Ancient Greek · ~3 min
Chapter 131
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 131
Not analysed yet
p. 99 a23 Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ. Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρὼτον μέσον εἶπε, τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ' ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ' ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φθλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.