Ancient Greek · ~2 min
Chapter 9
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 9
Not analysed yet
p. α 9 Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδί. Ὄτι καὶ ἐπὶ τοῦ τί ἐστιν, ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδὶ ἢ τοδὶ ἀλλ’ ἁπλῶς τὴν οὐσίαν, καὶ πάλιν ἐπὶ τοῦ διἀ τί ἐστιν, ὃ καὶ αὐτὸ ἐδήλωδε διὰ τοῦ εἰπεῖν ἢ τὸ μὴ ἁπλῶς ἀλλά τι τῶν καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τὸ τί ἐστι τὸ αἴτιον ζητεῖται ἢ του εἰναι απλῶς τὸ πράγμα ἢ τοῦ ὑπάρχειν τὸ ἕτερον τῷ ἑτέρῳ. δὲ λέγει τὸ ὑποκείμενον, οὐχ ἁπλῶς δὲ ἀλλὰ τινὰ ὅντα τὰ συμβεβγκότα τε καὶ κατηγορούμενα.