγεται. ἔστι τοίνυν ἑκούσιον μὲν αὐτὴ ἡ πρᾶξις, δηλονοτι μετὰ τῶν περιστατικῶν· ἁπλῶς δὲ καὶ χωρὶς προσθήκης ἀκούσιον· χωρὶς γὰρ τῆς περιστάσεως οὐδεὶς ἂν ἕλοιτο τοιαῦτα ποιεῖν. τινὲς δὲ τῶν τοιούτων πράξεων καὶ ἐπαίνων ἀξιοῦνται, ἔνιαι δὲ καὶ ψόγων· ἐπαίνων μέν, ὅταν τις αἰσχρόν τι ἢ λυπηρὸν ὑπομένῃ ἀντὶ καλῶν καὶ μεγάλων, ψόγων δέ, ὅταν φαύλων ἕνεκα. φαῦλος γὰρ ὁ τὰ αἴσχιστα ὑπομένων ἐπὶ μηδενὶ καλῷ ἢ μετρίῳ. ἔστι δὲ ἃς οὔτε ἐπαίνων οὔτε ψόγων ἀξιοῦμεν, καθὼς εἴρηται, ἀλλὰ συγγνώμηςἢ ἐλέου, ὅτε τις τὰ μὴ δέοντα πράττει, δέει μεγάλων δεινῶν καὶ μειζόνων ἢ δύνασθαι ὑπομεῖναι φύσιν ἀ. νθρωπίνην. ἔνια δὲ οὕτως εἰσὶν αἰσχρά, ὥστε οὐδεμία ἐστὶ τῷ ποιοῦντι παραίτησις ἀλλὰ δεῖ φεύγειν τὴν πρᾶξιν τούτων πάσῃ δυνάμει, κἂν δέῃ ἀποθανεῖν πάντα παθόντα τὰ δεινότατα. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα γελοῖα φαίνεται τὰ ἀναγκάσαντα μητροκτονῆσαι. ἧσαι. ἐνίοτε δὲ χαλεπόν ἐστι διακρῖναι, τίνων δεινῶν φόβῳ τίνα τῶν αἰσχρῶν ὑπομένειν ἄξιον, καὶ τίνα ἀνά τίνων αἱρησόμεθα· ἔτι δὲ χα|λεπώτερον τὸ εὑρόντα τὸ προσῆκον ἐμμεῖναι ἰοῖς δεδογμένοις. καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἃ μὲν ἀναγκαζόμεθα ποιεῖν, μᾶλλον αἰσχρὰ ἢ λυπηρά· ἃ δὲ προσδοκῶντες ποιοῦμεν, λυπηρά· διὰ τοῦτο γενναίου ἀνδρός ἐστι κατατολμῆσαι τῶν λυπηρῶν ὑπὲρ τοῦ μηδὲν αἰσχρὸν ὑπομεῖναι ποιῆσαι. ὅθεν ἐν ταῖς τοιαύταις πράξεσι καὶ ἐπαινοῦμέν τινας καὶ ψέγομεν ἐνίους καὶ οὐδέτερον τούτων, ἀλλὰ συγγνώμης ἀξιοῦμεν. ἔστι τοίνυν ἀπλῶς μὲν ἀκούσια, ὁπόταν ἡ αἰτία αὐτῶν ἐν τοῖς ἐκτὸς ᾖ καὶ ὁ πράττων μηδὲν συμβάλληται πρὸς τὴν πρᾶξιν, ἑκούσια δέ, ὀπόταν ἡ αἰτία τῶν πράξεων πᾶσα ᾖ ἐν τῷ ποιοῦντι. ἃ δὲ δι’ ἑαυτὰ μὲν οὐκ εἰσὶ θελητά, θέλομεν δὲ αὐτὰ κατά τινα καιρὸν καί τινων ἄλλων ἕνεκα, καθ’ ἑαυτὰ μὲν ἀκούσιά εἰσι, νῦν δὲ καὶ ἀντὶ τῶνδε ἑκούσια. μᾶλλον δὲ δοκεῖ ἑκούσια εἶναι ἢ ἀκούσια· αἱ γὰρ πρά- ξεις ἀεὶ ἐν τοῖς μερικοῖς γινονται, ἐν οἷς ἀεὶ καὶ ὁ καιρὸς καὶ ὁ τόπος καὶ ἡ αἰτία· ταῦτα δὲ ἑκόυσίους τὰς τοιαύτας πράξεις ποιοῦσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν, δηλονότι τὸ περὶ τὰ μερικὰ εἷναι τὰς πράξεις, οὐκ ἔστιν εὐχερὲς ἀποδοῦναι, ποῖα αἰσχρὰ ποίων λυπηρῶν προκρίνειν ἄιον· πολλαὶ γὰρ διαφοραὶ ἐν τοῖς μερικοῖς. Ἔτι περὶ ἑκουσίου καὶ ἀκουσίου καὶ τῶν μεταξὺ αὐτῶν θεωρουμένων. κεφ. β΄. Δοκεῖ δὲ καὶ τὰ καλὰ καὶ ἰὰ ἡδέα βίαιά τινα εἶναι, ὅτι αὐτὰ κινεῖ καὶ ἀναγκάζει ποιεῖν ἰοὺς ποιοῦντας ἰῷ κάλλει καὶ τῇ ἡδονῇ, ἔξωθεν ὄντα· οὐκ ἔστι δέ. εἰ γὰρ τοῦτο δώσομεν, πάντα ἂν εἴη βίαια· πανία γὰρ ὅσα πράττομεν, |ἕνεκα τοῦ νομίζειν, ὅτι καλὰ ἢ ἡδέα πράττομεν. καὶ τινὰ μὲν λυπούμενοι πράττομεν ὅσα ποιοῦμεν ἔξωθεν βιαζόμενοι, τινὰ δὲ μεθ’ ἡδονῆς, ὅσα ἑκόντες αὐτοὶ ποιοῦμεν τοῦ ἡδέος ἕνεκα. πάντα δὲ ἕνεκά τινος καλοῦ ἢ ἡδέος ποιοῦμεν· καὶ γὰρ καὶ ἃ λυπηρὰ ποιοῦμεν ἀναγκαζόμενοι, τῆς ἡδονῆς ἕνεκα ποιοῦμεν· ποιοῦμεν γάρ, ἵνα φύγωμεν τὰ λυπηπότερα· τοῦτο δὲ τὴν ἡδονήν ἐστι διώκειν. διὰ τοῦτο οὐ δεῖ τὰ καλὰ καὶ ἡδέα βίαια λέγειν· ἄλλως τε καὶ γελοῖόν ἐστιν, αἴτια νομίζειν τῶν πράξεων τὰ ἔξωθεν καλὰ καὶ ἡδέα καὶ μὴ ἑαυτὸν ὑπὸ τούτων ῥᾳδίως ἁλισκόμενον. ἀλλὰ τῶν μὲν καλῶν πράξεων πολλάκις τις ἑαυτὸν αἰτιᾶται, τῶν δὲ αἰσχρῶν οὐχ ἑαυτὸν ἀλλὰ τὴν ἡδονήν. οὐκ ἔστι δέ· ἀκούσιον γάρ ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν, οὐδὲν πρὸς τὴν πρᾶξιν συντλοῦντος τοῦ πράττοντος, τὰ δὲ δι’ ἄγνοιαν γινόμενα ζητητέον <εἰ> ἑκούσιά εἰσιν ἢ δὲ οὐ πάντα ὁμοίως· ἀλλὰ τὰ μὲν ἀκούσιά εἰσι, <τὰ δὲ ἑκούσια,> οὔτε ἑκούσια οὔτε ἀκούσια, ἀλλὰ καλείσθω οὐχ ἑκούσια. καὶ ἀκούσια μέν ὅσα ποιήσαντες λυπούμεθα, γνόντες μετὰ τὸ ποιῆσαι, καὶ μεταμελόμεθα, οὐχ ἑκούσια δέ, ὅσα ποιοῦντες οὐ λυπούμεθα, καὶ μετὰ ἰὴν πρᾶξιν οὐ μεταμελόμεθα· ὁ γὰρ δι’ ἄγνοιαν πράττων καὶ μετά τὸ γνῶναι μὴ δυσχεραίνων τῇ πράξει οὔτε ἑκὼν ἔπραξεν ὅ γε μὴ ᾔδει, οὔτε ἄκων· οὐ γὰρ γνοὺς ἑαυτῷ δυσχεραίνει· διὰ τ· οῦτο οὐχ ἑκούσια τὰ τοιαῦτα καλείσθω. διαφέρει δὲ τὸ δι’ ἄγνοιαν πράττειν τοῦ ἀγνοοῦντα πράττειν. καὶ διὰ τοῦτο τὸ μὲν δι’ ἄγνοιαν πράττειν ἢ ἀκούσιόν ἐστιν ἢ οὐχ ἑκούσιον, τὸ δὲ ἀγνοοῦντα πράττειν ἑκούσιόν ἐστι. καὶ γὰρ τὸ ἀγνοοῦντα πράττειν ἐστίν, ἐπάν τις ὀργίζηται ἢ μεθύῃ ἢ ἄλλην τινὰ ποιῇ πονηρίαν· οὗτος γὰρ οὐ δι’ ἄγνοιαν ἀλλὰ διὰ ἡδονὴν ἢ ἄλλο τι ποιεῖ ὃ ποιεῖ, ἀγνοῶν δέ. πᾶς οὖν μοχθηρὸς μοχθηρὸς ἀγνοεῖ, τίνα δεῖ πράττειν, καὶ τίνων ἀπέχεσθαι· καὶ διὰ τὴν τοιαύτην ἁμαρτίαν οἱ ἄνθρωποι ἄδικοι ἢ ὅλως κακοὶ γίνονται. αἱ δὴ τοιαῦται πράξεις οὔκ εἰσιν ἀκούσιοι· ἡ γὰρ ἐν τῇ προαιρέσει ἄγνοια, ἥτις ἐστὶν αἴρα τῶν κακιῶν, οὐκ ἔστιν αἰτία τοῦ ἀκουσίου ἀλλὰ τῆς μοχθηρίας. οὐ γὰρ τὸ καθόλου περὶ τῆς μέθης ἀγνοεῖν ὅτι πονηρόν, αἴτιον γίνεται τοῦ ἀκουσίου, ἀλλὰ τὸ ἀγνοῆσαι μερικῶς τήνδε τὴν μέθην· οἷον, φέρε εἰπεῖν, οὐκ εἰδότα μέχρι πόσου πιόντας ἔνι μεθύειν. τοῦτο γὰρ καὶ συγγνώμης ἀξιοῦται καὶ ἐλέου, ὁ γὰρ οὕτως ἀγνοήσας δι’ ἄγνοιαν ποιεῖ ὃ ποιεῖ καὶ ἀκουσίως πράττει. δεῖ δὲ διορίσαι τίνα καὶ ’πό σὰ ἐστίν; ἃ ἀγνοοῦντες ἀκουσίως πράττομεν, τὸ αὐτοῦ πρόσωπον τοῦ πρὸς ὅν τις ποιεῖ ὃ ποιεῖ, τὸ πρᾶγμα ὃ ποιεῖ, ἐνίοτε δὲ καὶ τὸ διὰ τίνος ὀργάνου ποιεῖ, καὶ τὸ οὗ ἕνεκα, οἷον σωτηρίας, καὶ πῶς, δηλαδ· ὴ τὸν τρόπον, οἷον ἠρέμα ἢ σφόδρα. ἅπαντα μὲν οὖν ταῦτα οὐδεὶς ἂν ἀγνοήσειεν, εἰ μὴ μαίνοιτο. ἐνδέχεται δέ τινα τούτων ἀγνοεῖν καὶ σωφρονοῦντα· ὥσπερ ἀγνοεῖ τις πολλάκις αὐτὸ τὸ πρᾶγμα ὃ πράττει, καθάπερ οἱ ἐξειπόντες τὰ μυστήρια. λέγοντας γὰρ περὶ ἄλλων συγχυθῆναί φασι καί τι καὶ περὶ τῶν μυστηρίων παραφθέγξασθαι, μὴ συνορῶντας ὃ λέγουσιν ἢ καὶ ἀγνοουντας ὅτι ἀπορρητα ἦν. οὔτοι γὰρ αὐτὸ τὸ πραγμα γινόμενον· οὐ γὰρ γινώσκουσιν, ὅτι τὰ μυστήρια ἐξάγουσι. καί τις ἀφῆι πρός τινα καταπέλτην δεῖξαι βουλόμενος αὐτόν, καὶ τυχὼν ἀπέκτεινε. καί τις τὸν υἱὸν τὸν ἑαυτοῦ οἰηθεὶς πο|λέμιον εἶναι, ὥσπερ ἡ Μερόπη· ἢ λελογχωμένον μένον τὸ δόρυ νομίσας ἄνευ λόγχης εἶναι, ἢ κίσσηριν τὸν λίθον ὑπολαβών, ἐπὶ σωτηρίᾳ πέμψας, ἀπέκτεινεν. ὁ τοίνυν τι τούτων ἀγνοῶν, ἐν οἷς ἡ πρᾶξις, ἄκων ἐποίησε· κυρίως δὲ ἄκων, ὅταν τὰ κυριώτατα ἀγνοῇ τῶν περὶ τὸ πρᾶγμα· κυριώτατα δέ τὰ πρόσωπα καὶ τὸ ἔργον, ἐν οἷς ἡ πρᾶξις καὶ τὸ οὗ ἕνεκα· ἅτινα εἰ ἀγνοεῖ καὶ προσέτι μεταμέλει αὐτῷ ἐφ’ οἷς ἐποίησε, κυρίως ἄκων ἐποίη σε. τοιούτου δὲ ὄντος τοῦ ἀκουσίου; τὸ ἑκούσιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ καθ’ ἕκαστα, ἐν οἶς ἡ πρᾶξις. γὰρ καλῶς λέγεται ἀκούσια εἶναι, ἃ ποιοῦν ὑπὸ θυμοῦ κινούμενοι νούμενοι ἢ ἐπιθυμίας, γινώσκοντες πάντα τὰ κατὰ μέρος, δι’ ὧν καὶ ἐν οἷς πράττομεν. εἰ γὰρ τοῦτο δοίημεν, πρῶτον μὲν οὐδὲν τῶν ἀλόγων ζῴων ἑκούσιόν τι πράττειν ἐροῦμεν (ἀεὶ γὰρ ἐπιθυμίᾳ καὶ θυμῷ πράττει), δὲ καὶ τοὺς παῖδας· ἔπειτα καὶ ἐφ’ ἡμῖν ἄτοπον συμβαίνει· ἢ γὰρ οὐδὲν ἑκουσίως πράττομεν τῶν δι’ ἐπιθυμίαν ἢ θυμόν, ἡ τὰ καλὰ μὲν ἑκουσίως, τά δὲ φαῦλα ἀκουσίως· τῶν γὰρ ἀπὸ ἐπιθυμίας ἢ θυμοῦ τὰ μὲν ἀγαθά, τὰ δὲ φαῦλα. εἰ μὲν οὗν τὰ καλὰ μόνον ἑκουσίως πράττομεν, τὰ φαῦλα δὲ ἀκουσίως, γελοῖον εἰπεῖν· ἓν γὰρ τὸ αἴτιον, θυμὸς ἢ ἐπιθυμία. τὸ δὲ ἑκούσιον καὶ ἀκούσιον ἡ διαφορὰ τοῦ αἰτίου ποιεῖ τῷ τὸ μὲν ἔνδον εἶναι, τὸ δὲ ἔξωθεν. εἰ δὲ πάντα ἀκούσια, πῶς οὐκ ἄτοπον, ἀκουσίως ὀρέγεσθαι λέγειν, ὧν δεῖ ὀρέγεσθαι; ἔστι γὰρ εἰς δέον χρήσασθαι τῇ ἐπιθυμίᾳ καὶ τῷ θυμῷ, καὶ δεῖ ὀργίζεσθαι ἐπί τισι καὶ ἐπιθυμεῖν τινων, οἷον ὑγιείας ἢ μαθήσεως, ἅπερ ἀκούσια λέγειν οὐκ εὔλογον· τὰ γὰρ ἀκούσια λυπηρά, τὰ δὲ κατ’ ἐπιθυμίαν ἡδέα. ἔτι, εἰ ἀκούσια ἦν τὰ κατὰ θυμὸν ἁμαρτηθέντα, διέφερεν ἄν τῶν ἀπὸ τοῦ λογισμοῦ ἁμαρτανομένων κατὰ ἰὴν ἑκουσίου καὶ ἀκουσίου διαφοράν· διαφέρει δὲ οὐδέν· καὶ γὰρ ταῦτα ὁμοίως ἐκείνοις φευκτά, ὃ τοῦ ἑκουσίου ἐστὶ καὶ ψόγων ἄξια οὐδὲν ἧττον· ὅπερ οὐκ ἄν ἦν, εἰ διέφερεν ὡς ἑκούσιον ἀκουσίου. ἔτι δὲ τὰ ἄλογα πάθη καὶ ἀνθρωπικά εἰσιν, ὥσπερ ὁ λογισμός· ἀπὸ τούτων δὲ τῶν παθῶν, θυμοῦ δηλονότι καὶ ἐπιθυμίας, πᾶσαι αἱ ἀνθρώπιναι γίνονται πράξεις· ταύτας τοίνυν ἀκουσίους λέγειν ἄτοπον. Περὶ προαιρέσεως. κεφ. γ'. Ἐπεὶ δὲ περὶ ἑκουσίου καὶ ἀκουσίου διωρισάμεθα, μετὰ ταῦτα ἀκόλουθον ἂν εἴη περὶ τῆς προαιρέσεως διαλαβεῖν. ἡ γὰρ προαίρεσις οἰκείως ἔχει πρὸς τὴν ἀρετὴν καὶ τῷ ταύτης κανόνι δυνησόμεθα κρίνειν τά ἤθη καὶ τὰς πράξεις. ἡ προαίρεσις τοίνυν ἑκούσιον μέν ἐστιν, οὐκ ἔστι δὲ αὐτὸ τὸ ἑκούσιον ἀλλά τι τῶν τοῦ ἑκουσίου· τὸ γὰρ ἑκούσιον ἐπὶ πλέον ἐστὶ τῆς προαιρέσεως. καὶ δῆλον· τὸ μὲν γὰρ ἑκούσιον καὶ ζῴοις ἀλόγοις καὶ παισὶ καὶ τελείοις τὸν νοῦν πρόσεστι (ποιοῦσι γὰρ καὶ οἱ παῖδες καὶ τἄλλα ζῷα ἑκουσίως), ἡ δὲ προαίρεσις μόνοις τοῖς κρίνειν δυναμένοις καὶ βουλεύεσθαι εἰδόσι πρόσεστιν· ἡ γὰρ μετὰ βουλῆς ὄρεξις προαίρεσις καλεῖται, ἄλλως τε καὶ τὰ ἐξαίφνης ὑφ’ ἡμῶν γινόμενα μὴ προβουλευσαμένων ἑκούσια μὲν λέγονται, προαιρετὰ δὲ οὐδαμῶς. οὐ γάρ ἐστιν ἡ προαίρεσις θυμὸς ἢ ἐπιθυμία ἢ βούλησις ἢ δόξα, καθώς τινες ὑπειλήφασιν. |ὁ μὲν θυμὸς καὶ ἡ ἐπιθυμία κοινή ἐστι καὶ ἡμῖν καὶ τοῖς ἀλόγοις, προαίρεσις δὲ οὐδαμῶς. ἔτι δὲ καὶ ὁ ἀκρατὴς οὐ λέγεται προαιρούμενος πράττειν ἃ πράττει ἀλλ’ ἐπιθυμῶν· ὁ δὲ ἐγκρατὴς λέγεται πράττειν προαιρούμενος, οὐκ ἐπι- θυμῶν. ἔτι προαιρέσει μὲν ἐπιθυμία ἐναντίον ἐστί· καὶ γὰρ προαιρούμεθα πολλάκις ἐναντία ὧν ἐπιθυμοῦμεν· ἐπιθυμία δὲ ἐπιθυμίας οὐκ ἔστιν ἐναντίον· ἡ ἄρα προαίρεσις οὐκ ἔστιν ἐπιθυμία. ἔτι ἡ μὲν ἐπιθυμία λυπηρά ἐστι καὶ τὸ ἡδὺ ἀεὶ ἀντικείμενον ἔχει (πρὸς αὐτὸ γὰρ ἀεὶ φέρεται), ἡ δὲ προαίρεσις οὔτε λυπηρά ἐστιν οὔτε τὸ ἡδὺ ἀντικείμενον ἔχει. ἔτι δὲ οὐδὲ ὁ θυμὸς προαίρεσίς ἔστι, καὶ πολλῷ μᾶλλον ἢ ἡ ἐπιθυμία· ἥκιστα γὰρ τὰ διὰ θυμὸν γινόμενα κατὰ προαίρεσιν εἶναι δοκεῖ. ἀλλὰ μὴν οὐδὲ βούλησίς ἐστιν ἡ προαίρεσις· καίτοι ἔγγιστα εἶναι ταῦτα δοκεῖ. ἡ μὲν γὰρ προαίρεσις οὐκ ἔστι τῶν ἀδυνάτων· οὐ γὰρ προαιρούμεθα ἵπτασθαι ἢ ἀθάνατοι εἶναι ἀλλὰ βουλόμεθα (ὁ γὰρ τὰ τοιαῦτα δοκοίη ἂν ἠλίθιος εἶναι)· ἡ προαίρεσις ἄρα οὐκ ἔστι βούλησις. καὶ βουλόμεθα μὲν πολλάκις ἅπερ οὐχ ἡμεῖς αὐτοὶ ἀλλ’ ἕτεροι ποιοῦσιν, οἷον ὑποκριτήν τινα νικᾶν τῶν ἐν τῇ σκηνῇ ἢ ἀθλητήν· προαιρεῖται δὲ ταῦτα οὐδεὶς ἀλλ’ ὅσα οἴεται γενέσθαι ἂν δι’ αὑτοῦ. ἔτι ἡ μὲν βούλησις τοῦ τέλους ἐστὶν ἀεί, ἡ δὲ προαίρεσις τῶν πρὸς τὸ τέλος φερόντων· βουλόμεθα μὲν γὰρ τὴν ὑγίειαν, προαιρούμεθα δὲ ἃ πρὸς αὐτὴν φέρει, κ· αὶ δι’ ὧν ἔστιν ὑγιαίνειν· καὶ τὴν μὲν εὐδαιμονίαν καὶ βου- λόμεθα καί φαμεν βούλεσθαι, |προαιρεῖσθαι δὲ οὐ λέγομεν, ἐπεὶ μηδὲ ἁρμόζει. καὶ ὅλως ἔοικεν ἡ προαίρεσις τῶν ἐφ’ ἡμῖν εἶναι. ἀλλὰ μὴν οὐδὲ δόξα ἐστίν. ἡ μὲν γὰρ δόξα περὶ πάντα ὁμοίως ἐστὶ καὶ τὰ ἀίδια καὶ τὰ ἐφ’ ἡμῖν καὶ τὰ ἀδύνατα, ἡ δὲ προαίρεσις τῶν ἐφ’ ἡμῖν ἐστι μόνον. ἔτι ἡ δόξα τῷ ψευδεῖ καὶ τῷ ἀληθεῖ διαιρεῖται· τὴν μὲν γὰρ τῶν δοξῶν ἀληθῆ λέγομεν, τὴν δὲ ψευδῆ· ἡ δὲ προαίρεσις τῷ ἀγαθῷ καὶ τῷ κακῷ μᾶλλον διαιρεῖται· τὴν μὲν γὰρ τοῦ ἀγαθοῦ λέγομεν, τὴν δὲ τοῦ κακοῦ. τῇ μὲν οὖν καθόλου δόξῃ ταὐτὸν εἶναι τὴν προαίρεσιν οὐδενὶ δοκεῖ· οὐ μόνον δὲ τῆ καθόλου δόξῃ οὐκ ἔστι ταὐτόν, ἀλλ’ οὐδέ τινι. ἀπὸ μὲν γὰρ τῆς προαιρέσεως ποιοί τινες γινόμεθα· τῷ γὰρ προαιρεῖσθαι τὰ κακὰ κακοὶ γινόμεθα, καὶ τῷ προαιρεῖσθαι τὰ ἀγαθὰ ἀγαθοί· ἀπὸ δὲ τῆς δόξης οὐκέτι. ἔτι προαιρούμεθα μὲν πράττειν τι ἢ μὴ πράττειν, λαβεῖν τι ἢ φυγεῖν ἢ τι τῶν τοιούτων· δοξάζομεν δὲ τί ἐστιν ὃ προαιρούμεθα ἢ ἄλλο τι, ἢ τίνι συμφέρει ἢ πῶς· λαβεῖν δὲ ἢ φυγεῖν τι ἢ ἑλέσθαι οὐκ ἔστι τῆς δόξης· ἡ ἄρα προαίρεσις οὐκ ἔστι δόξα. ἒ ἡ μὲν προαίρεσις ἐπαινεῖται, ὅταν προαιρώμεθα ἃ δεῖ· ἡ δὲ δόξα ἐπαινεῖται, ὅταν δοξάζωμεν ἰὰ ἀληθῆ. ἔτι προαιρούμεθα μέν, ἃ σφόδρα γινώσκομεν ἀγαθὰ εἶναι, δοξάζομεν δὲ ἃ οὐ πάνυ γινώσκομεν ἀληθῆ εἷναι. ἔτι ὁ αὐτὸς οὐχ ὁμοίως προαιρεῖται καὶ δοξάζει· δοξάζει μὲν γὰρ πολλάκις καλῶς δοξάζων τὰ ἀληθῆ, προαιρεῖται δὲ τὰ φαῦλα· οὐκ ἄρα ταὐτὸν δόξα καὶ προαίρεσις. εἰ δὲ πολλάκις ἡ δόξα προηγεῖται τῆς προαιρέσεως ἢ παρακολουθεῖ, οὐ διὰ τοῦτο ταὐτὸν ἔσται |δόξα καὶ προαίρεσις· τοῦτο γὰρ οὐδὲν κωλύει διάφορα εἰναι. Περὶ προαιρέσεως τί ἐστι καὶ περὶ τίνα, καὶ περὶ βουλεύσεως. κεφ. δ΄. Ἐπεὶ δὲ οὔτε ἐπιθυμία ἐστὶν ἡ προαίρεσις οὔτε θυμὸς οὔτε βούλησις οὔτε δόξα, ζητητέον τί ἐστιν ἢ ποῖόν τί ἐστι. φαίνεται μὲν οὖν, ὅτι ἑκούσιόν ἐστιν, οὐκ αὐτὸ τὸ ἑκούσιον, καθὼς εἴρηται· οὐ γὰρ πᾶν ἑκούσιον προαιρετόν, ἀλλὰ τῶν ἑκουσίων ἐκεῖνο μόνον προαιρετὸν καλεῖται, ὃ προβουλευόμενοι ποιοῦμεν· ἡ γὰρ προαίρεσις μετὰ λόγου καὶ διανοίας. φαίνεται δὲ καὶ ἀπὸ τοῦ ὀνόματος· τὸ γὰρ προαιρετὸν δοκεῖ σημαίνειν τὸ πρὸ ἑτέρων αἱρετόν. τούτων δὲ ὑποκειμένων, ζητητέον πότερον περὶ πάντων δυνατὸν βουλεύσασθαι ἢ περὶ ἐνίων οὐ δυνατόν; ἵνα γνῶμεν ἐντεῦθεν, τίνων ἐστὶν ἡ προαίρεσις καὶ τίνων οὐκ ἔστι. τῶν γὰρ βουλευτῶν καὶ ἡ προαίρεσίς ἐστι. βουλευτὸν δὲ λέγω, περὶ οὗ βουλεύεται οὐκ ἠλίθιος ἢ μαινόμενος ἀλλ’ ὁ νοῦν ἔχων. ἡ τοίνυν βουλὴ οὔτε περὶ τῶν ἀιδίων ἐστίν, οἷον περὶ τοῦ κόσμου (οὐδεὶς γὰρ βουλεύεται πῶς κινεῖσθαι τὰ οὐράνια σώματα), ἢ περὶ τῶν ἀδυνάτων ἄλλως εἶναι, οἷον περὶ τῆς πλευρᾶς τοῦ τετραγώνου καὶ τῆς διαμέτρου, ποιῆσαι λόγον τινὰ ἔχειν πρὸς ἀλλήλας, ὃν ἀριθμὸς πρὸς ἀριθμὸν οὔτε περὶ τῶν κινουμένων ἀεὶ ὡσαύτως ἢ ἀνάγκῃ ἢ φύσει ἢ δι’ ἄλλην τινὰ αἰτίαν, οἷον τροπῶν καὶ ἀνατολῶν ἀλλ’ οὐδὲ περὶ τῶν ἄλλοτε ἄλλως ἐχόντων βουλευσόμεθα οἷον αὐχμῶν καὶ ὄμβρων. οὐδὲ <περὶ> τῶν ἀπὸ τύχης, οἶον θησαυροῦ εὑρέσεως· ὅτι οὐδὲν τούτων ἐφ᾿ ἡμῖν ἐστιν οὐδὲ ἀνθρώπινον. καὶ μὴν οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντων βουλευσόμεθα ἀλλὰ μόνον περὶ τῶν ἐφ’ ἡμῖν καὶ ἅπερ ἂν αὐτοὶ πράξαιμεν ἢ δι’ ἡμῶν αὐτῶν ἡ δι’ ἑτέρων· οὐ γὰρ Λακεδαιμόνιοι περὶ τῆς τῶν Σκυθῶν πολιτείας βουλεύσονται, πῶς ἂν Σκύθαι ὀρθῶς πολιτεύοιντο. οὐδὲν γὰρ τῶν εἰρημένων δι’ ἡμῶν ἂν γένοιτο. βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν πρακτῶν, ἅτινα γνωσόμεθα οὕτω. τρία εἰσὶ τὰ αἴτια ἐν τοῖς οὖσι φύσις ἀνάγκη καὶ τύχη, ἔτι δὲ νοῦς καὶ πᾶν τὸ δι’ ἀνθρώπου, οἷον τέχνη ἢ ἄλλη τις πρᾶξις. οἱ δὲ ἄνθρωποι βουλεύονται οὔτε περὶ ὧν αἰτία ἡ φύσις οὔτε περὶ ὧν ἡ ἀνάγκη αἰτία ἢ ὧν ἡ τύχη, ἀλλὰ περὶ μόνων ἐκείνων, ὧν αἰτία ἐστὶν ἡ ἀνθρωπίνη μέθοδος καὶ ἡ πρᾶξις. ἔτι δὲ οὐδὲ περὶ πασῶν τῶν ἀνθρωπίνων μεθόδων οἱ ἄνθρωποι βουλεύονται. περὶ γὰρ τὰς ἀκριβεῖς καὶ αὐτάρκεις τῶν ἐπιστημῶν οὐκ ἔστι βουλή, οἷον περὶ τῶν γραμμάτων· οὐ γὰρ διστάζομεν πῶς γραπτέον, ὅτι ἐγνωσμένον ἐστὶν ἀκριβῶς καὶ ὡρισμένα εἰσὶ τὰ σ· ημεῖα. ἀλλ’ ὅσα γίνονται ὑφ’ ἡμῶν δυνάμενα πολλαχῶς γενέσθαι, περὶ τούτων βουλευόμεθα, οἷον περὶ τῶν κατὰ τὶν ἰατρικὴν πράξεων, αἵτινες οὐ πάνυ εἰσὶν ὡρισμέναι ἢ τὴν χρηματιστικήν (πολλαχῶς γὰρ· δυνατὸν ἢ τὴν κυβερνητικὴν ἢ γυμναστικήν· καὶ μᾶλλον <περὶ> τῶν τὴν κυ|βερνητικὴν βουλευσόμεθα ἢ τὴν γυμναστικήν, ἐπεὶ καὶ ἔλαττόν ἐστιν ἀκριβὴς ἡ κυβερνητική· καὶ περὶ τῶν λοιπῶν ὁμ· οίως. πλέον δὲ περὶ τῶν κατὰ τὰς τέχνας βουλευσόμεθα ἢ τὰς ἐπιστήμας· πλέον γὰρ διστάζομεν ἐν ταῖς τέχναις, ὅτι ἔλαττόν εἰσιν ὡρισμέναι τῶν ἐπιστημῶν. τὸ δὲ βου- λεύεσθαί ἐστι μὲν τῶν ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένων γίνεσθαι· ὅταν δὲ καὶ ἐπὶ τούτων ὁ τρόπος ἄδηλος ᾖ, πῶς δηλονότι γενήσεται καὶ ἐν οἷς, οὐκ ἔστι δυνατὸν τὴν βούλευσιν ὡρισμένην εἶναι. διὰ τοῦτο καὶ συμβούλους παραλαμβάνομεν ὅταν ᾖ περὶ μεγάλων ἡ βουλή· καὶ γὰρ ἀπιστοῦμεν ἡμῖν αὐτοῖς ὡς οὐχ ἱκανοῖς περὶ τοῦ πράγματος διαγνῶναι. βουλευόμεθα δὲ οὐ περὶ τῶν τελῶν ἀλλὰ περὶ τῶν πρὸς τὰ τέλη. ὁ γὰρ ἰατρὸς οὐ βουλεύσεται δοῦναι τὴν ὑγίειαν τῷ κάμνοντι (οὐ γὰρ πρὸς ἄλλο τι βλέπειν τὸν ἰατρὸν καὶ τούτου χάριν οὐ χρείαν ἕξει βουλεύσεως), ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν ὑγίειαν, περὶ τούτων βουλεύσεται, ἅτινα πολλαχῶς ἐνδέχεται γενέσθαι· ὁμοίως δὲ καὶ ὁ ῥήτωρ οὐ βουλεύσεται περὶ τῆς πειθοῦς ἀλλὰ περὶ τῶν φερόντων εἰς τὴν πειθώ, καὶ ὁ πολιτικὸς οὐ καθίζει τὴν βουλήν, ἵνα γνῷ περὶ τῆς εὐνομίας (εἰ καλῶς τὰ πράγματα αὐτὸν διοικῆσαι), ἀλλὰ περὶ τῶν συνιστάντων τὴν εὐνο- μίαν βουλεύσεται. καὶ ὅλως πάντες οἱ τοιοῦτοι τὸ μὲν τέλος ὑποτιθέασι, ζητοῦσι δὲ πῶς καὶ διὰ τίνων ἀφίξονται πρὸς αὐτό. καὶ πολλῶν ὄντων δι᾿ ὧν ἔστι τυχεῖν τοῦ σκοποῦ, ζητοῦσι διὰ τίνος ῥᾷστα καὶ κάλλιστα τὸ τέλος εὑρήσουσιν. ὅταν δὲ δι᾿ ἑνὸς |ἐνδέχηται μόνου, τότε οὐ τοῦτο ζητοῦσιν, ἀλλὰ τὸν τρόπον πῶς χρησόμεθα αὐτῷ, καὶ τίνι πράξει μεταχειρισάμενοι, διὰ τούτο τοῦ τέλους τευξόμεθα. καὶ πάλιν ἐκείνην τὴν πρᾶξιν διὰ τίνος ἐργασόμεθα κἀκεῖνο διὰ τίνος, ἕως ἂν ἔλθωμεν ἐπὶ τὸ ἀμέσως γινόμενον καὶ οὐ δι᾿ ἄλλου, ὅ ἐστι τὸ πρῶτον αἴτιον τοῦ τέλους, ὅπερ τελευταῖον εὑρίσκεται. οὕτω γὰρ ὁ βουλευόμενος ἀπὸ τοῦ τέλους ἀρχόμενος διὰ τῶν πρὸς τὸ τέλος ὁδεύει, μέχρι τοῦ πρώτου αἰτίου τὴν πρᾶξιν πᾶσαν ἀναλύων, καθάπερ οἱ μαθηματικοὶ τὰ διαγράμματα. ἔστι τοίνυν ἡ μὲν βούλευσις ζήτησίς τις· οὐ πᾶσα δὲ ἡ ζήτησις βούλευσις. ἡ γὰρ μαθηματικὴ ζήτησις οὐκ ἔστι βούλευσις, καίτοι, καθὼς εἴρηται, τρόπον τινὰ ὁμοίως καὶ ὁ βουλευόμενος καὶ ὁ μαθηματικὸς ἀναλύει· καὶ ὃ ἔσχατον εὑρίσκεται ἀναλύοντι, τοῦτο ἔργον πρῶτον γίνεται τῷ βουλευομένῳ, καθάπερ ὁ μαθηματικὸς πρὸς ὃ ἔσχατον ἀφίξεται ἀναλύων, τοῦτο ὑποτιθεὶς καὶ ἀπὸ τούτου διὰ τῶν ἄλλων ὁδεύων ἀποδείκνυσι τὸ προκείμενον. καὶ ἄμφω δὲ εἰ ἀναλύοντες ἀδυνάτοις ἐντύχοιεν ἀφίστανται τοῦ ζητήματος, οἶον εἰ χρημάτων δεήσει πρὸς τὸ ζητούμενον τέλος, ὃ τούτων ἄνευ οὐκ ἔνι γενέσθαι, ἀδύνατον δὲ φανείη ταῦτα πορισθῆναι, περὶ τοῦ τρόπου οὐκέτι ζητοῦσιν ἀλλ᾿ ἀφίστανται· εἰ δὲ δυνατόν, ἐγχειροῦσι πράττειν. ἐκεῖνα δὲ δυνατὰ καλοῦμεν, ἃ δι᾿ ἡμῶν γένοιτ᾿ ἄν· τὰ γὰρ διὰ τῶν φίλων τρόπον τινὰ δι᾿ ἡμῶν γίνονται· ἡ γὰρ αἰτία καὶ τούτων ἐν ἡμῖν ἐστι· βουλευόμεθα δέ, καθὼς εἴρηται, ποτὲ μὲν περὶ τῶν ὀργάνων, ποτὲ δὲ περὶ τῆς χρήσεως αὐτῶν, καὶ ἁπλῶς, ποτὲ μὲν περὶ τῶν φερόντων εἰς <τὸ> |τέλος πῶς ἂν ληφθεῖεν, ποτὲ δὲ περὶ τοῦ τρόπου πῶς χρησόμεθα αὐτοῦ ἢ διὰ τίνος. φαίνεται δὴ ἀπὸ τῶν εἰρημένων, μὴ εἶναι τὸ τέλος βουλευτόν. βουλευτὰ μὲν γάρ εἰσιν, ὧν κύριος ὁ ἄνθρωπός ἐστι ποιῆσαι ἢ μή· ὧν δὲ ὁ ἄνθρωπος κύριός ἐστιν, ἐκεῖνα πράξεις ἀνθρώπιναί εἰστιν· αἱ δὲ ἀνθρώπιναι πράξεις ἄλλων ἕνεκα γίνονται· ἃ δὲ ἄλλων ἕνεκα γίνονται, οὐκ εἰσὶ τέλη· τὸ βουλευτὸν ἄρα οὐκ ἔστι τέλος. οὔτε τοίνυν τὸ τέλος ἐστὶ βουλευτόν, οὔτε τῶν πρὸς τὸ τέλος ὅσα καθ᾿ ἕκαστα, οἷον εἰ ἄρτος τοῦτο, εἰ πέπεπται, εἰ πεποίηται ὡς δεῖ· ταῦτα γὰρ αἰσθήσει γινώσκομεν, οὐ βουλῇ καὶ κρίσει· εἰ δὲ περὶ τούτων ἀεὶ βουλεύσεται, εἰς ἄπειρον ἥξει. τὸ μὲν οὖν βουλευτὸν τοῦτό ἐστι· τὸ δὲ προαιρετόν ἐστι βουλευτὸν ὡρισμένον· τὸ γὰρ ἀπὸ τῆς βουλῆς προκριθὲν προαιρετὸν καλεῖται· μετὰ γὰρ τὸ προκρῖναι ὃ δέον γενέσθαι, οὐκέτι περὶ τοῦ πράγματος βουλευόμεθα, ἀλλὰ γινώσκομεν ὡρισμένως ὡς δεῖ ποιεῖν· ἀνάγομεν γὰρ τὴν μὲν τοῦ πράγματος τοῦ ζητουμένου ἀρχὴν εἰς τὴν ἡμετέραν βούλησιν, τὴν δὲ ἡμετέραν κρίσιν καὶ βούλησιν εἰς τὴν προαίρεσιν, ἥτις ἐστὶν ἀρχὴ ἤδη τῆς πράξεως. τοῦτο δὲ δῆλον καὶ ἀπὸ τῶν ἀρχαίων πολιτειῶν, ἃ Ὅμηρος ἐν ταῖς ῥαψῳδίαις ἐμιμεῖτο· εἰσάγει γὰρ τοὺς βασιλεῖς μετὰ τὴν βουλὴν τὸ προκριθὲν ἀπαγγέλλοντας τῷ δήμῳ ὥσπερ τῇ προαιρέσει, ὥστε πραχθῆναι. ἐπεὶ τοίνυν τὸ προαιρετὸν βουλευτόν ἐστιν, ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν δηλονότι, ὃ μετὰ τὴν βουλὴν ὀρεγόμεθα δυνάμενοι τοῦτο ποιῆσαι, φανερόν, ὅτι ἡ προαίρεσις εἴη ἂν ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν. ἐκ |τοῦ βουλεύσασθαι γὰρ κρίναντες ὀρεγόμεθά [τι] κατὰ τὴν οὗτος μὲν οὖν ὁ ὁρισμὸς τῆς προαιρέσεως ὡς ἐν τύπῳ. εἴρηται δὲ καὶ περὶ ποῖά ἐστιν, ὅτι τὰ πρὸς τὸ τέλος. Περὶ βουλήσεως καὶ βουλητοῦ. κεφ. ε΄. Δεῖ δὲ καὶ περὶ τῆς βουλήσεως εἰπεῖν ἤδη. ὅτι μὲν οὖν ἡ βούλησις τοῦ τέλους ἐστίν, ἀπὸ τῶν προειρημένων ἐδείχθη· ἀμφισβητεῖται δὲ πότερον παντὸς τέλους, οὗ τις ἂν ἐθέλοι τυχεῖν, ἡ βούλησίς ἐστιν, ἢ τοῦ ἀγαθοῦ μόνου. καὶ τοίνυν οἱ μὲν λέγουσιν αὐτὴν ἰοῦ ἀγαθοῦ μόνου, οἱ δὲ τοῦ δοκοῦντος, ἢ ὄντος δὲ ἢ μὴ ὄντος. συμβαίνει δὲ τοῖς μὲν λέγουσι τὸ ἀγαθὸν μόνον βουλητὸν εἶναι τὸ κακὸν λέγειν μὴ εἶναι τῷ μοχθηρῷ βουλητόν· καίτοι β· ουλητόν ἐσιιν αὐτῷ. τοῖς δὲ λέγουσι τὸ δοκοῦν ἀγαθὸν ἐκεῖνο εἶναι τὸ βουλητόν, οὐ δι᾿ ἑαυτό, ἀλλὰ μόνον τὸ ἑκάστῳ δοκοῦν, ἐπειδὴ ἄλλῳ ἄλλο δοκεῖ ἀγαθόν, καὶ τὸ αὐτὸ τῷ μὲν ἀγαθὸν δοκεῖ, τῷ δὲ κακόν, ἢ ὁ αὐτὸς ἄνθρωπος τὰ ἐναντία ἀγαθὰ νομίζει πολλάκις, καὶ οὕτως οὐδὲν ἔσται βουλητὸν φύσει καὶ δι’ ἑαυτό. εἰ δὲ ταῦτα οὐ δοκεῖ εἰκότα εἶναι, ἐκεῖνο ἐροῦμεν· βουλητὸν μὲν εἶναι φύσει καὶ ἀλ· ηθείᾳ καὶ δι’ ἑαυτὸ τὸ ἀγαθόν· πὴ δὲ καὶ ἑκάστῳ τῶν ἀνθρώπων τὸ δοκοῦν ἀγαθὸν βουλητόν ἐστιν. εἰ γὰρ καὶ τῇ ἀληθείᾳ οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ κατά τινα περίστασιν ἀγαθόν ἐστιν, οἷον τὸ λωποδυτεῖν κακὸν μέν ἐστι τῇ φύσει, τῷ λωποδύτῃ δὲ καὶ κατά τινα καιρὸν ἀγα|θόν· διὰ τοῦτο καὶ δοκεῖ ἀγαθὸν ἁπλῶς εἶναι· καθόσον δὲ ἀγαθὸν καὶ βουλητόν ἐστιν. ὥστε συμβαίνει τὸ δοκοῦν ἀγαθὸν πὴ εἶναι βουλητόν· τῷ μὲν οὖν σπουδαίῳ τὸ ἀληθῶς ἀγαθὸν βουλητόν ἐστι, τῷ δὲ φαύλῳ τὸ τυχόν. ὥσπερ ἔχει καὶ ἐπὶ τῶν σωμάτων· τοῖς μὲν ὑγιαίνουσι καὶ εὖ ἔχουσι τὰ σώματα ὑγιεινὰ δοκεῖ τὰ κατὰ ἀλήθειαν ὑγιεινά, τοῖς δὲ ἐπινόσοις ἕτερα· ὁμοίως δὲ καὶ πικρὰ καὶ γλυκέα τοῖς μὲν ὑγιαίνουσι τὰ ὄντα πικρὰ τῇ φύσει καὶ γλυκέα τοιαῦτα δοκεῖ· ὁμοίως καὶ θερμὰ καὶ βαρέα καὶ τῶν ἄλλων ἕκαστα· τοῖς δὲ νοσοῦσι τὰς αἰσθήσεις ἑτεροῖα. οὕτω τοίνυν καὶ ἐπὶ τῶν ἀγαθῶν καὶ ἡδέων καὶ κακῶν ὁ μὲν σπουδαῖος τὰ ὄντα νομίζει καὶ τὰ ἀληθῆ, ὁ δὲ φαῦλος τἀναντία πολλάκις· καθ’ ἑκάστην γὰρ τῶν ψυχικῶν διαθέσεων ἐστί τι ἴδιον ἀγαθὸν καὶ ἡδύ. καὶ τούτῳ διαφέρει τῶν φαύλων ὁ σπουδαῖος, ὅτι διακρίνει τὸ ἀγαθὸν τοὐ ἡδέος καὶ τὸ ἀληθὲς ἐν πᾶσιν ὁρᾷ, καθάπερ κανὼν καὶ μέτρον αὐτῶν γινόμενος· οἱ δὲ φαῦ- λοι, μὴ δυνάμενοι τὸ ἀληθὲς συνιδεῖν, ὑπὸ τῆς ἡδονῆς ἀπατῶνται, νομίζοντες ἀγαθὰ τὰ ἡδέα, οὐκ ὄντα φύσει ἀγαθά· ὁμοίως δὲ καὶ τὰ λυπηρὰ φεύγουσιν, οὐκ ὄντα φύσει πονηρὰ καὶ φευκτά. Ὄτι καὶ ἡ ἀρετὴ καὶ ἡ κακία ἑκούσιον. κεφ. ς΄. Ἐπεὶ δὲ τὰ μὲν τέλη βουλητά, τὰ δὲ πρὸς τὰ τέ· βουλευτὰ καὶ προαιρετά, φανερὸν ὅτι αἱ πράξεις αἰ περὶ τὰ βουλευτὰ καὶ προαιρετὰ κατὰ προαίρεσιν εἷεν ἂν ἑκούσιοι. τοιαῦται δὲ αἱ κατ’ ἀρετὴν πράξεις· περὶ γὰρ τὰ βουλευτὰ καὶ προαιρετὰ γίνονται. ἐφ’ ἡμῖν ἄρα ἐστὶν ἡ ἀρειὴ καὶ ἡ κακία· αἱ γὰρ πράξεις, δι’ ὧν ἐθίζομεν ἑαυτοὺς εἰς τὴν ἀρετήν, προαιρεταὶ καὶ ἐφ’ ἡμῖν εἰσιν. εἰ δὲ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν, καὶ τὸ μὴ πράττειν ἐφ’ ἡμῖν ἐστιν· ἐν οἷς γὰρ τὸ μή, καὶ τὸ ναί. καὶ εἰ τὸ πράττειν τὸ ἀγαθὸν ἐφ’ ἡμῖν ἐστιν, ἀγαθὸν ὄν, καὶ τὸ μὴ πράττειν αὐτό, αἰσχρόν ὄν, ἐφ’ ἡμῖν ἔσται· καὶ εἰ τὸ μὴ πράττειν τὸ κακόν, ἀγαθὸν ὄν, ἐφ’ ἡμῖν ἐστι, καὶ τὸ πράττειν τὸ κακόν, αἰσχρὸν ὄν, ἐφ’ ἡμῖν ἐστι. ταῦτα δὲ ἡμᾶς ἀγαθοὺς ἢ. κακοὺς ποιεῖ· ὥστε ἐφ᾿ ἡμῖν ἐστι τὸ ἐπιεικέσιν εἶναι ἢ πονηροῖς. τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρὸς οὐδ’ ἄκων μακάριος, τὸ μὲν ἀληθὲς δοκεῖ, τὸ δὲ ψεῦδος. τὸ μὲν γάρ, οὐδεὶς ἄν γένοιτο μακάριος ἄκων, ἀληθές, ψεῦδος δὲ τὸ πρῶτον. ἡ γὰρ μοχθηρία οὐδαμῶς ἀκούσιον· δέδεικται γὰρ ἀπὸ τῶν εἰρημένων, τὸν ἄνθρωπον ἀρχὴν εἶναι τῶν ἰδίων πράξεων· ὧν δὲ αἱ ἀρχαὶ ἐν ἠμῖν, ταῦτα ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσια· ὥστε διὰ τοῦτο πᾶσαν ἀνθρωπίνην πρᾶξιν ἑκούσιον εἶναι, ὁμοίως τήν τε ἀγαθὴν καὶ τὴν πονηράν. τούτῳ δέ τῷ λόγῳ καὶ οἱ νομοθέται καὶ οἱ νομοθέται μαρτυροῦσι, δι’ ὧν πράττουσι· καὶ γὰρ τιμωροῦνται μὲν καὶ κολάζουσι τοὺς ποιοῦντας τὰ πονηρά, ἐὰν μὴ ποιῶσιν ἑτέρωθεν βιασθέντες, ἢ ἀγνοοῦντες ἄγνοιαν ἧς οὔκ εἰσιν αἴτιοι αὐτοί· καθάπερ εἴ τις μεθύων πονηρόν τι ποιήσειεν ἀγνοήσας· οὗτος γὰρ καὶ τῆς ἀγνοίας αἴτιος ἐγένετο ἑαυτῷ· ἰοὺς δὲ τὰ καλὰ πράττοντας τιμῶσιν, ἵνα τοὺς ἄλλους προτρέψωνται μὲν ἐπὶ τὰ ἀγαθά, κωλύσωσι δὲ ποιεῖν τὰ φαῦλα. ὅθεν δῆλον, ὅτι νομίζουσιν ἐφ’ ἡμῖν εἶναι πονηροῖς τε εἶναι καὶ γενέσθαι ἀγαθοῖς, καὶ διὰ τοῦτο |πείθειν τὰ τοιαῦτα ἐπιχειροῦσιν. ἃ γὰρ μήτε ἐφ’ ἡμῖν ἐστι μήτε ἑκούσια, οὐδεὶς πράττειν προτρέπεται νοῦν ἔχων· οὐδεὶς γὰρ πείθει τινὰ μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, ὧν οὔκ ἐσμεν αὐτοὶ κύριοι· οὐ γὰρ δυνατὸν γενέσθαί τι πλέον ἀπὸ τῆς παρακλήσεως, οὐδ’ ἄν αὐτοὶ οἱ παρακαλούμενοι σφόδρα βουλώμεθα· οὐδὲν γὰρ ἧττον πεισόμεθα αὐτά. ὁμοίως δὲ καὶ εἴ τις ἄκων ἀγνοεῖ μὴ δυνάμενος εἰδέναι, τοῦτον οὐδεὶς προτρέψεται δυνηθῆναι εἰδέναι· οὐ γάρ ἐστιν ἐπ’ αὐτῷ εἰδέναι καὶ ἀγνοεῖν· ὃς δὲ αἴτιός ἐστιν ἑαυτῷ τῆς ἀγνοίας, δι’ ἧς ἐποίησε τὸ πονηρόν, κολάζεται· καὶ γὰρ ἑκουσίως φαίνεται ἀγνοῶν, ὅτι ἐπ’ αὐτῷ ἐστιν εἰδέναι καὶ ἀγνοεῖν, καθάπερ ὁ μεθύων ἡ ὁ δι’ ἀμέλειαν ἀγνοῶν τὸν νόμον, ὃν ἐδύνατο ῥᾳδίως μαθεῖν· κἀκεῖνος γὰρ αἴτιός ἐστιν ἑαυτῷ καὶ τῆς ἀγνοίας καὶ τῆς μοχθηρίας καὶ ἑκών ἐστι μοχθηρός· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ἃ δυνατὸν μαθεῖν, οὐ γινώσκοντες ἁμαρτάνομεν· καὶ τούτων ἕνεκα δίδομεν δίκην τοῖς νομοθέταις. κύριοι γάρ ἐσμεν τοῦ μὴ ἀγνοεῖν, ὅτι ἐφ’ ἡμῖν ἐστι μὴ ἀμελεῖν ἀλλὰ ἐπιμεληθῆναι μαθεῖν. εἰ δέ τις καὶ τοιοῦτός ἐστιν, οἷος μὴ δύνασθαι ἐπιμεληθῆναι, οὐ διὰ τοῦτο φεύξεται τὴν δίκην· κολασθήσεται μὲν οὖν διὰ τοῦτο, ὅτι καὶ τοῦ μὴ δύνασθαι ἐπιμεληθῆναι αὐτὸς ἑαυτῷ αἴτιος ἐγένετο, ἀκρατῶς καὶ ἀνειμένως διαιτώμενος· ἀφ’ ης διαίτης καὶ οἱ πλείους μοχθηροὶ γίνονται καὶ ἄδικοι καὶ ἀκόλαστοι. καὶ γὰρ γίνονται μὲν καὶ ἀπὸ τῶν ἀδίκων καὶ ἀκολάστων πράξεων ἐθιζόμενοι ἄδικοι καὶ ἀκόλαστοι· γίνονται δὲ καὶ ὅταν αὐτὸ μὲν μὴ προ|κείμενον ἔχωσι τὸ κακουργεῖν, ζῶσι δὲ βίον ἀνειμένον καὶ τρυφῇ χαίρωσιν· ἀπὸ ταύτης γὰρ τῆς διαίτης καὶ ἐπὶ τὸ κακουργεῖν ἔρχονται. ἀεὶ γὰρ ἀπὸ τῶν ἐνεργειῶν ἐθιζόμενοι, καθὼς προείρηται, πονηροὶ ἢ ἀγαθοὶ γινόμεθα, ἢ ἄλλην τινὰ ἕξιν λαμβάνομεν. καθάπερ ὁρῶμεν καὶ τοὺς ἐθέλοντας γυμνικοὺς γενέσθαι ἢ ἄλλην τινὰ πρᾶξιν ἢ ἀγωνίαν ἀσκῆσαι ἐνεργοῦντας καὶ γυμναζομένους ἐν πράξεσι, δι’ ὧν εἰς ἐκεῖνα ἀφίξονται. καὶ οὐδεὶς ἀγνοεῖ τοῦτο, ὅτι ἀπὸ τῶν ἐνεργειῶν εἰς ἕξιν ἐρχόμεθα κακιῶν ἢ ἀρετῶν, εἰ μὴ λίαν εἴη ἀναίσθητος. εἰ δὲ τοῦτο δῆλον ἅπασι, φανερόν ἐστιν ὅτι πάντες γινώσκουσι τὰ ἑαυτῶν ἔργα καὶ τὰς πράξεις, εἴτε πρὸς κακίαν φέρουσιν εἴτε πρὸς ἀρετήν. εἰδότες δὲ ἃ ποιοῦσιν, ἑκόντες εἰσὶν ἢ ἀγαθοὶ. ἢ πονηροί. πάνυ γάρ ἐστιν ἄλογον τὸν ἀδικοῦντα λέγειν ὅτι οὐ βούλεται ἄδικος εἶναι ἢ τὸν ἀκόλαστον ὅτι οὐ βούλεται ἀκολασταίνειν· εἰ γὰρ καὶ βουλόμενος δίκαιος καὶ σώφρων γενέσθαι οὐ δύναται τῷ μακρῷ ἔθει κρατούμενος, καὶ οὕτως ἑκών ἐστι πονηρός. καὶ γὰρ καὶ ὁ διαίτῃ διεφθαρμένῃ χρώμενος καὶ ἀπειθῶν τοῖς ἰατροῖς καὶ διὰ τοῦτο νοσήσας ἑκὼν μὲν νοσεῖ· καὶ γὰρ ἐπ’ αὐτῷ ἦν ἡ δίαιτα· βουλόμενος δὲ ἀπαλλαγῆναι, οὐ δύναται· πρὶν μὲν γὰρ νοσῆσαι, ἐπ’ αὐτῷ ἦν τὴν ὑγίειαν φυλάττειν· προεμένῳ δὲ διὰ τῆς ἀκρατοῦς διαίτης οὐκ ἔστιν ἐπ’ αὐτῷ τὴν ὑγίειαν ἐπαναγαγεῖν, ὥσπερ λίθον μέν τις δύναται κατὰ πελάγους ἀφεῖναι, ἀφεὶς δὲ οὐ δύναται πάλιν ἐπαναλαβεῖν· ἀλλ’ ὅμως ἑκὼν ἔρριψε τὸν λίθον, ἐπ’ αὐτῷ γὰρ ἦν ῥῖψαι καὶ μή. οὕτω τοίνυν καὶ ἐπὶ τοῦ ἀδίκου καὶ τοὐ ἀκολάστου· πρὶν μὲν γὰρ πονηροὺς γενέσθαι καὶ εἰς ταύτην τὴν ἕξιν ἐλθεῖν ἐξῆν μὴ |γενέσθαι, γενόμενοι δὲ οὐ δύνανται μὴ εἶναι. οὐ μόνον δὲ αἱ ψυχικαὶ κακίαι ἑκού- σιοί εἰσιν, ἀλλ’ ἐνίοις τῶν ἀνθρώπων καί τινες σωματικαὶ ἑκουσίως γίνονται, δι’ ἃς καὶ ἐπιτιμῶνται. τοῖς μὲν γὰρ κατὰ φύσ. ιν αἰσχροῖς οὐδεὶς ἐπιτιμᾷ νοῦν ἔχων, τοῖς δὲ δι᾿ ἀγυμνασίαν καὶ ἀμέλειαν ἢ μοχθηρίαν τὰ σώματα διαφθείρασι, τούτοις μεμφόμεθα· ὃς μὲν γὰρ ἀπὸ φύσεως τυφλὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ πληγῆς, τοῦτον οὐκ ὀνειδίζομεν ἀλλὰ μᾶλλον ἐλεοῦμεν, ὃς δὲ ἐξ οἱνοφλυγίς ἢ ἄλλης τινὸς μοχθηρίας διέφθειρε τοὺς ὀφθαλμούς, τούτῳ μεμφόμεθα καὶ ἐπιτιμῶμεν. φαίνεται τοίνυν, ὅτι τῶν σωματικῶν κακιῶν αἱ μὲν ἑκούσιοι καὶ ἐφ’ ἡμῖν ἐπιτιμῶνται, αἱ δὲ ἀκούσιοι οὐδαμῶς· ὥστε καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἄν ἔχοι· ἃς μὲν <γὰρ> κολάζομεν καὶ ὑπὲρ ὧν αἱ τιμωρίαι, πᾶσαί εἰσιν καὶ ἐφ’ ἡμῖν, αἱ δὲ μὴ τοιαῦται ἀκούσιοι· ἡ κακία ἄρα ἑκούσιον. δοκεῖ δὲ τῷ λόγῳ ἐκεῖνο ἐναντιοῦσθαι, ὅτι ἡ μὲν κακία γίνεται ἀπὸ τοῦ τιθέναι τοῖς ἔργοις τέλος πονηρόν· τοῦτο δὲ γίνεται ἀπὸ τοῦ νομίζειν, ὅτι ἀγαθόν ἐστι· τὸ δὲ νομίζειν τὸ ἀγαθὸν ἢ τοὐναντίον οὐκ ἔστιν ἐφ’ ἡμῖν. πάντες μὲν γὰρ ἐφιέμεθα τοῦ φαινομένου ἀγαθοῦ, τῆς φαντασίας ταύτης οὔκ ἐσμεν αὐτοὶ κύριοι· ἡ ἄρα ἄρα οὐκ ἔστιν ἑκούσιον. πρὸς δὴ τοῦτο ἐκεῖνο λέγομεν, ὅτι καὶ ἐπὶ ἰῆς ἀρετῆς ταῦτα ὁμοίως ἔχει, ἀλλ’ ἑκούσιόν ἐστιν· οὐδεὶς γὰρ ἄκων μακάριος. εἰ μὲν γὰρ ἀπὸ τῆς ἕξεωςτῆς πονηρᾶς ἡ ἄγνοια γίνεται τοῦ ἀγαθοῦ καὶ ἀπὸ τῆς ἀγαθῆς ἡ γνῶσις τοῦ ἀγαθοῦ, φανερὸν ὅτι ἑκουσίως καὶ ἀγαθοὶ καὶ πονηροὶ γινόμεθα· τῆς γὰρ ἕξεως ἡμεῖς ἡμῖν αὐτοῖς αἴτιοι. εἰ δὲ ἡ γνῶσις τοῦ τέ|λους οὐκ ἔστιν ἀπὸ τῆς ἕξεως οὐδ’ ἔστι προαιρετή, ἀλλ’ ὥσπερ ὄψις ἀγαθὴ ἢ ἄλλο τι τῶν φυσικῶν ἐστιν, ὅπερ μὴ ἔχοντα οὐκ ἔνι λαβεῖν ἑτέρωθεν οὐδὲ αὐτόν τινα κτήσασθαι οἴκοθεν, ἀλλὰ φῦναι ἀνάγκη μετὰ τῆς τοιαύτης κρίσεως εἰ μέλλει κρίνειν καλῶς, ὅ ἑ ’στιν ἡ τελεία καὶ ἀληθινὴ εὐφυία· εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, καὶ οὕτως ὁμοίως τῇ ἀρετῇ καὶ ἡ κακία ἑκούσιόν ἐστιν. ἡ γὰρ γνῶσις τοῦ τέλους ὡσαύτως ἐστὶ καὶ τῷ φαύλῳ καὶ τῷ σπουδαίῳ, εἴτε ἀπὸ τῆς ἕξεως γινώσκεται ἢ ἀγνοεῖται, ἢ φύσει καθὼς εἴρηται. εἰ δὲ τὴν ἀρετὴν ἑκούσιον λέγομεν, ὅτι τὸ μὲν τέλος φύσει, ἐστὶ καὶ γινώσκεται τῷ σπουδαίῳ, τὰ δὲ πρὸς τὸ τέλος ἐπ’ αὐτῷ ἑλέσθαι καὶ μή, τί κωλύει καὶ τὴν κακίαν διὰ ταῦτα ἑκούσιον εἶναι; καὶ γὰρ καὶ τὰ πρὸς τὸ τέλος ἀγονία φαῦλον ἐφ’ ἡμῖν ἑλέσθαι καὶ μή. εἰ δὲ πάλιν ἑκούσιόν ἐστιν ἡ ἀρετή, ὅτι καὶ ἡ γνῶσις τοῦ τέλους ἀπὸ τῶν ἕξεων γίνεται τῶν ἀγαθῶν, ὧν αὐτοί πὼς συναίτιοί ἐσμεν, εἴη ἄν καὶ ἡ κακία διὰ τοῦτο ἑκούσιον, ὅτι ἀπὸ τῶν πονηρῶν ἕξων ἀγνοεῖται τὸ τέλος. Ὅτι οὐχ ὁμοίως ἑκούσιά εἰσιν αἱ πράξεις καὶ ἕξεις. καὶ περὶ ἀνδρείας. κεφ. ζ΄. Τί μὲν οὖν ἐστιν ἡ ἀρετή, καθόλου καὶ ὁλοσχερῶς εἴρηται, ὅτι μεσότης ἐστὶ δύο κακιῶν, τῆς μὲν ἐλλείπουσα, τὴν δὲ ὑπερβάλλουσα· <καὶ> ὅτι ἕξις ἐστίν· ἔτι δὲ εἴρηται καὶ ὑπὸ τίνων γίνεται· καὶ ὅτι ὑφ’ ὧν ἐνεργειῶν καὶ πράξεων γίνεται, ταύτας πράττομεν μετὰ τὸ κτήσασθαι τὴν ἀρετήν· ἐδείχθη δὲ ὅτι καὶ ἐφ’ ἡμῖν ἐστι καὶ ἑκούσιος. νῦν δὲ ῥητέον, ὅτι οὐχ ὁμοίως ἐστὶν ἑκούσιον ἡ πρᾶξις καὶ ἡ ἕξις (καὶ γὰρ ἐδείχθη |καὶ ἄμφω ἑκούσια εἶναι)· τὰς μὲν οὖν πράξεις ποιοῦμεν γινώσκοντες κατὰ μέρος, καὶ διὰ τοῦτο κύριοί ἐσμεν καθάπαξ αὐτῶν ποιῆσαι ἢ μὴ ποιῆσαι ἀπ’ ἀρχῆς αὐτῶν μέχρι τέλους· καί εἰσιν ἑκούσιοι κυρίως· ἡ δὲ ἕξις οὐ γινώσκεται παντελῶς. γνώριμος γὰρ ἡ ἕξις οὐ δι’ ἑαυτήν ἐστιν ἀλλὰ διὰ τὰς πράξεις ἐξ ὧν γίνετα. ι· τὰς μὲν γὰρ πράξεις σφόδρα γινώσκομεν ὅθεν τὴν ἕξιν λαμβάνομεν, τὴν δὲ ἕξιν οὐκέτι. καθάπερ καὶ ἐπὶ τῶν ἀρ’ ἀρρωστιῶν γίνεται· τὴν μὲν γὰρ δίαιταν γινώσκοντες αἱρούμεθα, ἡ δὲ ἀρρωστία λεγηθότως ἐπακολουθεῖ. λέγεται τοίνυν ἡ ἕξις ἑκούσιος διὰ τὸ τὰς ἐνεργείας ἐξ ὧν γίνεται ἑκουσίους εἶναι· ταύτας γὰρ δυνατὸν ἦν μὴ ποιῆσαι. δεῖ δὲ ἤδη καὶ περὶ τῶν ἕξεων κατὰ μέρος διεξελθεῖν, τίς τέ ἐστιν ἑκάστη καὶ περὶ ποῖα πάθη τῆς ψυχῆς καὶ πῶς γίνεται· ἅμα δὲ ἀπὸ τούτων δῆλον ἔσται καὶ πόσαι εἰσί. καὶ πρῶτον περὶ τῆς ἀνδρείας διαληψόμεθα. ὅτι μὲν οὖν περὶ φόβους καὶ θάρρη ἐστὶ καὶ ὅτι μεσότης τούτων ἐστὶν ὑπερβάλλουσα μὲν τὴν δειλίαν, ἐλλείπουσα δὲ τῆς θρασύτητος, διὰ τῶν προειρημένων ἐφάνη· ῥητέον δέ, τίσιν ἀντίκειται. ὁ μὲν οὖν φόβος πρὸς τὰ φοβερὰ λέγεται καὶ τούτοις ἀντίκειται. φοβερὰ δέ εἰσι καθόλου πάντα τὰ δοκοῦντα κακά· διὸ καὶ τὸν φόβον ὁριζόμενοί φασιν εἶναι προσδοκίαν κακοῦ. φοβούμεθα οὖν πάντα τὰ κακά, οἷον ἀδοξίαν πενίαν νόσον ἀφιλίαν θάνατον· ἡ δὲ ἀνδρεία οὐ τούτοις πᾶσιν ἀντίκειται· οὐ γὰρ περὶ πάντα #x003E; ὁ ἀνδρεῖος εἶναι. φοβεῖται γὰρ ὁ ἀνδρεῖος, ἃ δεῖ φοβεῖσθαι· οὐ πάντα δὲ ταῦτα δέον μὴ φ. οβεῖσθαι ἀλλ’ ἔνια, οἷον ἀδοξίαν φοβεῖσθαι μὲν καλόν, μὴ φοβεῖσθαι δὲ αἰσχρόν, μὲν γὰρ αἰδήμονός ἐστιν ἀνθρώπου, τὸ δὲ ἀναισχύντου· εἰ καὶ ἀνδρεῖος ὁ τοιοῦτος καλεῖται κατὰ μεταφοράν, ὅτι ἔχει τι τοῦ ἀνδρείου, τὸ μὴ πάντα φοβεῖσθαι δηλονότι· ἄφοβος γάρ τίς ἐστι καὶ ὁ ἀνδρεῖος. πενίαν δὲ καὶ νόσον ἴσως οὐ δεῖ φοβεῖσθαι καὶ πάντα ὅσα μὴ ἀφ’ ἡμῶν αὐτῶν ἡμῖν συμβαίνουσιν ἢ διὰ κακίαν. ὥσπερ δὲ ὁ μὴ φοβούμενος ἃ δέον φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, εἰ μὴ κατὰ μεταφοράν, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ μὴ δεῖ φοβεῖσθαι, ἀνδρεῖός ἐστιν, ἀλλὰ καθ’ ὁμοιότητα μόνον λέγεται ἀνδρεῖος· καὶ γὰρ πολλοὶ ταῦτα μὴ φοβούμενοι ἀλλὰ ἐλευθέριοι ὄντες καὶ πρὸς χρημάτων ἀποβολὴν εὐθαρσῶς ἔχοντες δειλοί εἰσιν ἐν τοῖς πολεμικοῖς κινδύνοις. ὥσπερ δὲ ὁ φοβούμενος ἃ δεῖ μὴ φοβεῖσθαι οὐκ ἔστιν ἀνδρεῖος, οὕτως οὐδὲ ὁ μὴ φοβούμενος ἃ δεῖ φοβεῖσθαι ἀνδρεῖός ἐστιν, οἷον τὴν περὶ παῖδας ἢ γυναῖκα ὕβριν ὁ μὲν φοβούμενος οὐκ ἔστι δειλός, ὁ δὲ μὴ φοβούμενος οὐκ ἔστιν ἀνδρεῖος· ἢ ἐάν τις μέλλων μαστιγοῦσθαι οὐ φοβῆται ἀλλὰ θαρρῇ· οὗτοι γὰρ ἃ δεῖ φοβεῖσθαι μὴ φοβούμενοι οὔκ εἰσιν ἀνδρεῖοι. ἔστι τοίνυν ἀνδρεῖος ὁ τὰ μέγιστα μὲν τῶν δεινῶν μὴ φοβούμενος· οὐδεὶς γὰρ καρτερικώτερος τοῦ ἀ‘νδρείου· οὐκ ἀεὶ δὲ ὁμοίως· τινὰ γὰρ τῶν δεινῶν διὰ τὸν τρόπον καθ’ ὃν ἐπάγονται φοβερά εἰσι καὶ τῷ ἀνδρείῳ, οἷον ὁ θάνατος μὲν δοκεῖ εἶναι τὸ ἔσχατον τῶν κακῶν, ὅτι πέρας ἐστὶ τοῦ βίου καὶ οὐ δυνατὸν τῷ τεθνεῶτι ἢ ἀγαθ’ ὂν ἢ κακὸν γενέσθαι· καὶ τούτου ἕνεκα δοκεῖ μέγιστον εἶναι δεινὸν καὶ τοῖς ἀγαθοῖς καὶ τοῖς φαύλοις. ἀλλ’ ὁ μὲν ἀπὸ αἰσχρῶν γινόμενος αἰτιῶν φοβερός ἐστι τῷ ἀνδρείῳ, ὁ δὲ ἀπὸ τῶν ἀρίστων, οἷός ἐστιν ὁ ἐν πολέμῳ συμβαίνων, οὐκέτι, ἀλλὰ καὶ σφόδρα ἀγαπητός ἐστιν· ὁ δὲ ἐν νόσῳ ἢ ἐν θαλάττῃ θάνατος, καθόσον μὲν οὐκ ἐπῆλθε κατὰ σεμνοῦ τινος, φοβερὸς ἔσται τῷ ἀνδρείῳ, καθόσον δὲ λυπηρός ἐστιν, οὐδαμῶς. ὥστε λέγοιτο ἄν ἀνδρεῖος ὁ περὶ τὸν καλὸν θάνατον ἢ τὸν μὴ αἰσχρὸν ἀδεής, καὶ ὅσα θάνατον ἐπιφέρει αἰφνιδίως ἐπερχόμενα, οἷά εἰσι τὰ ἐν τῷ πολέμῳ. ὁ γὰρ τὰ αἰφνιδίως ἐπερχόμενα δεινὰ καρτερῶν ἀπόδειξιν ἐναργῆ παρέχεται τοῦ πρὸς ἕξιν ἀνδρείας ἐληλακέναι. κυρίως δὲ ἀνδρεῖος ὁ τὸν ἄριστον θάνατον καρτερῶν· ὥσπερ καὶ ἐπὶ τῶν τιμῶν ἔχει· τῶν μὲν γὰρ παρὰ τοῖς τυράννοις τιμῶν ὡς οὐδὲν ὅσιον ἐχουσῶν οὐδὲ βέβαιον ὁ ἀνδρεῖος καταφρονήσει, τῶν δὲ ἐν ταῖς πόλεσι ταῖς εὐνομουμέναις ὡς ἐννόμων καὶ δικαίων οὐκέτι. εἰσὶ δὲ καὶ οἱ θαλάττιοι πρὸς τὸν θάνατον ἀδεεῖς, ἀλλ’ οὐχ ὁμοίως τῷ ἀνδρείῳ· οἱ μὲν γὰρ δοκοῦσι καρτερεῖν διὰ τὸ καθάπαξ ἀπεγνωκέναι τὴν σωτηρίαν, οἱ δὲ διὰ τὴν ἐμπειρίαν ἐλπίζοντες περιγενέσθαι τῶν ἀπὸ τῆς θαλάσσης κακῶν. ἐπεὶ οὐδὲ δυνατὸν κυρίως ἐν τοῖς τοιούτοις ἀνδρίζεσθαι· ἀνδρίζεται γάρ τις ἐν οἷς χρεία τόνου τινὸς καὶ ὁρμῆς ἢ ὁ θάνατος σεμνός ἐστιν· ἐν κλύδωνι δὲ ἢ ἐν νόσῳ τὰ τοιαῦτα χώραν οὐκ ἔχει· οὔτε γὰρ ὁ θάνατος ἀγαθοῦ τινός ἐστιν αἴτιος οὔτε ὁρμῇ τινι χρώμεθα καὶ ἀλκῇ πρὸς αὐτόν. ἔτι τοίνυν ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ οὐχ ὁμοίως ἔχει. εἰσί γὰρ ἄλλα ἄλλοις φοβερώτερα· οἱ μὲν γὰρ τὴν τῶν χρημάτων ἀποβολὴν μάλιστα φοβοῦνται, ὅσοι φιλοχρήματοι, οἱ δὲ τὴν ἀδο|ξίαν, ὅσοι δόξης μάλιστα τῶν ἄλλων ἐρῶσιν, καὶ τὰ ἄλλα ὁμοίως (ἅτινα οἱ μὲν σφόδρα φοβοῦνται, δὲ ἔλαττον, οἱ δὲ οὐδαμῶς)· εἰσὶ δέ τινα, ἃ οὐδείς ἐστιν ἀνθρώπων, ὃς οὐ φοβεῖται, οἷά ἐστι τὰ ὑπὲρ ἄνθρωπον κακά, οἷον σκηπτοὶ καὶ σεισμοὶ καὶ θαλάσσης ἐκδρομαί· ταῦτα γὰρ πᾶσι τοῖς νοῦν ἔχουσι φοβερά. ταῦτα καὶ ὁ ἀνδρεῖος φοβεῖται μέν, ὡς ὁ εῖ δέ, καὶ καθὼς ὁ λόγος προστάττει, καὶ τοῦ καλοῦ ἕνεκα· τοῦτο γὰρ τέλος ὁ σπουδαῖος ποιεῖται τῶν ἰδίων παθῶν καὶ τῶν πράξεων καὶ διὰ τοῦτο πᾶσα ἀρετή. καὶ ταῦτα δὲ οὐχ ὁμοίως πᾶσίν εἰσι φοβερά, ἀλλὰ τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, ὥσπερ καὶ τὰ κατὰ ἄνθρωπον, ἅπερ οὐ πᾶσίν εἰσι φοβερά, οἷον πενία καὶ ἀδοξία καὶ τὰ τοιαῦτα, ἅτινα καὶ ὁ σπουδαῖος, ὅτε δεῖ, φοβηθήσεται, καθὼς εἴρηται, καὶ ὡς δεῖ. ὁ γὰρ φαῦλος διὰ τοῦτο ἁμαρτάνει, ὅτι οὐ φοβεῖται καθὼς δεῖ ἢ ὅτε δεῖ ἢ ἔνθα δεῖ· ὁμοίως δὲ καὶ θαρρῶν οὐ κατὰ τὸν προσήκοντα τρόπον καὶ χρόνον θαρρεῖ. ὁ μὲν οὖν θαρρῶν ἢ φοβούμενος ἃ καὶ οὗ ἕνεκα καὶ ὅτε προσήκει θαρρεῖν καὶ φοβεῖσθαι, ἀνδρεῖος· κατὰ τὸ εἰκὸς γὰρ θαρρεῖ καὶ φοβεῖται καὶ ὥσπερ ὁ λόγος τῆς ἀνδρείας ἔχει. τοῦτο γὰρ τέλος ἐστὶ πάσης ἐνεργείας τῆς κατ’ ἀρετήν, τὸ κατὰ τὸν λόγον τῆς ἕξεως γίνεσθαι, οἷον αἱ κατὰ δικαιοσύνην πράξεις τέλος ἔχουσι τὸ κατὰ τὸν λόγον τῆς ἕξεως τῆς δικαιοσύνης πράττεσθαι καὶ αἱ κατὰ τὴν ἀνδρείαν κατὰ τὸν λόγον τῆς ἕξεως τῆς ἀνδρείας. τέλος μὲν γὰρ ἁπάσης πράξεως τὸ καλόν· καλὸν δὲ τῷ ἀνδρείῳ ὁ τῆς ἀνδρείας λόγος καὶ τῷ δικαίῳ ὁ τῆς δικαιοσύνης καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τοῦτο γάρ ἐστιν ὁ λόγος τῶν πράξεων, τὸ κατὰ τὴν ἕξιν γίνεσθαι· ὅρος γάρ ἐστιν ἑκάστῳ τὸ τέλος αὐτοῦ· ὁ μὲν οὖν ἀνδρεῖος ἐν τῷ δέοντι καὶ τῷ προσήκοντι ἕστηκε· τῶν δὲ ὑπερβαλλόντων ὁ μὲν τῷ μὴ φοβεῖσθαι ὑπερβαλὼν, ἀνώνυμος· εἴρηται δ’ ἡμῖν ἐν τοῖς πρότερον, ὅτι πολλά ἐστιν ἀνώνυμα· καλοῖτο δ’ ἄν ὁ τοιοῦτος μαινόμενος ἢ ἀνάλγητος, εἰ μηδ’ ἐν φοβοῖτο, μήτε σεισμὸν μήτε κύματα, καθάπερ φασὶ τοὺς Κελτούς· ὁ δὲ τῷ θαρρεῖν ὑπερβάλλων περὶ τὰ φοβερὰ θρασύς. δοκεῖ δὲ καὶ ἀλαζὼν εἶναι ὁ θρασὺς καὶ προσποιητικὸς εἶναι ἀνδρείας· χρηματίζεται γὰρ ἀνδρεῖος εἶναι· ὡς γὰρ ἐκεῖνος περὶ τὰ φοβερὰ ἔχει, οὕτως ὁ θρασὺς βούλεται φαίνεσθαι. ἐν οὖν δύναται, μιμεῖται· διὸ καί εἰσιν οἱ πολλοὶ αὐτῶν θρασύδειλοι· ἐν τούτοις γὰρ θρασυνόμενοι, τὰ φοβερὰ οὐχ ὑπομένουσιν. ὁ δὲ τῶ φοβεῖσθαι ὑπερβάλλων δειλός, ὅτι ἃ μὴ δεῖ φοβεῖται καὶ οὐχ ὡς δεῖ· ἐλλείπει δὲ καὶ τῷ θαρρεῖν, ὑπερβάλλει δὲ ἐν ταῖς λύπαις, καὶ δύσελπίς τίς ἐστιν ὁ δειλός· πάντα γὰρ φοβεῖται. ὁ δὲ ἀνδρεῖος ἐναντίος· εὔελπις γάρ ἐστι· τὸ γὰρ θαρρεῖν ἀπὸ τοῦ τὰ χρηστὰ ἐλπίζειν γίνεται. περὶ τά αὐτὰ μὲν οὖν καὶ ὁ δειλὸς καὶ ὁ θρασύς ἐστι καὶ ὁ ἀνδρεῖος· εἰσὶ γὰρ περὶ τὰ φοβερὰ καὶ θαρραλέα, ἀλλ’ οὐχ ὁμοίως· διαφόρως γὰρ ἔχουσι πρὸς αὐτά· οἱ μὲν γὰρ ὑπερβάλλουσι καὶ ἐλλείπουσιν, ὁ δὲ μέσως ἔχει καὶ ἐπὶ τοῦ δέοντος ἵσταται. καὶ οἱ μὲν θρασεῖς πρὸ πετεῖς καὶ πρὸ τῶν κινδύνων ὁρμῶντες, καὶ σφόδρα βουλόμενοι τὰ δεινά, ἐν αὐτοῖς δὲ γενόμενοι ἀποπηδῶσιν, οἱ δὲ ἀνδρεῖοι τοὐναντίον ἐν αὐτοῖς μὲν τοῖς ἐργοις ὀξεῖς, πρότερον δὲ ἡσυχίαν ἄγουσι. καθάπερ οὗν εἴρηται, ἡ ἀνδρεία μεσότης ἐστὶ περὶ θαρραλέα καὶ φοβερά, καθὼς δεῖ· καὶ ὅτι καλὸν αἱρεῖται καὶ ὑπομένει καὶ ὅτι μὴ αἱρεῖσθαι καὶ ὑπομένειν αἰσχρὸν. τὸ δὲ ἀποθνήσκειν βουληθῆναι διὰ πενίαν ἢ διὰ ἔρωτα οὐκ ἔστιν ἀνδρείας ἀλλὰ μᾶλλον δειλίας· τὸ γὰρ γεύγειν τὰ ἐπίπονα μαλακίας καὶ χαυνότητος. οὐ γὰρ αἱρεῖταί τις τὸν τοιοῦτον θάνατον ὅτι καλός, ἀλλ’ ὅτι ἀπαλλαγή ἐστι κακοῦ, ὃ φέρειν οὐ δύναται· τὸ δὲ οὕτως ἔχειν δειλίας. ἡ μὲν οὖν ἀνδρ. εία τοιοῦτόν τι. Περὶ ἀνδρείας. κεφ. η΄. Λέγονται δὲ καὶ ἕτεραι ἀνδρεῖαι κατὰ πέντε τρόπους. πρώτη ἡ π· ολιτική, καθ’ ἣν οἱ πολῖται διὰ τὰ ἐκ τῶν νόμων ἐπιτ. ίμια καὶ τὰ ὀνείδη καὶ διὰ τὰς τιμὰς ὑπομένουσι τοὺς ὑπὲρ τῆς πόλεως κινδύνους. καὶ δοκοῦσιν ἀνδρειότατοι εἶναι, παρ’ οἷς οἱ δειλοὶ ἄτιμοι, οἱ δὲ ἀνδρεῖοι ἔντιμοι, οἵους καὶ Ὅμηρος ἐν τοῖς ποιήμασιν ᾄδει· οἷον τὸν Διομήδη καὶ τὸν Ἔκτορα· Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει· καὶ Διομήδης, Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσ’ ἀγορεύων, Τυδείδης ὑπ’ ἐμεῖο. ἔοικε δὲ αὕτη ἡ ἀνδρεία τῇ πρότερον εἰρημένῃ, ὅτι καθάπερ ἐκείνη τοῦ καλοῦ ἕνεκα, οὕτω καὶ αὕτη διά τινα γίνεται ἀρετήν. διὰ τὴν αἰδῶ γὰρ καὶ τὴν τοῦ καλοῦ ὄρεξιν καὶ διὰ τὴν φυ|γὴν τοῦ ὀνείδους, αἰσχροῦ ὄντος, οἱ πολῖται ἀνδρίζονται· αἰδούμενοι γὰρ τοὺς νόμους καὶ τιμῆς ὀρεγόμενοι τοὺς κινδύνους ὑπομένουσι. δευτέρα δὲ ἀνδρεία, καθ’ ἣν ἀνδρίζονται οἱ ὑπὸ τῶν ἀρχόντων ἀναγκαζόμενοι τοὺς πόνους καρτερεῖν, καὶ πρὸς τοὺς κινδύνους ἀνδρείως ἔχειν. χείρων δὲ αὕτη τῆς πολιτικῆς, ὅτι διὰ φόβον καὶ οὐ δι’ ἔρωτα ἀγαθοῦ γίνεται καὶ οἱ κατ’ αὐτὴν ἀνδριζόμενοι οὐ τὸ αἰσχρὸν ἀλλὰ τὸ λυπηρὸν φεύγουσιν. ἀναγκάζουσι γὰρ οἱ κύριοι, ὥσπερ ὁ Ἕκτωρ ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης πτώσσοντα νοήσω, οὐ οἱ ἄρκιον ἐσσειται φυγέειν κύνας. κἂν μὴ παρῶσι δὲ οἱ στρατηγοὶ τῇ παρατάξει καὶ ἀναγκάζωσι τοὺς στρατιώτας τοὺς κινδύνους καρτερεῖν, ἀλλὰ φόβον αὐτοῖς ἐνθέντες, δι’ ὧν πολλάκις ἐτύπτησαν λιπόντας τὴν τάξιν, τὸ αὐτὸ δρῶσι· καὶ οὕτω δι’ ἀνάγκην ἀνδρεῖοι δοκοῦσιν εἶναι· δεῖ δὲ οὐ δι’ ἀνάγκην αἱρεῖσθαι τὴν ἀνδρείαν ἀλλ’ ὅτι καλόν. δοκεῖ δὲ καὶ ἡ περὶ τὰ καθ’ ἕκαστα ἐμπειρία ἀνδρεία εἶναι. διὰ τοῦτο καὶ ὁ Σωκράτης τὴν ἀνδρείαν ἐπιστήμην ἐνόμισεν εἶναι. ἄλλοι μὲν οὖν ἐν ἄλλοις ἐπιστήμονες ὄντες ἀνδρεῖοι ἄν περὶ ταῦτα καλοῖντο· ἐν δὲ τοῖς πολεμικοῖς οἱ στρατιῶται. δοκεῖ γὰρ εἶναί τινα ἐν τῷ πολέμῳ κενά, ἃ μάλιστα συνεωράκασιν οὗτοι, καὶ τῶν ἄλλων μὴ εἰδότων οἷς συμπλέκονται, αὐτοὶ ἀνδρεῖοι δοκοῦσιν. ἐκ γὰρ τῆς ἐμπειρίας ταύτης δύνανται ποιῆσαι τοὺς ἀντιπάλους κακῶς καὶ μηδὲν παθεῖν ὑπ’ ἐκείνων, καὶ φυλάξασθαι μὲν τὰ βέλη καὶ τὰ δόρατα, πατάξαι δὲ αὐτοὺς εὐχερῶς διὰ τὸ I δύνασθαι χρῆσθαι τοῖς ὅπλοις καλῶς καὶ τοιαῦτα ἔχειν τὰ ὅπλα, ὁποῖα ἂν γένοιτο ἐπιτήδεια καὶ πρὸς τὸ πατάξαι τοὺς ἀντιπάλους καὶ πρὸς τὸ μηδὲν παθεῖν δεινὸν ὑπ’ ἐκείνων· μάχονται γοῦν ὥσπερ ὡπλισμένοι ἀνόπλοις. καὶ γὰρ ἐν τοῖς τοιούτοις ἀγῶσιν οὐχ οἱ ἀνδρειότατοι μαχιμώτατοί εἰσιν ἀλλ’ οἱ μάλιστα ἰσχύοντες καὶ τὰ σώματα ἄριστα ἔχοντες καὶ τὴν ἐμπειρίαν ἄριστοι· δειλοὶ δὲ γίνονται οἱ τοιοῦτοι, ὅταν ὑπερβάλλῃ ὁ κίνδυνος καὶ λείπωνται τοῖς πλήθεσι καὶ ταῖς παρασκευαῖς· πρῶτοι γὰρ οἱ ἔμπειροι φεύγουσιν. οἱ δὲ ἀνδριζόμενοι κατὰ τὰ πολιτικὰ μένοντες ἀποθνήσκουσιν, ὅπερ κἀπὶ τῷ Ἑρμαίῳ συνέβη. οἱ μὲν γὰρ παραταττόμενοι στρατιῶται ἔφυγον, αἰσθόμενοι τοῦ κινδύνου μείζονος, οἱ δὲ πολῖται μείναντες ἀπέθανον· ὁ γὰρ θάνατος αὐτοῖς αἱρετώτερος ἐδόκει τῆς σωτηρίας ταύτης· οἱ δὲ στρατιῶται ἠνδρίζοντο μέν, οἰόμενοι κρείττους εἶναι καὶ πλείους τῶν ἀντιπάλων· ἐπεὶ δὲ ἔγνων ἐλάττονες ὄντες καὶ χείρονες, ἔφυγον, τὸν θάνατον μᾶλλον φοβηθέντες ἡ τὸ αἰσχρόν. ὁ δὲ ἀνδρεῖος οὐ τοιοῦτος. λέγεται δὲ ἀνδρεία καὶ ὁ θυμὸς παρά τισι· καὶ ἀνδρεῖοι καλοῦνται, καθά. περ τὰ θηρία, ἐπὶ τοὺς τρώσαντας φερόμενοι, ὅτι καὶ οἱ ἀνδρεῖοι θυμοειδεῖς. ἰδ’ εῖς. ὁ γὰρ θυμὸς ὁρμητικόν ἐστι πρὸς τοὺς κινδύνους· ὅθεν καὶ Ὅμηρός φησι. σθένος ἔμβαλε θυμῷ καὶ μένος <καὶ> θυμὸν καὶ δριμὺ δ’ ἀνὰ ῥῖνας μένος καὶ ἔζεσεν αἶμα· πάντα γὰρ τὰ τοιαῦτα ἔοικε σημαίνειν τὴν τοῦ θυμοῦ ἔγερσιν καὶ ὁρμήν. ὁ μὲν οὖν ἀνδρεῖος καλοῦ τινος ἕνεκα πάντα ποιεῖ, ἄγεται δὲ ὑπὸ τοῦ θυμοῦ οὐδαμῶς, ἀλλὰ χρῆται τούτῳ συνεργῷ καθάπερ ὀργάνῳ. οἱ δὲ λεγόμενοι ἀνδρεῖοι διὰ τὴν ὁρμὴν τοῦ θυμοῦ οὐ διὰ τὸ καλὸν πράττουσιν ἀλλὰ διὰ λύπην, ὥσπερ τὰ θηρία διὰ τὸ πληγῆναι ἢ διὰ τὸ φοβεῖσθαι, οὐ χρώμενα τῷ θυμῷ ἀλλ’ ὑπ’ αὐτοῦ μᾶλλον ἀγόμενα· οἵτινες, πρὶν πληγῆναι ἢ φοβηθῆναι, οὐδεμίαν ἐπιδείκνυνται ὁρμήν· ἐπεὶ καὶ τὰ θηρία, ἐὰν ἐν ὕλῃ ᾖ ἢ ἐν ἕλει, οὐ προσέρχονται οὐδὲ ὁρμῶσιν. οὐκ ἔστι τοίνυν ἀνδρεῖός ὁ δι’ ἀλγηδόνα ἢ θυμοῦ κινοῦντος ἢ ἄλλου τινὸς πάθους πρὸς τὸν κίνδυνον ὁρμῶν, καὶ μηδὲν τῶν δεινῶν προορώμενος, ἐπεὶ οὕτω γε κἂν οἱ ὄνοι ἀνδρεῖοι καλοῖντο δικαίως πεινῶντες· τυπτόμενοι γὰρ οὐκ ἀφίστανται τῆς νομῆς· καὶ οἱ μοιχοὶ δὲ διὰ τὴν ἐπιθυμίαν τολμηρὰ πολλὰ δρῶσιν· ἀλλ’ οὔκ· εἰσιν ἀνδρεῖοι οὔτε οἱ ὄνοι οὔτε ἄνθρωποι θρωποι οἱ δι’ ἀλγηδόνος ἢ θυμοῦ ἢ ἄλλου τινὸς πάθους ἐξελαυνόμενοι πρὸς τὸν κίνδυνον. ἡ δὲ φυσι· κωτάτη καὶ ἡ κυρίως ἀνδρεία ἐκείνη ἐστίν, ὅταν κινώμεθα μὲν διὰ τοῦ θυμοῦ, μετὰ προαιρέσεως δὲ καὶ ἕνεκα τοῦ ἀγαθοῦ. οἱ δὲ διὰ τὰ προειρημένα ὀργιζόμενοι οὐκ ἀνδρεῖοί εἰσιν ἀλλὰ μάχιμοι· οὐ γὰρ διὰ τὸ καλὸν ὁρμῶσι καὶ ὀργίζονται ἀλλὰ διὰ τὸ πάθος· καὶ οὐχ ὡς δέον ἐστὶ καὶ ὁ ὀρθὸς ἀπαιτεῖ λόγος, ἀλλ’ ὡς ἂν κινήσειε τὸ πάθος. δοκοῦσι δὲ καὶ οἱ εὐέλπιδες πάντες ἀνδρεῖοι εἶναι, οὐκ εἰσὶ δὲ πάντες. δυνατὸν γὰρ εὐέλπιδας εἶναι οὐ διὰ τὸ μὴ φοβεῖσθαι τὰ λυπηρὰ τοῦ ἀγαθοῦ ἕνεκα ἀλλὰ διὰ τὸ πολλάκις καὶ πολλοὺς νενικηκέναι καὶ διὰ τοῦτο |θαρρεῖν, ὡς οὐ περιπεσοῦνται τοῖς κακοῖς· δοἠνδρίζοντο κοῦσι δὲ ὰνὸρεῖοι διὰ τὸ ἐοικέναι τοῖς ἀνδρείοις κατὰ τὸ θαρρεῖν. ἁ λ· Η οἱ μὲν ἀνδρεῖοι θαρροῦσι διὰ τὰ προειρημένα, οὗτοι δὲ διὰ τὸ οἴεσθαι μηδὲν πείσεσι λυπηρόν. οὕτω δὲ καὶ οἱ μεθυσκόμενοι εὐέλπιδές εἰσιν, ὅτι οἴονται πάντα αὐτοῖς καθ’ ἡδονὴν ἀπαντήσειν διὰ τοῦτο καὶ ἐπειδὰν ἐναντίοις ἐντύχωσι τῶν προσδοκωμένων, ἀποπηδῶσιν· ὁ δὲ ἀνδρεῖος ἐρχόμενα καὶ φαινόμενα τὰ λυπηρὰ ὑπομένει, ὅτι ἀγαθόν ἐστιν ὑπομένειν ἢ αἰσχρὸν τὸ μὴ ὑπομένειν. διὰ τοῦτο καὶ ἐν τοῖς ἀνδρείοις ἐκεῖνος μᾶλλον 10 ἀνδρεῖός ἐστιν, ὃς ἐν τοῖς αἰφνιδίοις ἀτάραχος καὶ ἄφοβός ἐστιν ἢ ἐν τοῖς σφόδρα προδήλοις καὶ πρὸ ὀφθαλμῶν οὖσιν· ὁ μὲν γὰρ προγινώσκων τὰ 10 λυπηρὰ λογισμῷ καὶ κρίσει προπαρασκευασάμενος ὑπομείνειεν ἄν, ὁ δὲ μὴ προγινώσκων, εἶτα ἐπιόντα ὑπομένων, δῆλός ἐστιν εἰς ἕξιν ἀνδρείας ἐλθών. λέγονται δὲ ἀνδρεῖοι καὶ οἱ δι᾿ ἄγνοιαν τῶν ἀπαντησόντων κακῶν εἰς τοὺς κινδύνους ὁρμῶντες. καὶ σχεδὸν τῶν εὐελπίδων οὐδὲν διαφέρουσι, πλὴν ὅσον οἱ μὲν εὐέλπιδες ὑπομένουσι τὰ δεινὰ χρόνον τινά, οἱ δὲ ἀποοὐντες, ἐπειδὰν γνῶσι, φεύγουσιν· ὥσπερ οἱ Ἀργεῖοι ἔπαθον περιπεσόντες τοῖς Λάκωσιν ὡς Σικυωνίοις. Περὶ ἀνδρείας, ὅτι ὁ ἀνδρεῖος περὶ τὰ φοβερὰ καὶ λυπηρά ἐστι μᾶλλον ἢ περὶ τὰ θαρραλέα καὶ ἡδέι κεφ. θ΄. Τίνες μὲν οὖν οἱ ἀληθῶς ἀνδρεῖοι καὶ τίνες οἱ δοκοῦντες εἴρηνται. ἐπεὶ δὲ περὶ θάρρη καὶ φόβους ἐστὶν ἡ ἀνδρεία οὐχ ὁμοίως περὶ ἄμφω ἐστίν, ἀλλὰ μᾶλλον περὶ τὰ |φοβερά. ὁ γὰρ περὶ τὰ φοβερὰ ἀτἀραχος μᾶλλον ἀνὸρεῖός ἐστιν ἢ ὁ περὶ τὰ θαρραλέα. uείζΦν γὰρ ὁ ἀγὼν οὗτος ἢ ἐκεῖνος· τὸ γὰρ ὑπομεῖναι λύπην χαλεπώτερόν ἐστιν ἢ τῶν ἡδέων. ἀπέχεσθαι. διὰ τοῦτο καὶ λυπηρὸν ἡ ἀνδρεία, ὅτι ἀνδρεῖοί εἰσιν οἱ τὰ λυπηρὰ ὑπομένοντες· τούτου δὴ χάριν καὶ ἐπαινεῖται. εἰ γὰρ καὶ ἡδονὴν ἔχει ιινὰ ὁ ἀνδρεῖος διὰ τὸ τέλος (τὸ γὰρ τέλος ἡδύ), ἀλλ᾿ ὅμως ὑπὸ τῶν λυπηρῶν οἷς παλαίει καὶ ταύτην ἀφανίζεσθαι συμβαίνει. καθάπερ καὶ ἐπὶ τῶν γυμνικῶν ἀγώνων ἔχει· τοῖς γὰρ πύκταις τὸ μὲν τέλος ἡδύ (στέφανος γὰρ καὶ τιμαί), τὸ δὲ τύπτεσθαι ἀλγεινόν (σάρκινοι γάρ)· τοῖς δὲ τοιούτοις λυπηρὸν πᾶς πόνος. ὅτι τοίνυν τὰ μὲν λυπηρὰ μεγάλα, τὸ δὲ ἡδὺ μικρόν, οὐδὲν ἡδὺ δοκοῦσιν ἔχειν· τοιοῦτον δή τι xal ἐπὶ τῶν ἀνδρείων συμβαίνει. ὁ μὲν γὰρ θάνατος καὶ τὰ τραύματα λυπηρά ἐστιν αὐτοῖς καὶ διὰ τοῦτο καὶ ἀκούσια· ὑπομένουσι δὲ αὐτά, ὅτι καλὸν τὸ ὑπομένειν ἢ ὅτι αἰσχρὸν μὴ ὑπομένειν. καὶ τοσοῦτον μᾶλλον δοκοῦσιν, ὅσον ἄν εἶεν ἀγαθοὶ καὶ ἀνὸοεῖοι καὶ εὐδαίμονες καὶ πᾶσαν μετελθόντες ἀρετήν· τοῖς γὰρ ιοιούιοις μάλιστα ὁ θάνατος λυπηρόν, ὅτι τὸ ζῆν πολλοῦ τινος ἄξιον ἦν διὰ τὸ ἄριστα ζῆν καὶ ὡς προσῆκεν ἀνθρώπῳ, καὶ ὁ θάνατος νατος αὐτοὺς πολλῶν ἀποστερήσει τῶν ἀγαθῶν. διὰ τὸ μέγεθος τοίνυν τῶν λυπηρῶν δοκεῖ τὸν ἀνδρεῖον μηδεμίαν ἡδονὴν ἔχειν· τὸ δὲ οὕτως ἀλγεῖν καὶ δάκνεσθαι ὑπὸ τῶν λυπηρῶν οὐδὲν κωλύει ἀνδρεῖον εἶναι. xo μὲν γὰρ ἡττᾶσαι τῶν λυπηρῶν καὶ ὑποχωρεῖν οὐκ ἀνδρείου, τὸ δὲ ὸάκνεσθαι καὶ λυπεῖσθαι οὐκέτι· ὅσον γὰρ μᾶλλον λυπεῖται καὶ λυπού- μένος ὑπομένει διὰ τὸ ἀγαθόν, τοσοῦτον |ἀνδρεῖος ἂν εἴη κυρίως. ἐπεὶ καὶ ἐν πάσαις ταῖς ἄλλαις ἀρεταῖς οὐδεμία ἐνέργεια μεθ’ ἡδονῆς ἐστι καθ’ ἑαυτήν, ἀλλὰ μόνον, διότι πρὸς τὸ τέλος ἀγαθὸν ἄγει, ἡδεῖα δοκεῖ τῷ ἐνεργοῦντι. ἐν δὲ τοῖς στρατιώταις ἴσως οὐκ ἀνάγκη πᾶσα ἰὸν ἀκριβῆ τῆς ἀνδρείας ὅρον ζητεῖν· μᾶλλον δὲ χρησιμώτεροι ἂν εἶεν πρὸς τὸν πόλεμον οἱ ἀνδρείας μὲν οὐ πάνυ μετέχοντες, τῶν ἄλλων δὲ ἀγαθῶν ἐστερημένοι· ἑτοιμότεροι γὰρ οὗτοι πρὸς τοὺς κινδύνους καὶ τὸν βίον μικρῶν ἕνεκα κερδῶν προδιδόασιν. οἱ γὰρ κυρίως ἀνδρεῖοι, φρόνιμοι ὄντες καὶ τὰ ἄλλα σπουδαῖοι, χαίρουσι μὲν τῷ βίῳ ἑαυτῶν ἀγαθῷ ὄντι, προίενται δὲ αὐτὸν οὐ πάνυ ῥαδίως. περὶ μὲν οὗ οὖν ἀνδρείας ἱκανῶς εἴρηται· ῥᾴδιον δὲ ἅπα τῶν εἰρημένων καὶ ὁρισμὸν αὐτῆς ἀποδοῦναι ὡς ἐν τύπῳ. Περὶ σωφροσύνης. κεφ. ι΄. Μετὰ δὲ ταῦτα περὶ σωφροσύνης λέγομεν· ὁμοταγὴς γάρ ἐστι τρόπον τινὰ τῇ ἀνδρείᾳ, καθόσον τοῦ ἀλόγου μέρους εἰσὶν ἀμφότεραι. ὅτι μὲν οὖν ἡ σωφροσύνη μεσότης ἐστὶ περὶ ἡδονάς, εἴρηται ἡμῖν· περὶ ἡδονὰς δὲ λέγω, ὅτι εἰ καὶ περὶ λύπας ἐστίν, ἀλλ’ ἧττον καὶ οὐχ ὁμοίως ὡς περὶ τὰς ἡδονὰς ἔχει· ἐν τούτοις δὲ καὶ ἡ ἀκολασία φαίνεται. ὅτι μὲν οὖν περὶ ἡδονάς ἐστιν ἡ σωφροσύνη, εἴρηται· νὺν δὲ ἀφορίσωμεν περὶ ποίας ἐστὶ τῶν ἡδονῶν. τῶν ἡδονῶν δὲ αἱ μέν εἰσι σωματικαί, αἱ δέ ψυχικαί. ἐν γὰρ φιλοτιμίᾳ καὶ φιλομαθείᾳ ἡδοναί εἰσι ψυχικαί· ἑκάτερος γὰρ ὅ τε φιλότιμος καὶ ὁ φιλομαθὴς ἥδεται ᾧ φιλεῖ, μηδὲν πάσχοντος τοῦ σώματος ἀλλὰ μᾶλλον ἰῆς διανσίας· οἱ δὲ περὶ τὰς τοιαύτας ἡδονὰς οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται. ὁμοίως δὲ οὐδ’ οἱ περὶ τὰς ἄλλας ὅσαι οὔκ εἰσι σωματικαί· τοὺς γὰρ φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τὰ τυχόντα κατα- τρίβοντας τὰς ἡμέρας ἀδολέσχους ὀνομάζομεν, ἀκολάστους δὲ οὐδαμῶς, οὐδὲ τοὺς λυπουμένους ἐπὶ χρήμασιν ἢ φίλοις, ὅταν ἢ τούτους ἢ ἐκεῖνα ζημιωθῶσι. περὶ μὲν οὖν τὰς ψυχικὰς ἡδονὰς οὐκ ἔστιν ἡ σωφροσύνη· περὶ δὲ τὰς σωματικὰς εἴη ἄν· οὐ περὶ πάσας δὲ οὐδὲ ταύτας. οἱ γὰρ χαίροντες τοῖς ἡδέσι τῶν ὁρατῶν, οἷον χρώμασι καὶ σχήμασι καὶ γραφῇ, οὔτε σώφρονες οὔτε ἀκόλαστοι λέγονται, οὐδ’ ὅσοι ψόφων τινῶν καὶ μελῶν ἐρῶσιν, οὐδ’ ὅσοι τῶν ἡδέων ὀσμῶν. καίτοι καὶ ἐν τούτοις εἰσὶ καὶ μεσότητες καὶ τὸ ὡς δεῖ καὶ ὑπερβολαὶ καὶ ἐλλείψεις τοῦ δέοντος· ἀλλ’ ὅμως οὔτε τοὺς μέσους σώφρονας λέγομεν οὔτε τοὺς ὑπερβάλλοντας ἀκολάστους. εἰ δὲ τῶν περὶ τὰς ὀσμὰς τοὺς μὲν μήλων ὀσμῆς ἐρῶντας ἢ ῥόδων ἢ θυμιαμάτων οὐ λέγομεν ἀκολάστους, ἀλλὰ τοὺς μύρων καὶ ὄψων ἀκολάστους καλοῦμεν· ἀλλὰ κατὰ συμβεβηκός· χαίρουσι γὰρ τούτοις οἱ ἀκόλαστοι, ὅτι διὰ τούτων ἀνάμνησις γίνεται αὐτοῖς τῶν ἑ ἐπιθυμητῶν. ἴδοι δ’ ἄν τις καὶ τις καὶ τοὺς ἄλλους, ὅταν πεινῶσιν, ἡδομένους τῇ τῶν βρωμάτων ὀσμῇ. ὅθεν δῆλον, ὄα οἱ ταῖς τοιαύταις ὀσμαῖς ἡδόμενοι κατὰ συμβεβηκὸς ἥδονται, ὅτι ἀνάμνησις αὐτοῖς γίνεται τῶν βρωμάτων καὶ τῆς ἄλλης φλυαρίας, οἷς ἥδονται οἱ ἀκόλαστοι. οὐκ ἔστι τοίνυν οὔτε τῷ ἀνθρώπῳ οὔτε ἄλλῳ τινὶ ζῴῳ κατὰ τὰς εἰρημένας αἰσθήσεις |ἡδονή, εἰ μὴ κατὰ συμβεβηκός. ἡδονὰς δὲ λέγω, περὶ ἃς ὁ ἀκόλαστός ἐστιν ἢ <ὁ> σώφρων. καὶ γὰρ οἱ κύνες, εἰ καὶ ταῖς ὀσμαῖς τῶν λαγωῶν, ἀλλ’ οὐ δι’ αὐτὰς ἀλλὰ διὰ τὴν βρῶσιν· ἀπὸ γὰρ τῆς ὀσμῆς αἴσθησιν λαμβάνοντες ἰῆς θήρας διώκουσιν. ὁμοίως δὲ καὶ ὁ λέων οὐχ ἥδεται τῇ ὀσμῇ τοῦ βοὸς ἢ τῇ φωνῇ ἀλλὰ τῇ βρώσει· ὅτι δὲ ἐγγύς ἐστι, διὰ τῆς φωνῆς ᾔσθετο· οὐδὲ χαίρει ὅτι εἶδεν ἢ εὗρεν ἔλαφον ἢ ἄγριον αἶγα, ἀλλ’ ὅτι βορὰν ἕξει. περὶ τὰς ἡδονὰς τοίνυν, ὧν κοινωνοῦμεν καὶ τοῖς λοιποῖς ζῴοις, ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἐστίν· αἱ δέ εἰσιν ἁφὴ καὶ γεῦσις. διὰ τοῦτο θηριώδεις τινὲς <καὶ ἀνδραποδώδεις> οἱ ἀκόλαστοι φαίνονται, ὅτι οἷς ἥδονται τὰ θηρία, ταῦτά εἰσιν ἀκρατεῖς. τούτων δὲ μᾶλλον τῇ ἀφῇ ἥδονται ἢ τῇ γεύσει· μᾶλον δὲ τῇ γεύσει μὲν οὐδαμῶς ἀλλὰ τῆ ἁφῇ μόνον, ὥς γε ἀκόλαστοι οὐ μόνον ἐν ταῖς ἄλλαις ἡδοναῖς ἀλλὰ καὶ ἐν σιτίοις καὶ ἐν ποτοῖς. καὶ τούτοις γὰρ οὐχ ὡς γευστοῖς μόνον χαίρουσι (γεύσεως γάρ ἐστι τὸ τοὺς χυμούς, ὅπερ ποιοῦσιν οἱ τοὺς οἴνους δοκιμάζοντες καὶ οἱ τὰ ὄψα ἀρτύοντες) ἀλλὰ μᾶλλον ὡς ἁπτοῖς. διὰ τοῦτο καί τις Φιλόξενος ὁ Ἐρύξιος, ὀψοφάγος ὤν, ηὔξατο τὸν φάρυγγα αὑτοῦ μακρότερον γεράνου γενέσθαι, ὡς ἡδόμενος ἰῇ ἀφῇ τῶν ὄψων. κοινοτάτη γάρ ἐστιν ἡ ἁφὴ ἐν πάσαις ταῖς αἰσθήσεσιν· ἐπεὶ καὶ ἁφῇ τινι πᾶσαι αἱ αἰσθήσεις αἰσθάνονται. περὶ ταύτην δὴ τὴν ἁφὴν ἡ ἀκολασία ἐστί· καὶ δόξειεν ἂν δικαίως ἐπονείδιστος εἶναι, ὅτι συμβαίνει ἡμῖν οὐ καθόσον ἐσμὲν ἄν- θρωποι ἀλλὰ καθὸ ζῷα· τὸ δὲ τὸ ἲς τοιούτοις χαίρειν καὶ τούτων μάλιστα ἐφίεσθαι θηριῶδες. καίτοι εἰσὶ καὶ κατὰ τὴν ἁφὴν ἐλευθέριοι ἡδοναί, ἃς ὁ ἀκόλαστος ἀφῄρηται, οἷον αἱ ἐν τοῖς γυμνασίοις διὰ τρίψεως καὶ θερμασίας γινόμεναι· οὐ γὰρ περὶ πάσαν ἁφὴν ὁ ἀκόλαστος· οὐ γὰρ περὶ πᾶν τ. ὸ σῶμα ἀλλὰ περί τινα μέρη. Περὶ ἐπιθυμίας. κεφ. ια΄. Επεὶ δὲ περὶ ἐπιθυμιῶν ἀκόλουθον εἰπεῖν, ῥητέον ποσαχῶς ἡ ἐπιθυμία. ἡ μὲν οὗν ἐστι κοινὴ καὶ φυσική, ἡ δὲ ἰδία καὶ ἐπίθετος. κοινὴ μὲν οὖν ἐπιθυμία ἐστὶ τὸ ὀρέγεσθαι τροφῆς ξηρᾶς ἢ ὑγρᾶς, ὅταν ἐν χρείᾳ τούτων γενώμεθα, ἰδία δὲ καὶ ἐπίθετος τὸ τοιᾶσδε ὀρέγεσθαι ἢ τοιᾶσδε. τοῦτο γὰρ οὐκέτι φυσικὸν οὐδὲ κοινόν· οὐ γὰρ τῶν αὐτῶν πάντες. ὀρέγονται οὐδὲ ὁμοίως, ἀλλ’ οἱ μὲν ταύτης, οἱ δὲ ἐκείνης· καὶ οἱ τῆς αὐτῆς ὀρεγόμενοι οὐχ ὁμοίως ὀρέγονται, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον. ὥστε ἡ τοιαύτη ἐπιθυμία οὐκ ἔστι κοινὴ οὐδὲ φυσικὴ ἁπλῶς, ἀλλὰ ἐπίθετος, ὑφ’ ἡμῶν ἐπινοηθεῖσα. καίτοι κατά τινα τρόπον καὶ φυσική ἐστι, διὰ τὸ ἀκολούθως ἕκαστον τῆ ἑαυτοῦ φύσει καὶ τὴν ἐπιθυμίαν ἔχειν. ἐν μὲν οὖν ταῖς φυσικαῖς ἐπιθυμίαις ὀλίγοι ἁμαρτάνουσι καὶ καθ’ ἕνα τρόπον, ὅταν χρῶνται ταῖς τοιαύταις ἐπιθυμίαις πλέον ἢ προσήκει, οἷον ὅταν πλείω τῶν μετρίων ἐσθίωσιν, ὥσπερ οἱ γαστρίμαργοι, οἵτινες παρὰ τὸ δέον πληροῦσι τὴν φυσικὴν ἐπιθυμίαν. τοιοῦτοι δὲ γίνονται οἱ λίαν ἀνδραποδώδεις. ἐν δὲ ταῖς ἐπιθέτοις καὶ ἰδίαις ἐπιθυμίαις πολλοὶ ἁμαρτάνουσι καὶ κατὰ πολλοὺς τόπους ἐπεὶ πολλαὶ ἰδέαι τῶν τοιούτων ἐπιθυμιῶν· πολλαὶ γὰρ ἰδέαι τροφῶν καὶ πόσεων καὶ ἐνδυμάτων καὶ τῶν ἄλλων φυσικῶν ἐπιθυμητῶν· καὶ διὰ τοῦτο καὶ πολλαχῶς περὶ τὰς τοιαύτας ἐπιθυμίας ἁμαρτάνουσιν ἢ χαίροντες οἷς μὴ δεῖ ἢ πλέον ἡ κατὰ τοὺς πολλούς. οἱ γὰρ ἀκόλαστοι κατὰ πάντα ὑπερβάλλουσι· χαίροντες γὰρ οἷς οὐ δεῖ, ἐάν ποτε καὶ τὰς δεούσας τῶν ἡδονῶν ἕλωνται, πλέον ἢ προσήκει καὶ οὐχ ὡς οἱ πολλοὶ χαίρουσιν αὐταῖς. Τίνα τρόπον περὶ λύπας ἐστὶν ἡ σωφροσύνη καὶ ἡ ἀκολασία. κεφ. ιβ΄. Ὅτι μὲν οὖν ἡ περὶ τὰς ἡδονὰς ὑπερβολή, ἡ ἀκολασία, ψεκτόν, δῆλον· ἐν δὲ ταῖς λύπαις, οὐ καθάπερ ἐπὶ τῆς ἀνδρείας ἐλέγετο, ὅτι τὸ μὴ ὑπομένειν μηδὲ φέρειν δειλία ἐστίν, οὕτω καὶ ἐπὶ τῆς σωφροσύνης τὸ μὴ ὑπομένειν ἀκολασία ἐστὶν ἢ τὸ φέρειν σωφροσύνη· ἀλλ’ ἔστιν ἀκολασία περὶ τὰς λύπας, ὅταν τις λυπῆται τῶν ἡδέων οὐ τυγχάνων πλέον ἢ δεῖ καὶ <οὐχ> ὡς δεῖ· καὶ σωφροσύνη ὁμοίως, ὅταν τις ὅσον δεῖ λυπῆται ὡς δεῖ καὶ ἐφ’ οἶς δεῖ καὶ μηδεμίαν αὐτῷ λύπην ἐπάγῃ ἡ τῶν ἡδέων ἀπουσία. ὁ γὰρ ἀκόλαστος ἐπιθυμεῖ τῶν ἠδέων πάντων ἢ τῶν μάλιστα καὶ ἄγεται ἄγεται ὑπὸ τῆς ἐπιθυμίας, ὥστε ἀντὶ πάντων τὰ ἡδέα αἱρεῖσθαι. διὸ καὶ λυπεῖται ἀποτυγχάνων τῶν ἐπιθυμητῶν· μετὰ λύπης γὰρ ἡ ἔπι θυμία. ὥστε καὶ ἄτοπόν τι δοκεῖ τὸ δι’ ἡδονὴν λυπεῖσθαι καὶ αἰτίαν εἶναι τὴν ἡδονὴν τοῦ ἐναντίου. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ὑπερβολὴ· ἀκολασία ἐστίν, ὡς εἴρηται. ἡ δὲ ἔλλειψις ὄνομα οὐκ ἔχει διὰ τὸ μὴ πάνυ εὑρίσκεσθαι. οἱ γὰρ περὶ τὰς ἡδονὰς ἐλλείποντες καὶ τοῦ δέοντος |ἔλαττον ἐπιθυμοῦντες αὐτῶν οὐ πάνυ γίνονται· σχεδὸν γὰρ ἔξω τῆς ἀνθρωπίνης φύσεως ἐστιν ἡ τοιαύτη ἀναισθησία. καίτοι καὶ τὰ ἄλογα ζῷα διακρίνει τὰ βρώματα καὶ χαίρει μὲν τοῖς ἡδέσι, τοῖς δὲ μὴ τοιούτοις οὐδαμῶς. εἰ δέ τις· οὐδὲν ἡδὺ νομ· ίζει εἶναι οὐδὲ γινώσκει διαφορὰν· τῶν ἡδέων καὶ τῶν ἐναντίων, πόρρω ἄν εἴη τοῦ ἄνθρωπος εἶναι. ἡ μὲν οὖν περὶ τὰς ἡδονὰς ἢ λύπας ἔλλειψις ἢ ὑπερβολὴ 40 κακία ἐστίν, ἀρετὴ δὲ τὸ μέσον, ἡ σωφροσύνη. ὁ γὰρ σώφρων οὔτε ἥδε- ται μάλιστα οἷς ὁ ἀκόλαστος, ἀλλὰ μᾶλλον δυσχεραίνει πᾶσιν, οἷς οὐ δέον ἐστὶ χαίρειν· οὔτε οἷς χαίρει, μᾶλλον χαίρει τοῦ δέοντος οὔτε λυπεῖται τῶν ἡδέων ἀπόντων, οὐδ’ ἐπιθυμεῖ τῶν ἡδέων ἢ ἐπιθυμῶν μετρίως ἐπιθυμεῖ καὶ οὐ πλέον ἢ δεῖ οὐδὲ ὅτε μὴ δεῖ. ὅσα μέντοι πρὸς ὑγίειάν ἐστιν ἢ πρὸς εὐεξίαν συντελοῦντα, ἡδέα ὄντα, ἢ τὸ ἐλάχιστον οὐκ ἐμποδὼν γινόμενα τῇ ὑγιείᾳ καὶ τῇ εὐεξίᾳ, τούτων ὀρέγεται μέν, μετρίως δὲ καὶ καθὼς δεῖ. ὁ γὰρ ἡδονῶν ἐπιθυμῶν, αἵτινες αὐτω π· ρὸς τὸ εἶναι ἐμποδὼν γίνονται ἢ πρὸς τὸ εὖ εἶναι, παρὰ [δὲ] τὸ δέον ἐπιθυμεῖ. ὁ δὲ σώφρων οὐ τοιοῦτος, ἀλλ᾿ ὡς ὁ ὀρθὸς λόγος. Ὅτι ἡ ἀκολασία μᾶλλον ἑκούσιόν ἐστιν ἢ ἡ δειλία. κεφ. ιγ΄. Ἐπεὶ δὲ καὶ ἡ ἀκολασία καὶ ἡ δειλία ἑκούσια, ζητητέον, εἰ ὁμοίως εἰσὶν ἑκούσια. δοκεῖ δὲ μὴ ὁμοίως, ἀλλὰ τὴν ἀκολασίαν μᾶλλον ἑκούσιον εἶναι. τῆς μὲν γὰρ δειλίας ἡ λύπη αἰτία· διὰ γὰρ τὸ φοβεῖσθαι τὴν λύπην δειλοὶ γινόμεθα. τὴν δὲ ἀκολασίαν ἡ ἡδονὴ ποιεῖ· ὧν ἡ μὲν ἡδονὴ αἱ|ρετόν, ἡ δὲ λύπη φευκτόν. ὃ δὲ διὰ τὸ αἱρετὸν ποιοῦμεν, μᾶλλόν ἐστιν ἑκούσιον τοῦ διὰ τὸ φευκτὸν γινομένου. καὶ ἡ μὲν λύπη ἐξίστησι καὶ φθείρει τὴν τοῦ ἔχοντος φύσιν, ἡ δὲ ἡδονὴ οὐδὲν τοιοῦτον ποιεῖ. διὰ τοῦτο καὶ ἐπονειδιστότερον ἡ ἀκολασία τῆς δειλίας. ἐπεὶ γὰρ διὰ τὸ ἑκούσιον ἀγαθὸν ἢ κακὸν ἐπαινεῖταί τις ἢ ψέγεται, φανερὸν ὅτι τὸ κακὸν ἢ τὸ ἀγαθόν, καθόσον ἐστὶν ἑκούσιον. κατὰ τοσοῦτον ἐπαινεῖται μᾶλλον ἢ ψέγεται. ἐπεὶ καὶ εὐκολώτερόν ἐστι ἰῆς ἀκολασίας ἀποστῆναι ἢ τῆς δειλίας· οἱ γὰρ ἐθισμοί, δι’ ὧν τὰ τοιαῦτα κατορθοῦνται, ἐπὶ μὲν τῆς δειλίας ἐπικίνδυνοί εἰσιν (οἱ γὰρ ἐν τῷ πολέμῳ ἐθισμοὶ καὶ ἐν ἅλοις τισὶ φοβεροῖς, δι’ ὧν τὴν δειλίαν ἐκβάλλομεν, οὐ πόρρω κινδύνων), οἱ δὲ σώφρονες ἐθισμοὶ καθάπαξ εἰσὶν ἀκίνδυνοι· ὥστε καὶ διὰ τοῦτο μᾶλλον ἑκούσιόν ἐστιν ἡ ἀκολασία τῆς δειλίας. δόξειε δ’ ἂν οὐχ ὁμοίως ἑκούσιον εἶναι τὴν δειλίαν τὸ ἲς καθ’ ἕκαστον. ἡ μὲν γὰρ δειλία, αὐτὴ δηλονότι ἡ ἕξις, ἄλυπός ἐστιν· οὐ γὰρ ἀναγκαζόμεθα παρ’ οὐδενὸς λυπηροῦ δειλοὶ εἶναι· ὥστε μᾶλλον ἑκούσιόν ἐστι· τὰ δὲ κατὰ τὴν δειλίαν ἔργα, ἃ ποιοῦμεν διὰ λύπην καὶ φόβον, ἀνάγκῃ τινὶ ποιοῦμεν, ἥτις ἐξίστησιν ἡμᾶς καὶ πείθει τὰ ὅπλα ῥίπτειν καὶ τὰ ἄλλα ἀσχημονεῖν· καὶ τούτου χάριν ἧττον ἑκούσιά εἰσι τὰ καθ’ ἕκαστον. ἐπὶ δὲ τῆς ἀκολασίας τὸ ἀνάπαλιν ἔχει. αὐτὴν μὲν τὴν ἀκολασίαν οὐδεὶς ἐπιθυμεῖ οὐδὲ βούλεταί τις ἀκόλαστος εἶναι. τὰ δὲ κατὰ τὴν ἀκολασίαν ἔργα σφόδρα ὀρεγόμενοι ποιοῦσιν, ὥστε τὴν ἀκολασίαν ἧττον ἑκούσιον εἶναι τῶν καθ᾿ ἕκαστα. |τοῦτο δὲ τὸ ὄνομα τῆς ἀκολασίας καὶ ἐπὶ τὰς παιδικὰς ἁμαρτίας φέρομεν καὶ τοὺς ἁμαρτάνοντας τῶν παίδων ἀκολάστους καλοῦμεν. ἔχουσι γὰρ αἱ τοιαῦται ἁμαρτίαι πρὸς τὴν εἰρημένην ἀκολασίαν ὁμοιότητά τινα· πότερον δὲ ἀπὸ ποτέρου καλεῖται ζητεῖν, οὐδὲν πρὸς τὸν λόγον τὸν προκείμενον συντελεῖ· πλὴν ἐκεῖνο εἰπεῖν εἰκός, ὅτι τὸ ὕστερον ἀπὸ τοῦ προτέρου καλεῖσθαι καλεῖσθαι μᾶλ- λον προσήκει, καὶ ἀπὸ τῶν παιδικῶν ἁμαρτιῶν ἐπὶ ταύτην τὴν ἀκολασίαν τὸ ὄνομα μετενεχθῆναι. ἔοικε δὲ οὐ κακῶς ἀλλὰ καὶ λίαν προσηκόντως μετενεχθῆναι τὸ ὄνομα· ὥσπερ γὰρ κολάζειν δεῖ τὸν παῖδα τῶν αἰσχρῶν ὀρεγόμενον, καὶ συστέλλειν εἴσω τοῦ μετρίου τὴν ὄρεξιν αὐτοῦ, οὕτω καὶ τὴν ἐπιθυμίαν κεκολάσθαι δεῖ, πολλὴν αὔξησιν ἔχουσαν. ὅ τε γὰρ παῖς, εἰ μὴ παιδαγωγοῖτο, τ· ὴν ὄρεξιν τοῦ ἡδέος ἄπληστον ἔχων καὶ μάλιστα διὰ τὴν ἡλικίαν, ἔξω τοῦ δέοντος πεσεῖται· ἥ τε ἐπιθυμία, εἰ μὴ ὑπὸ λόγου κολάζοιτο. . ἐπὶ πολὺ ἥξει καὶ ὑπὸ τῶν κατ’ ἐπιθυμίαν ἐνεργειῶν αὐξανομένη καὶ τὸν λογισμὸν ἐκκρούει πολλάκις. διὸ δεῖ μετρίας τὰς ἐπιθυμίας καὶ ὀλίγας εἶναι, καὶ τῷ λόγῳ μηδὲν ἐναντιοῦσθαι. τἀς δὲ τοιαύτας εὐπειθεῖς λέγομεν καὶ κεκολασμένας· ὥστε εἰκότως τοὐναντίον ἐπί τε τῶν παίδων καὶ τῆς ἐπιθυμίας ἀκολασία καλεῖται. ὥσπερ γὰρ τὸν παῖδα δεῖ κατὰ τὸ πρόσταγμα τοῦ παιδ· αγωγοῦ ζῆν, οὕτω καὶ τὸ ἐπιθυμητικὸν κατὰ τὸν λόγον· διὸ δεῖ τοῦ σώφρονος τὸ ἐπιθυμητικὸν συμφωνεῖν τῷ λόγῳ· σκοπός γὰρ ἀμφοῖν τὸ καλόν. καὶ ἐπιθυμεῖ ὁ σώφρων ὧν δεῖ καὶ ὡς δεῖ καὶ ὅτε· οὕτω δὲ τάττει καὶ ὁ λόγος. ταῦτ’ οὖν ἡμῖν εἰρήσθω περὶ σωφροσύνης.