Ancient Greek · ~2 min
Chapter 13
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 13
Not analysed yet
p. 90a31 Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι. Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου. ἀλλ᾿ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφ᾿ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἷρις οὐ μείζων ἡμικυκλίου.