Ancient Greek · ~3 min
Chapter 127
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 127
Not analysed yet
p. 99 a6 Εἰ δὲ μὴ, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα. Εἰ δὲ μὴ καθ' αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθ' αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ τὸ αἴτιον δύναται μὴ καθ' αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ εἰπὼν σ', ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσεθηκε τὸ εἰ δὲ μὴ, ἀντὶ τοῦ ‘εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα', ὁμοίως ἕξει τὸ μέσον, αἂν μὲν ὁμώνυμον ᾖ τὸ αἰτιατόν, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ γένει, καὶ τὸ αἴτιον τοιοῦτον· ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν.