Ancient Greek · ~2 min
Chapter 100
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 100
Not analysed yet
p. 97 a2 Ὁμοίως δὲ καὶ τῶν ἄλλων ἑκάστου, καὶ τῶν ἔξω γενῶν καὶ τῶν ὑπ' αὐτό, οἷον ὅρνιθος, εἰς ἣν πᾶς ὄρνις, καὶ ἰχθύος, εἰς ἣν πᾶς πᾶς ἰχθύς. οὕτω μὲν οὖν βαδίζοντι ἔστιν ὅτι οὐδὲν παραλέλειπται. Ἔξω γένη ἢ τὰ ἀνωτέρω καὶ κοινότερα αὐτοῦ τοῦ ζῴου, οὗ ἐμνημόνευσεν, ἢ ἔζω τὰ ἕτερα καὶ κεχωρισμένα τοῦ ζῴου καὶ τῆς οὐσίας, ὧν εἴη ἂν τὰ ὑπὸ τὰς ἄλλας κατηγορίας. ἢ τῶν ἔξω καὶ τῶν ὑφ' αὑτά ἀντὶ τοῦ ‘τῶν μὴ ὑπαλλήλων ὄντων ἀλλὰ κεχωρισμένων'· τοιαῦτα γὰρ ἥ τε ὄρνις καὶ ὁ ἰχθύς.