Ancient Greek · ~9 min
Chapter 135
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi in analyticorum posteriorum librum alterum commentarium 135
Not analysed yet
p. 99a37 Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α. Ὀ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ A μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ B, ἀλλὰ καὶ τοῖς E, ἔσται πάντα τὰ E ἄλλα τοῦ B, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ B κατὰ μόνων ὦρ Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ B τὰ E, οὐκέτ' ἂν ἐπὶ πλέον εἴη τὸ A εἰλημμένον τῶν τε E καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ E τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μὴ, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ E, τὸ A παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ E; οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ E, ἐὰν τῷ μὲν Ε τὸ A παντίν, μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον <ᾖ> ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ E κατηγορεῖται, ἐπ' ἴσης ἔσται τὸ τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β ὥστε καὶ τῷ A τὸ E παντί. ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ E ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ A τᾷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔστι τι τοῦ καὶ τὸ A τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ B; τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ εἰ δὲ μὴ, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς E τὸ A ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι' αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ A τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ A τοῖς Δ ὑπάρχειν ἐδείκνυτο'· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ E ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ E ἔσται τι ἕν, τουτέστιν ὑφ' ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ B. εἰ δή ἐστι τὰ E ὑπό τι ἔη τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο <ὃ> πάλιν αἴτιον τὸ A τοῖς E ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς E ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ A.