Ancient Greek · ~1 min
Chapter 130
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 130
Not analysed yet
p. 99 a21 Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου. Διὰ τοῦτο καὶ πᾶσαι αἱ επιστῆμαι δι' ὁρισμοῦ γίνονται· πᾶσαι γὰρ ἀποδεικνύουσι τὰ κατ' αὐτάς· αἱ δ' ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δ' αἴτιον λόγος καὶ ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα ἀποδείξεις.