Ancient Greek · ~3 min
Chapter 12
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 12
Not analysed yet
p. 90 Ὅτι δ᾿ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν. Tὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθανόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁμοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν πολλάκις τῇ αἰσθήσει φανερῶν ἡ διάνοια κατὰ τὴν ἐν αὐτοῖς ὁμοιότητα ἀθροίζει τὰ καθόλου.