Ancient Greek · ~3 min
Chapter 10
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 10
Not analysed yet
p. 90 α 14 Ἐν ἅπασι γὰρ τούτοις φανερόν. Ev ἄπασί φησι τούτοις, ἃ ἦν οὐ τῶν καθ’ αὑτὸ ὄντων ἀλλὰ τῶν ἄλλοις ὑπαρχόντων, φανερὸν εἶναι ὅτι ταὐτόν ἐστιν ἐστιν ἐπ’ αὐτῶν τὸ τί ἐστι καὶ διὰ τί ἐστι. καὶ δείκνυσιν αὐτὸ οὕτως ἔχον τῷ ὁρισμῷ τῷ ἑκάστου αύτῶν ποτὲ μὲν τὸ τί ἐστι ποτὲ δὲ τὸ διὰ τί ἐστι προστιθεὶς καὶ δεικνὺς ἐξαρμόζον αὐτῷ καὶ τὸ διὰ τί ἐστιν. εἰ δὲ τὸ διὰ τί ἐστιν ἐφαρμόζει τῷ τί ἐστιν, εἴη ἂν καὶ ἡ τοῦ τί ἐστι ζήτησις μέσου ζήτησις, ὅταν εἰς τὴν δεῖξιν τοῦ διὰ τί ἐστι παραλαμβάνηται, ὅταν δὲ αὐτοῦχάριν λαμβάνηται, αἰτίας μόνον, οὐ δι᾿ ἣν ἄλλο ἄλλῳ ὑπάρχει, ἀλλὰ δι᾿ ἣν τοῦτό ἐστι.