Ancient Greek · ~3 min
Chapter 99
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 99
Not analysed yet
p. 96 b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος. Δείξας, ὅτι πρὸς τὴν τάξιν τῶν ἐν τῷ ὁρισμῷ λαμβανομένων ἑκάστου χρήσιμος ἡ διαίρεσις, καὶ πρὸς τὸ μηδέν φησι παραλειφθῆναι τῶν ὀφειλόντων ἐν τῷ ὁρισμῷ παραληφρθῆναί τε καὶ τεθῆναι χρήσιμον εἶναι τὴν διαίρεσιν. κατὰ γὰρ τὰς οἰκείας καὶ προσεχεῖς ἑκάστῳ γένει διαφορὰς <εἰ> γίνεται ἡ διαί|ρεσις, οὐδὲν παραλειφθήσεται· οἰκεῖαι δὲ καὶ προσεχεῖς τῷ διαιρουμένῳ γένει διαφοραὶ ἐἰς ἃς πᾶν τὸ ὑπὸ τὸ διαιρούμενον γένος ἐμπίπτει· εἰ γὰρ μὴ αἱ προσεχεῖς αὐτῷ λαμβάνοιντο διαφοραί, πολλὰ ἂν παραλείποιτο. ἔδειξε δέ, τίνες οἰκεῖαι καὶ προσεχεῖς διαφοραὶ καὶ τίνες οὐκ οἰκεῖαι, δι' ἃς καὶ παραλείπεταί τινα, διὰ τοῦ παραδείγματος.