Ancient Greek · ~5 min
Chapter 128
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 128
Not analysed yet
p. 99 a 16 Ἔχει δ' οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις. Τὸ μὲν ἔχει δ' οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ‘ἔχει δὲ οὕτω περὶ τὸ παρακολουθεῖν'. τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντιστρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἔχει δὲ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον. ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δ' τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ φθάνει τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δ' ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι δι' αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι ἀποδεικτικῶς) χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ αἴτιον καθ' αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους ἀντιστρέφειν, ἐφ' ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται.